Ancient Greek · ~24 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Contra theatra [Sp.] 3.1
Not analysed yet
Πῶς σου, μακάριε, τὴν φιλάνθρωπον διαγράψω σκηνήν; πῶς οὐ θαυμάσω τὴν δρῦν τὴν καλουμένην Μαμβρῆ, ἣν σὺ τοῖς ἀγαθοῖς τρόποις ἡμέρωσας; Κοινὸν ἦν ἡ σκηνὴ τοῖς ὁδεύουσιν οἰκητήριον, μία πάντων ξένων ἄφθονος ἑστία, πάσης τῆς οἰκουμένης πανδοχεῖον ἄμισθον, οὐκ ἐν παραβύστῳ κειμένη, ἵνα λάθῃ τὸ κέρδος τῆς ἀναπαύσεως, ἀλλ' ἐν ἐρήμῳ μὲν, ἐν ὁδῷ δὲ μέσῃ, καὶ κοινῷ σχεδὸν πάσης τῆς Παλαιστίνης ἀφετηρίῳ. Ηὐλίζου δὲ σὺ πανημέριος ὑπὸ τῇ δρυῒ, ἀγαθὸς τοῖς ὁδεύουσι προφαινόμενος ἀναπαύσεως ἄγγελος. Ὤφθη σοι Χριστὸς, ὦ θαυμάσιε, ὑπ' ἀγγέλων δορυφορούμενος δύο, καὶ γέγονας διὰ φιλοξενίας καὶ Θεῷ καὶ ἀγγέλοις ὁμόσκηνος. Ὦ μακαρία σκηνὴ, ἡ Θεὸν μετ' ἀγγέλων δι' οἰκονομίαν χωρήσασα. Ὤφθη σοι Χριστὸς ἐν ἀνθρώπου σχήματι, τῆς θείας αὐτοῦ καὶ σωτηρίου ἐπιδημίας παραφαίνων σοι τὰ μυστήρια· ὅμως οὐκ ἔλαθέ σε τοῦ παρόντος ἡ δόξα διὰ τὸ δουλικὸν σχῆμα. Εἶχες γὰρ ὀφθαλμοὺς ἄλλους, οἷς Δεσπότης γνωρίζεται. Ἐπέγνως τοιγαροῦν μεσίτην Θεοῦ, τὸν ἐν μέσῳ δύο ζώων γνωρίζεσθαι μέλλοντα Υἱόν. Θαυμάζω μέν σου, μακάριε, τὴν περὶ τῶν φανέντων σπουδήν· ἐξὸν γὰρ ἐπιτάξαι θεράποντι καὶ πληρῶσαι τὴν χρείαν προστάγματι, ἔδραμες σὺ εἰς τὰς βόας πρεσβύτης, ἀκμάζοντι πόθῳ παλαιὸν σῶμα στηρίζων. Ἐκοινώνει δέ σοι προθύμως τῶν ἔργων ἡ σύζυγος, καὶ πλήθει ἀζύμων ἄρτων ἐστεφάνου τὴν τράπεζαν· οὐ γὰρ ἀνέμεινε τὴν ζύμωσιν ἡ τῆς φιλοξενίας σπουδή. Πάντα δὲ ἦν φόβου καὶ σεβάσματος τὰ πραττόμενα, οὐχ ὡς ἄνδρας ξενίζοντος, ἀλλ' ὡς Θεῷ θυσίαν προσφέροντος. Καλός σου, μακάριε, διὰ ταῦτα τῆς φιλοξενίας ὁ καρπὸς, καλὴ καὶ τῆς φιλοθεΐας ἡ ἀμοιβή. Λύεται γὰρ παρὰ πάσας ἐλπίδας μήτρας ἐστειρωμένης δεσμὰ, καὶ νεκρὰ πρεσβύτου μέλη πρὸς τέκνου γνησίου σπόρον ἀνθεῖ, καὶ δέχῃ παρὰ μονογενοῦς Θεοῦ περὶ μονογενοῦς υἱοῦ εὐαγγέλια. Κατὰ τὸν καιρὸν γὰρ, φησὶ, τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Πῶς σου κατ' ἀξίαν ἐπαινέσω τὴν πίστιν, πανόλβιε; Οὐ γὰρ διεκρίθης πρὸς τὴν ὑπόσχεσιν, οὐδὲ περὶ ἐπαγγελίαν ἐχώλανας, οὐδὲ κατενόησας τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, οὐδὲ ἀπέβλεψας εἰς τὴν στείρωσιν τῆς μήτρας Σάῤῥας, ἀλλ' ἐνεδυναμώθης τῇ πίστει, εἰδὼς ὅτι ὃ ἐπήγγελται ὁ Θεὸς, δυνατός ἐστι καὶ πληρῶσαι. Οὐ γὰρ δουλεύει φύσεως πάθεσιν ὁ φύσεως δημιουργὸς, ὅτι οὐχ ὑπόκειται φύσεως ἀνάγκῃ Θεὸς ἐν οἷς ἐργάζεται, πάσης φύσεως ὑπάρχων δημιουργός· ἀκολουθεῖ δὲ πρὸς πᾶν εἶδος μεταβολῆς ἡ φύσις τῷ ἐλευθέρῳ τοῦ πεποιηκότος θελήματι. Τοιγαροῦν οὐκ ἐψεύσθης τῶν ἐλπίδων, μακάριε, ἀλλ' ὀνομάζῃ πατὴρ ἐν προθεσμίᾳ ῥητῇ, ἐν ἡλικίᾳ νεκρᾷ. Καὶ πρῶτον βλέπεις ἐκ Σάῤῥας καρπὸν, καὶ θαυμάζεις πῶς ἐπιῤῥέουσι παρ' ἐλπίδας τῇ γεγηρακυίᾳ τοῦ γάλακτος αἱ πηγαὶ, καὶ μετ' ὀλίγον προσψελλίζεις τῷ τόκῳ, καλεῖν πατέρα διδάσκων τὸ γένημα, ταύτην αἰτῶν παρὰ τοῦ τέκνου τὴν κλῆσιν, ἣν προλαβοῦσα δι' ἐπαγγελίας ἡ χάρις ἐκύρωσε. Πῶς τὰ μετὰ ταῦτά σου διηγήσομαι κατορθώματα, θαυμάσιε; πῶς ὑψηλήν σου καὶ περιβόητον ἀπαγγελῶ πίστιν; Ὑπὲρ πίστιν ἡ πίστις σου, ὑπὲρ ἀκοὴν πᾶσαν ἡ πρὸς Θεόν σου καθοσίωσις. Τίς γὰρ πιστεύσει ποτὲ, ὅτι πατὴρ οἰκεῖον τέκνον θυσίαν προσήνεγκε γνησίως τῷ Θεῷ; Τάχα μόνοι πιστεύομεν οἱ μὴ γεγονότες πατέρες, οἱ τέκνων στοργὴν μὴ δεδιδαγμένοι παρὰ τῆς φύσεως. Ἡκέτω δὲ τῶν εἰρημένων μάρτυς καὶ θεία Γραφὴ, καθάπερ κήρυξ ὑψηλὸς, ἐκβοῶσα τοῦ μακαρίου τὴν φιλόθεον γνώμην. Μετὰ ταῦτα, φησὶν, ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάμ. Ἐπείραζε δὲ, οὐχ ἵνα μάθῃ διὰ πείρας τὸ ἀγνοούμενον, μάρτυσι τῆς γνώμης τοῦ ἀνδρὸς τοῖς ἀποτελέσμασι χρώμενος· ἠγνόησε γὰρ οὐδὲν οὐδέπω ὁ Θεὸς, αὐτὸς τῇ ἑαυτοῦ θεωρίᾳ πάντοτε πρὸς τὴν πάντων γνῶσιν ἀρκούμενος· ἀλλ' ὅπως ὃν σαφῶς προεγίνωσκε, τοῦτον διὰ πείρας μαθόντες οἱ ἄνθρωποι, καλὸν ἔχωσι πρὸς μίμησιν θεοσεβείας ὑπογραμμόν. Τίνα δὲ καὶ τὰ τοῦ πειρασμοῦ ῥήματα, φέρε σκοπήσωμεν. Ἀβραὰμ, φησὶν, Ἀβραάμ. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ. Ἔφη αὐτῷ· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκέ μοι αὐτὸν εἰς ὁλοκάρπωσιν. Ὢ πόσην ὁ Θεὸς διὰ τῶν οὕτως εἰρημένων ῥημάτων τῆς πίστεως τοῦ προπάτορος εἰργάσατο βάσανον. Ἤρκει μὲν γὰρ μόνον εἰπεῖν, Λάβε τὸν Ἰσαὰκ, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν, μήτε υἱὸν εἰπόντα, μήτε τῇ τοῦ ἀγαπητοῦ μνήμῃ τὰ πατρῷα σπλάγχνα κινήσαντα. Ἀλλ' ἐπειδὴ τοῖς ἔνδον τῶν ἀγαθῶν διακεχυμένοις ἡ τῶν κακῶν αἰφνίδιος φορὰ βαρυτέραν ἐπάγει τὴν ἀλγηδόνα, διὰ τοῦτό φησι, Λάβε τὸν υἱόν σου, καὶ προστίθησι, Τὸν ἀγαπητὸν, καὶ πάλιν, Ὃν ἠγάπησας, ἵνα ταῖς ἀγαθαῖς ταύταις ἐπωνυμίαις εἰς χρηστῶν ὑποσχέσεων ἐλπίδας μετεωρίσας τὸν φιλόπαιδα γέροντα, ἀθρόαν αὖθις ἐπαγαγὼν τοῦ ἀγαπημένου τὴν ἀναίρεσιν, τοῖς παρ' ἐλπίδα προστάγμασι πλήξῃ τὰ σπλάγχνα τοῦ γεγεννηκότος βαρύτερον, οὐ μισῶν τὸν δίκαιον, φανῆναι δὲ λαμπρότερον τῷ κόσμῳ τὴν τούτου πίστιν βουλόμενος. Τοιγαροῦν πρὶν εἴπῃ, Ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν, ἐκ τῶν πρώτων ῥημάτων τῶν εὐφήμων πολλὰ ποιεῖ χρηστὰ τῷ δικαίῳ φαντάζεσθαι. Ἀκούσας γὰρ καλοῦντος τοῦ Θεοῦ καὶ λέγοντος, Ἀβραὰμ, Ἀβραὰμ, εὐθὺς ἐγήθησεν ὁ φιλόθεος πρὸς τὴν κλῆσιν, διεχύθη πρὸς τὴν φωνὴν, ἐνθυμούμενος, ὡς εἰκός· Ἆρά με ὁ Θεὸς ἄξιον πάλιν ἡγεῖται τῆς θαυμαστῆς πρὸς αὐτὸν ὁμιλίας· ἆρά με τοῖς θείοις αὐτοῦ καθαγιάσαι θέλει ῥήμασιν; ἢ μεταστῆσαι πάλιν εἰς χώραν βούλεται κρείσσονα; ἢ τοὺς πονηροὺς ἀπολέσαι θέλει Χαναναίους, ὡς Σοδομίτας, καὶ τὸν οἰκεῖον δοῦλον, ὡς ἐπὶ Σοδόμων, ἀγνοεῖν οὐ θέλει τὸ τῆς κρίσεως βούλημα; ἆρά μοι δευτέρου τέκνου μετὰ τὸν Ἰσαὰκ χρηστὰ φιλοτιμεῖται παρασχεῖν εὐαγγέλια, ὀφθαλμοῖς δύο τέκνων τὸ ἐμὸν θέλων ὀμματῶσαι γῆρας; Ὡς δὲ ἤκουσε, Λάβε, πρὶν ἀκούσῃ, Τὸν υἱόν, ᾠήθη περὶ θυσιῶν αὐτῷ τὸν Θεὸν διαλέξεσθαι, αἰτοῦντα παρ' αὐτοῦ τιμὴν εὐλογιῶν ἀντὶ τῆς δόσεως τοῦ παιδός. Ἀκούσας δὲ, Τὸν υἱόν σου, τέως τὸν Ἰσμαὴλ ἐνενόει, οἰόμενος λελύσθαι τὴν ζηλοτυπίαν τῆς Σάῤῥας, καὶ διὰ τοῦτο πρὸς τοῦ φιλανθρώπου ἀποκαθίστασθαι πάλιν εἰς τὴν πατρῴαν ἑστίαν. Ἐπειδὴ δὲ σαφῶς ἤκουσε, Τὸν ἀγαπητὸν ὃν ἠγάπησας τὸν Ἰσαὰκ, ἔζεσεν εὐθὺς τῇ καρδίᾳ, ἠγαλλιάσατο τῇ ψυχῇ, νομίσας ὅτι περὶ μνηστείας αὐτῷ διατάξεται, ἁρμόζων ὡς Θεὸς εἰς ἐπίδοσιν τοῦ γένους γυναῖκα τῷ νέῳ εὔφορον εἰς τέκνου φυήν. Εἰς δὲ τὴν γῆν αὐτὸν ὁ Θεὸς καλεῖ τὴν ὑψηλήν. Διὰ τί; Ἢ πάντως ἵνα ἐξ ἀπόπτου καὶ μετεώρου τόπου πᾶσαν ὡς κληρονόμῳ τῆς ἐπαγγελίας ἀποδείξῃ τὴν γῆν, ἢ πάντως αὐτὸν εἰς πατριάρχην θέλει χρῖσαι, ζῶντος ἐμοῦ, ἢ ἐνώπιος ἐνωπίῳ διαλεχθῆναι, καὶ φωνῇ ζώσῃ παραδοῦναι νόμους θεοφιλοῦς βίου, οἷς ὁδεύων εὐαρεστήσει τῷ κτίσαντι.