Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Cum Saturninus et Aurelianus acti essent in exsilium 2
Not analysed yet
Τί οὖν πάντων αἴτιον; Τούτων ὁ τῶν χρημάτων ἔρως, ἡ περὶ τὴν φιλαργυρίαν μανία, τὸ νόσημα ἀνίατον, ἡ κάμινος ἡ μηδέποτε σβεννυμένη, ἡ τυραννὶς ἡ πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένη. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς ἃ πρότερον ἐλέγομεν, καὶ νῦν λέγοντες οὐ παυσόμεθα, καίτοι πολλοὶ πρώην ἡμῖν ἐνεκάλουν, καὶ ταῦτα ἔλεγον· Οὐ παύῃ κατὰ τῶν πλουτούντων ὁπλιζόμενος τῇ γλώττῃ; οὐ παύῃ συνεχῶς τοιούτοις πολεμῶν; Μὴ ἐγὼ τούτοις πολεμῶ; μὴ ἐγὼ κατ' αὐτῶν ὁπλίζομαι; οὐκ ἐγὼ μὲν ὑπὲρ αὐτῶν πάντα λέγω καὶ ποιῶ, αὐτοὶ δὲ κατ' αὐτῶν τὰ ξίφη ἠκόνησαν; οὐκ ἔδειξε τῶν πραγμάτων ἡ πεῖρα, πῶς ἐγὼ μὲν, ὁ ἐπιτιμῶν καὶ συνεχῶς ἐγκαλῶν, τὸ συμφέρον ἐζήτουν, πολέμιοι δὲ μᾶλλον ἐκεῖνοι, οἱ ἐπιτιμῶντες ταῦτα λέγουσιν ἡμῖν, Ἴδετε ἐπὶ τῶν πραγμάτων τὰ ῥήματα ἐξελθόντα τὰ ἡμέτερα. Οὐκ ἀεὶ ἔλεγον, ὅτι δραπέτης ἐστὶν ὁ πλοῦτος ἀπὸ τούτου πρὸς ἐκεῖνον βαίνων; Καὶ εἴθε μετέβαινε μόνον, καὶ μὴ καὶ ἀπέκτεινεν· εἴθε μεθίστατο, καὶ μὴ καὶ ἀνῄρει. Νῦν δὲ καὶ ἐρήμους καταλιμπάνει τῆς αὐτοῦ προστασίας, καὶ τῷ ξίφει παραδίδωσι, καὶ ἐπὶ τὸ βάραθρον ἄγει, προδότης ὢν χαλεπὸς, καὶ τούτοις μάλιστα πολεμῶν, τοῖς φιλοῦσιν αὐτόν. Δραπέτης ἐστὶν ἀγνώμων, ἀνδροφόνος ἀμείλικτος, θηρίον ἀτιθάσσευτον, κρημνὸς πανταχόθεν ἀπότομος, σκόπελος διηνεκῶν κυμάτων γέμων, πέλαγος ὑπὸ μυρίων ἀνέμων διακοπτόμενον, τύραννος χαλεπῶς ἐπιτάττων, δεσπότης βαρβάρου τινὸς χαλεπώτερος, ἐχθρὸς ἄσπονδος, πολέμιος ἀκατάλλακτος, οὐδέποτε τὴν πρὸς τοὺς κεκτημένους αὐτὸν καταλύων ἔχθραν.