Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Contra theatra [Sp.] 1.1
Not analysed yet
Πολλοὺς οἶμαι τῶν πρῴην καταλιπόντων ἡμᾶς καὶ πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων παρεῖναι τήμερον. Καὶ ἐβουλόμην εἰδέναι τούτους σαφῶς, ὥστε αὐτοὺς τῶν ἱερῶν ἐκβαλεῖν προθύρων, οὐχ ἵνα μένωσιν ἔξω διηνεκῶς, ἀλλ' ἵνα διορθωθέντες ἐπανέλθωσι πάλιν. Ἐπεὶ καὶ πατέρες παῖδας σφαλλομένους τῆς οἰκίας ἐκβάλλουσι πολλάκις, καὶ τῆς τραπέζης ἀπείργουσι, οὐχ ἵνα διὰ παντὸς τούτων ἐκπέσωσιν, ἀλλ' ἵνα βελτίους τῇ νουθεσίᾳ ταύτῃ γενόμενοι, μετὰ τῆς προσηκούσης δόξης καὶ τιμῆς ἐπὶ τὸν πατρῷον ἐπανέλθωσι κλῆρον. Τοῦτο καὶ ποιμένες ποιοῦσι· τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ἵνα ἀποθέμενα τὴν ἀῤῥωστίαν, μετ' ἀσφαλείας πρὸς τὰ ὑγιαίνοντα ἐπανέλθῃ πάλιν, καὶ μὴ νοσοῦντα τὴν ἀγέλην ἅπασαν ἐμπλήσῃ τῆς ἀῤῥωστίας ἐκείνης. Διά τοι τοῦτο καὶ ἡμεῖς ἐβουλόμεθα τούτους εἰδέναι· ἀλλ' εἰ καὶ μὴ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς αὐτοὺς διακρῖναι δυνάμεθα, ὁ λόγος αὐτοὺς ἐπιγνώσεται πάντως, καὶ τοῦ συνειδότος αὐτῶν ἐπιλαβόμενος, πείσει ῥᾳδίως ἑκόντας αὐτοὺς ὑπεξελθεῖν, διδάσκων ὅτι ἐκεῖνος ἔνδον ἐστὶ μόνος, ὁ τῆς ἐνταῦθα διατριβῆς ἀξίαν παρέχων τὴν γνώμην· ὡς ὁ μετὰ πολιτείας διεφθαρμένης τοῦ ἱεροῦ τούτου μετέχων συλλόγου, κἂν τὸ σῶμα ἐνταῦθα εἰσάγῃ, ἐκβέβληται, καὶ τῶν ἀποκεκλεισμένων ἔξω καὶ μηδέπω δυναμένων τῆς ἱερᾶς μετασχεῖν τραπέζης μᾶλλον ἀπελήλαται. Ἐκεῖνοι μὲν γὰρ οἱ κατὰ τοὺς τοῦ Θεοῦ νόμους ἐκβληθέντες, καὶ μένοντες ἔξω, τέως χρηστὰς ἔχουσι τὰς ἐλπίδας· κἂν γὰρ θέλωσι διορθώσασθαι τὰ παραπτώματα, διὰ τῆς Ἐκκλησίας, ἧς ἐξέπεσον, δυνήσονται μετὰ καθαροῦ τοῦ συνειδότος πάλιν ἐπανελθεῖν. Οἱ δὲ μολύναντες ἑαυτοὺς, καὶ κελευσθέντες μὴ πρότερον ἐπιβῆναι, ἕως ἂν ἀποκαθάρωνται τὴν κηλῖδα τὴν ἐκ τῶν ἁμαρτημάτων, εἶτα ἀναισχυντοῦντες, χαλεπώτερον τὸ τραῦμα ἐργάζονται καὶ μεῖζον τὸ ἕλκος. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν ἐστὶ χαλεπὸν, ὡς ἡ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντία, καὶ τὸ μὴ πείθεσθαι τοῖς ἱερεῦσι τὰ τοιαῦτα κελεύουσι. Καὶ τί τοσοῦτον ἡμάρτηται τούτοις, φησὶν, ὥστε αὐτοὺς ἐκβαλεῖν τῶν ἱερῶν τούτων περιβόλων; Καὶ ποίαν ἑτέραν ταύτης ζητεῖς μείζονα ἁμαρτίαν, ὅταν μοιχοὺς ἑαυτοὺς ἀπηρτισμένους ποιήσαντες, ἀναιδῶς, καθάπερ κύνες λυττῶντες, ἐπιπηδῶσι τῇ ἱερᾷ τραπέζῃ; Καὶ εἰ βούλει μαθεῖν καὶ τὸν τρόπον τῆς μοιχείας, οὐκ ἐμὸν ἐρῶ σοι λόγον, ἀλλ' αὐτοῦ τοῦ μέλλοντος ἡμῶν δικάζειν τὴν ζωὴν ἅπασαν· Ὁ γὰρ ἐμβλέψας, φησὶ, γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἰ δὲ ἡ ἀπὸ ταὐτομάτου κατὰ τὴν ἀγορὰν ἐντυχοῦσα γυνὴ, καὶ ὡς ἔτυχεν ἐσταλμένη, τὸν περιέργως ἰδόντα εἷλε πολλάκις τῇ τῆς ὄψεως θεωρίᾳ, οἱ μὴ ἁπλῶς, μηδὲ ἀπὸ ταὐτομάτου, ἀλλ' ἀπὸ σπουδῆς τοσαύτης, ὡς καὶ τῆς Ἐκκλησίας ὑπεριδεῖν, καὶ διὰ τοῦτο ἀναβάντες ἐκεῖ καὶ διημερεύσαντες, καὶ ταῖς ὄψεσι ἠτιμωμένων γυναικῶν ἐκείνων προσηλωμένοι, πῶς δυνήσονται λέγειν, ὅτι οὐ πρὸς ἐπιθυμίαν εἶδον, ὅπου καὶ ῥήματα διακεκλασμένα, καὶ ᾄσματα πορνικὰ, καὶ φωνὴ πολλὴν ἡδονὴν ἔχουσα, καὶ ὀφθαλμῶν ὑπογραφαὶ, καὶ ἐπιτρίμματα παρειᾶς, καὶ στολὴ περιέργως συγκειμένη, καὶ σχῆμα γοητείας γέμον, καὶ ἕτεραι πολλαὶ μαγγανεῖαι πρὸς ἀπάτην καὶ δέλεαρ τῶν ὁρώντων κατεσκευασμέναι, καὶ ῥᾳθυμία ψυχῆς τῶν θεωμένων, καὶ πολλὴ ἡ διάχυσις, καὶ ἡ παρὰ τοῦ τόπου πρὸς ἀσέλγειαν παράκλησις, καὶ ἡ τῶν φθασάντων καὶ ἡ τῶν μετὰ ταῦτα ἀκουσμάτων, ἡ διὰ τῶν συρίγγων, ἡ διὰ τῶν αὐλῶν καὶ τῶν ἄλλων τῶν τοιούτων μελῳδία καταγοητεύουσα, καὶ τὸ στεῤῥὸν τῆς διανοίας καταμαλάττουσα, καὶ ταῖς τῶν πορνῶν ἐπιβουλαῖς προευτρεπίζουσα τὰς τῶν καθημένων ψυχὰς, καὶ εὐαλώτους ποιοῦσα, δι' αὐτῶν διαστήσασα τοῦ Χριστοῦ; Εἰ γὰρ ἐνταῦθα, ὅπου ψαλμοὶ, καὶ εὐχαὶ, καὶ θείων λογίων ἀκρόασις, καὶ Θεοῦ φόβος, καὶ εὐλάβεια πολλὴ, πολλάκις, ὥσπερ τις λῃστὴς κακοῦργος, λαθοῦσα ἐπεισῆλθεν ἐπιθυμία· πῶς οἱ ἐν θεάτρῳ καθήμενοι, καὶ μηδὲν μήτε ὁρῶντες, μήτε ἀκούοντες ὑγιὲς, ἀλλὰ πολλῆς γέμοντες αἰσχρότητος, πολλῆς τῆς βλακείας, καὶ διὰ πάντων πολιορκούμενοι, καὶ δι' ὤτων, καὶ δι' ὀφθαλμῶν, δύναιντ' ἂν ἀνώτεροι γενέσθαι τῆς πονηρᾶς ἐκείνης ἐπιθυμίας; μὴ δυνάμενοι δὲ, πῶς δυνήσονται τῶν τῆς μοιχείας ἐγκλημάτων ἀπηλλάχθαι; οἱ δὲ τῶν τῆς μοιχείας ἐγκλημάτων οὐκ ἀπηλλαγμένοι, πῶς δυνήσονται χωρὶς μετανοίας τῶν ἁγίων τούτων ἐπιβῆναι προθύρων, καὶ τοῦ καλοῦ τούτου μετασχεῖν συλλόγου; Διὸ δὴ παραινῶ καὶ δέομαι, πρότερον ἐξομολογήσει καὶ μετανοίᾳ καὶ τοῖς ἄλλοις ἅπασιν ἀποσμηξαμένους τὴν ἐκ τῆς ἐκεῖ θεωρίας ἁμαρτίαν, οὕτω τῶν θείων ἀκροᾶσθαι λογίων. Οὐ γὰρ τὸ τυχὸν ἡμῖν πεπλημμέληται· καὶ τοῦτο καὶ ἐκ παραδειγμάτων ἴδοι τις ἂν σαφῶς. Εἰ γάρ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἐναπέκειτο πολυτελῆ καὶ διάχρυσα, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν τῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι; Τί δὲ, εἴ τις εἰς ἀγγεῖον χρυσοῦν μύρα διηνεκῶς ἔχειν εἰωθὸς, κόπρον καὶ βόρβορον ἐνέχεεν, οὐκ ἂν καὶ πληγὰς ἐπέθηκας τῷ πλημμελήσαντι τοῦτο; Εἶτα κιβωτίων μὲν, καὶ σκευῶν, καὶ ἱματίων, καὶ μύρων τοσαύτην ποιησόμεθα πρόνοιαν, τὴν δὲ ψυχὴν τὴν ἡμετέραν πάντων τούτων εὐτελεστέραν εἶναι νομιοῦμεν; καὶ ἔνθα τὸ μύρον τὸ πνευματικὸν εἰσεχύθη, διαβολικὰς πομπὰς ἐπεμβαλοῦμεν, καὶ ἀκούσματα σατανικὰ, καὶ ᾄσματα πορνείας γέμοντα; Καὶ πῶς ταῦτα ὁ Θεὸς οἴσει, εἰπέ μοι; Καίτοι οὐ τοσοῦτον τὸ μέσον μύρου καὶ βορβόρου, καὶ ἱματίων δεσποτικῶν καὶ δουλικῶν, ὅσον τὸ μέσον τῆς πνευματικῆς χάριτος καὶ ταύτης τῆς πονηρᾶς ἐνεργείας. Οὐ δέδοικας, ἄνθρωπε, τοῖς αὐτοῖς ὀφθαλμοῖς καὶ τὴν κλίνην τὴν ἐπὶ τῆς ὀρχήστρας βλέπων, ἔνθα τὰ μυσαρὰ τελεῖται τῆς μοιχείας δράματα, καὶ τὴν τράπεζαν ταύτην τὴν ἱερὰν, ἔνθα τὰ φρικτὰ τελεῖται μυστήρια; ταῖς αὐταῖς ἀκοαῖς πόρνης ἀκούων αἰσχρολογούσης, καὶ Προφήτου καὶ Ἀποστόλου σε μυσταγωγοῦντος· τῇ αὐτῇ καρδίᾳ τὰ δηλητήρια δεχόμενος φάρμακα, καὶ τὴν θυσίαν τὴν φρικτήν; Οὐκ ἐντεῦθεν ἀνατροπαὶ βίων, καὶ διαφθοραὶ γάμων, καὶ πόλεμοι, καὶ μάχαι ἐν ταῖς οἰκίαις; Ὅταν γὰρ ὑπὸ τῆς ἐκεῖ θεωρίας διαχυθῇς, καὶ χαυνότερος γενόμενος καὶ ἀσελγέστερος καὶ σωφροσύνης ἁπάσης ἐχθρὸς, ἐπανελθὼν ἴδῃς τὴν γυναῖκα τὴν ἰδίαν, ἀηδέστερον ὄψει πάντως, οἵα ἂν ᾖ. Ὑπὸ γὰρ τῆς ἐν τοῖς θεάτροις ἐμπρησθεὶς ἐπιθυμίας, καὶ ὑπὸ τῆς ξένης ἐκείνης θεωρίας ἁλοὺς τῆς γεγοητευμένης, τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσιν, οὐδὲν ἔχων ὅλως ἐγκαλέσαι, ἀλλ' αἰσχυνόμενος τὸ πάθος εἰπεῖν καὶ τὸ τραῦμα δεῖξαι, ὅπερ ἐκεῖθεν λαβὼν ἐπανῆλθες, ἑτέρας πλέκεις προφάσεις, ἀφορμὰς ζητῶν ἀπεχθείας ἀλόγους, καὶ τῶν μὲν οἴκοι πάντων ὑπερορῶν, πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω· καὶ τὴν ἠχὴν τῆς φωνῆς ἔχων ἐγκαθημένην τῇ ψυχῇ ἔναυλον, καὶ τὸ σχῆμα, καὶ τὸ βλέμμα, καὶ τὰ κινήματα, καὶ πάντα τῆς πορνείας τὰ εἴδωλα, οὐδὲν μεθ' ἡδονῆς ὁρᾷς τῶν ἐπὶ τῆς οἰκίας. Καὶ τί λέγω τὴν γυναῖκα καὶ τὴν οἰκίαν; Καὶ τὴν ἐκκλησίαν γὰρ αὐτὴν ἀηδέστερον ὄψει, καὶ ῥημάτων ἀπεχθῶς ἀκούσῃ τῶν περὶ σωφροσύνης, τῶν περὶ σεμνότητος. Οὐκέτι γὰρ ἔσται σοι διδασκαλία, ἀλλὰ κατηγορία τὰ λεγόμενα, καὶ εἰς ἀπόγνωσιν κατὰ μικρὸν ὑποσυρεὶς, τέλεον ἑαυτὸν ἀποῤῥήξεις τῆς κοινωφελοῦς ταύτης διδασκαλίας. Διὰ τοῦτο παρακαλῶ πάντας ὑμᾶς, αὐτούς τε φεύγειν τὰς πονηρὰς ἐν τοῖς θεάτροις διατριβὰς, καὶ τοὺς ἐσχολακότας τούτοις ἐκεῖθεν ἀφέλκειν. Οὐ γάρ ἐστι ψυχαγωγία, ἀλλ' ὄλεθρος, καὶ τιμωρία, καὶ κόλασις, τὰ ἐκεῖ γινόμενα ἅπαντα. Τί γὰρ ὄφελος τῆς προσκαίρου ταύτης ἡδονῆς, ὅταν διηνεκὴς ἐντεῦθεν ὀδύνη τίκτηται, καὶ ἡμέρᾳ, καὶ ἐν νυκτὶ κεντούμενος ὑπὸ τῆς ἐπιθυμίας πᾶσιν ᾖς δυσχερὴς καὶ δυσάρεστος; Ἐξέτασον γοῦν σαυτὸν, τίς μὲν γίνῃ ἀπὸ ἐκκλησίας ἀναχωρῶν, τίς δὲ ἀπὸ θεάτρων· καὶ ἑκατέρας δὲ παράβαλε τὰς ἡμέρας, καὶ οὐδὲν δεήσῃ τῶν ἡμετέρων λόγων. Ἀρκέσει γὰρ ἑκατέρας ἡ σύγκρισις τῆς ἡμέρας δεῖξαι τὸ μέγεθος καὶ τῆς ἐντεῦθεν ὠφελείας, καὶ τῆς ἐκεῖθεν βλάβης. Ταῦτα καὶ ἤδη πρὸς τὴν ὑμετέραν ἀγάπην εἶπον, καὶ οὐδέποτε παύσομαι λέγων. Τούς τε γὰρ νοσοῦντας τὰ τοιαῦτα νοσήματα παραμυθησόμεθα, τούς τε ὑγιαίνοντας ἀσφαλεστέρους ποιήσομεν. Ἑκατέροις γὰρ ὁ περὶ τούτων χρήσιμος ὁ λόγος· τοῖς μὲν, ἵνα ἀποστῶσι, τοῖς δὲ, ἵνα μὴ ἐμπέσωσιν. Ἀλλ' ἐπειδὴ χρὴ καὶ τοὺς ἐπιτιμῶντας τοῦτο συμμέτρως ποιεῖν, μέχρι τούτου ταύτην στήσαντες τὴν παραίνεσιν, τὰ ὑπολειφθέντα ἐκ τῆς προτέρας ὑποθέσεως ὑμῖν ἀποδώσομεν, ἐπὶ τὸν πατέρα ἡμῶν Ἀβραὰμ ἐπανελθόντες πάλιν. Καὶ γὰρ τοῖς ζωγράφοις ἔθος, ἐπειδὰν μέλλωσιν ἐμφερῆ τινα ἐργάζεσθαι εἰκόνα, καὶ μίαν καὶ δύο καὶ τρεῖς ἡμέρας τοὺς γράφεσθαι μέλλοντας παρακαθίζουσιν αὐτοῖς, ἵνα τῇ συνεχείᾳ τῆς θεωρίας ἀδιάπτωτον τῆς μορφῆς διασώσωνται τὴν ἀκρίβειαν. Ἐπεὶ οὖν καὶ ἡμῖν ζωγραφῆσαι πρόκειται νῦν, οὐχὶ τύπον μορφῆς σωματικῆς, ἀλλὰ ψυχῆς κάλλος, καὶ νοητὴν εὐμορφίαν, καὶ πολιτείαν ἀκμάζουσαν τοῦ δικαίου, καὶ τὸ πρᾶον, καὶ ἥμερον, καὶ μεγαλόψυχον, καὶ τὴν ἄλλην ἅπασαν αὐτοῦ ἀρετὴν, δέον πλείονα τὴν διατριβὴν πρὸς τοῦτον ποιήσασθαι, ἵνα τῇ συνεχείᾳ τῆς τοῦ λόγου διοπτρίσεως τῆς τοῦ ἀρχετύπου ὁμοιότητος μὴ διαμάρτωμεν. Εἰ γὰρ σώματος εἰκόνες φέρουσί τινα παραμυθίαν τοῖς ὁρῶσι, πολλῷ μᾶλλον αἱ τῆς ψυχῆς εἰκόνες. Κἀκείνας μὲν οὐ δυνατὸν πανταχοῦ ὁρᾷν, ἀλλ' ἀνάγκη διηνεκῶς ἐφ' ἑνὸς ἱδρύσθαι τόπου· ταύτην δὲ ὅπουπερ ἂν θέλῃς περιαγαγεῖν, οὐδὲν τὸ κωλύον. Ἐναποθέμενος γὰρ αὐτὴν τοῖς τῆς διανοίας ταμιείοις, ὅπουπερ ἂν ᾖς, συνεχῶς εἰς αὐτὴν ὁρᾷν δυνήσῃ, καὶ πολλὴν παρ' αὐτῆς καρποῦσθαι τὴν ὠφέλειαν. Καὶ καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, σπογγιὰς, καὶ ἱματίων ῥάκη κυανιζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέποντες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ τοῦ χρώματος ἐκείνου, οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ πατριάρχου Ἀβραὰμ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὸν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς, ἢ ἕτερόν τι τῶν ἀτόπων ἐνοχλῇ καὶ συγχέη τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν. Λοιπὸν, εἰ δοκεῖ, ἐπὶ τὸ προκείμενον τὸν λόγον χειραγωγήσωμεν.