Ancient Greek · ~17 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Cum Saturninus et Aurelianus acti essent in exsilium 5.1
Not analysed yet
Καὶ ἵνα μάθητε ὅτι οὐ στοχαζόμενος ταῦτα λέγω, παλαιάν τινα ἱστορίαν διηγήσασθαι ὑμῖν βούλομαι. Ἐγένετό τις ἀνὴρ θαυμαστὸς καὶ μέγας, καὶ πανταχοῦ τῆς οἰκουμένης ἀοίδιμος, ὁ μακάριος Ἰὼβ, ὁ τῆς εὐσεβείας ἀθλητὴς, ὁ στεφανίτης τῆς οἰκουμένης, ὁ διὰ πάντων τῶν ἄθλων ἐλθὼν, ὁ μυρία κατὰ τοῦ διαβόλου τρόπαια στήσας. Οὗτος ἐγένετο πλούσιος καὶ πένης, ἔνδοξος καὶ εὐκαταφρόνητος, πολύπαις καὶ ἄπαις· οὗτος ἐγένετο ἐν βασιλικαῖς αὐλαῖς, ἐγένετο δὲ καὶ ἐν καπρίᾳ· οὗτος ἐγένετο ἐν λαμπρᾷ στολῇ, καὶ μετ' ἐκείνην ἐν πληγῇ σκωλήκων· οὗτος μυρίας ἀπέλαυσε θεραπείας, καὶ μετὰ ταῦτα μυρίας ὑπέμεινεν ὕβρεις, οἰκετῶν ἐπανισταμένων, φίλων ὀνειδιζόντων, γυναικὸς ἐπιβουλευούσης. Πάντα αὐτῷ τὴν ἀρχὴν καθάπερ ἐκ πηγῶν ἐπέῤῥει, χρημάτων περιουσία, δυναστείας μέγεθος, δόξης περιβολὴ, εἰρήνη καὶ ἀσφάλεια, τιμαὶ καὶ θεραπεῖαι, καὶ σώματος ὑγίεια, καὶ παίδων εὐκληρία, καὶ οὐδὲν ἦν ἐκεῖ λυπηρόν· παρῆν αὐτῷ πλοῦτος μετὰ ἀσφαλείας, καὶ εὐημερία ἀδιάπτωτος, καὶ μάλα εἰκότως· ὁ Θεὸς γὰρ πανταχόθεν αὐτὸν ἐτείχιζεν. Ἀλλ' ὕστερον πάντα ἐκεῖνα ἀπέπτη, καὶ μυρίοι χειμῶνες λοιπὸν ἐσκήνουν εἰς τὴν οἰκίαν ἐκείνου, καὶ πάντες ἐπάλληλοι καὶ συνεχεῖς, καὶ μεθ' ὑπερβολῆς ἅπαντες. Τὰ γὰρ ὄντα αὐτῷ ἅπαντα ἀθρόον ἀνηρπάζετο· οἰκέται, παῖδες κατεχώννυντο βιαίῳ καὶ ἀώρῳ θανάτῳ, ἐπὶ τῆς τραπέζης καὶ τοῦ συμποσίου κατασφαγέντες, οὐ μαχαίρᾳ καὶ ξίφει, ἀλλὰ πνεύματι πονηρῷ τὴν οἰκίαν κατασείσαντι. Καὶ γυνὴ μετὰ ταῦτα ὥπλιζε τὰ ἑαυτῆς μηχανήματα, καὶ τῷ δικαίῳ προσῆγε· καὶ οἰκέται, καὶ φίλοι, οἱ μὲν ἐνέπτυον εἰς τὸ πρόσωπον, ὥς φησιν αὐτός· Ἀπὸ γὰρ προσώπου μου οὐκ ἐφείσαντο πτυέλου· οἱ δὲ ἐπέβαινον, καὶ τῆς οἰκίας ἐξεβάλλετο πάσης, καὶ ἐνδιαίτημα αὐτῷ ἦν ἡ κοπρία λοιπὸν, καὶ πηγαὶ σκωλήκων ἔβρυον, πάντοθεν καὶ αἵματι καὶ ἰχῶρι κατεῤῥεῖτο ὁ ἀδάμας, καὶ λαβὼν ὄστρακον ἔξεε τοὺς ἰχῶρας, δήμιος αὐτὸς ἑαυτῷ γινόμενος· καὶ ὀδύναι ἐπάλληλοι, καὶ βάσανοι ἀκαρτέρητοι, καὶ νὺξ ἡμέρας χαλεπωτέρα, καὶ ἡμέρα νυκτὸς φρικωδεστέρα, ὥς φησιν· Ὡς ἂν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; ὡς δ' ἂν ἀναστῶ, λέγω πάλιν, Πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας μέχρι πρωΐ. Καὶ πάντα κρημνοὶ, καὶ σκόπελοι, καὶ ὁ μὲν παρακαλῶν οὐδεὶς, οἱ δὲ ἐπεμβαίνοντες μυρίοι· ἀλλ' ὅμως ἐν χειμῶνι τοσούτῳ καὶ κύμασιν ὄντως ἀφορήτοις ἔστη πρὸς πάντα γενναῖος καὶ ἀπερίτρεπτος· τὸ δὲ αἴτιον τούτων τοῦτο ἦν, ὅπερ ἔφην, ὅτι ὅταν ἐπλούτει, προσεδόκα πενίαν· ὅτε ὑγίαινε, νόσον ἀνέμενεν· ὅτε παίδων τοσούτων πατὴρ ἐγένετο, καὶ ἄπαις ἀθρόον ἤλπιζεν ἔσεσθαι. Καὶ τοῦτον τὸν φόβον ἀεὶ παρ' ἑαυτῷ ἀνείλιττε, καὶ ταύτην τὴν ἀγωνίαν ἀεὶ ἔτρεφε, τῶν ἀνθρωπίνων πραγμάτων εἰδὼς τὴν φύσιν, καὶ τὸ ἐπίκαιρον αὐτῶν λογιζόμενος. Διὸ καὶ ἔλεγε· Φόβος ὂν ἐφοβούμην ἦλθέ μοι, καὶ ὂν ἐδεδοίκειν κίνδυνον συνήντησέ μοι. Ἀεὶ γὰρ τοῖς λογισμοῖς πρὸς αὐτὸν ἐβάδιζεν ἀναμένων αὐτὸν, ἐλπίζων, καὶ προσδοκῶν· διὰ τοῦτο παραγενόμενος οὐκ ἐτάραξεν· Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή. Οὐκ εἶπεν, Οὐκ εἰρηνεύω, οὐδὲ ἡσυχάζω, ἀλλ', Οὐκ εἰρήνευσα, ἐν τῷ παρελθόντι χρόνῳ. Εἰ γὰρ καὶ τὰ πράγματα μέγα φρονεῖν παρεσκεύαζεν, ἀλλ' ἡ προσδοκία τῶν λυπηρῶν οὐκ εἴα με ἡσυχάζειν. Εἰ καὶ ἡ ἄγαν εὐημερία τρυφᾷν ἐποίει, ἀλλ' ἡ ἀγωνία τῶν ἐλπιζομένων τὴν ἄδειαν ἀπεδίωκεν· εἰ καὶ τὰ παρόντα ἀπολαύειν ἠνάγκαζεν, ἀλλ' ἡ τῶν προσδοκωμένων φροντὶς ταύτην διέκοπτε. Διὰ τοῦτο ἅπερ ἐμελέτησεν ἐπὶ τῶν λογισμῶν, ταῦτα ἰδὼν ἐπὶ τῶν πραγμάτων συμβάντα γενναίως ἤνεγκε, τὰ πάλαι μελετηθέντα παλαίσματα, καὶ τὰ τῇ προσδοκίᾳ προειλημμένα, ταῦτα παρόντα βλέπων οὐκ ἐταράττετο. Ὅτι γὰρ οὐδὲ παρόντων τῶν χρηστῶν σφόδρα τούτων ἀντέχετο, ἄκουσον τί φησιν· Εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου γενομένου μοι, εἰ κατέταξα χρυσίον ἰσχύν μου, εἰ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ἐπ' ἀναριθμή τοις ἐθέμην χεῖρά μου. Τί λέγεις, ἄνθρωπε; Οὐκ εὐφραίνου τοῦ πλούτου περιῤῥέοντός σοι; Οὐδαμῶς, φησί. Τί δήποτε; Ὅτι ᾔδειν αὐτοῦ τὸ ἄστατον καὶ διαῤῥέον, ᾔδειν τὸ κτῆμα οὐ μόνιμον. Καὶ ὁρῶ μὲν, φησὶν, ἥλιον ἐπιφαύσκοντα, καὶ ἐκλείποντα, σελήνην δὲ φθίνουσαν· οὐ γὰρ ἐπ' αὐτῶν ἐστιν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ τὰ κατ' οὐρανὸν ἄστρα, καὶ διηνεκῶς λάμποντα δέχεταί τινα μεταβολὴν, ἥλιος μὲν ἐκλείπων, σελήνη δὲ φθίνουσα, πῶς οὐκ ἐσχάτης ἀνοίας τὸ τὰ ἐπίγεια νομίζειν εἶναι μόνιμα, καὶ πεπηγότα; Διὰ τοῦτο οὔτε παρόντων εὐφραίνετο λίαν, οὔτε ἀπελθόντων ἤλγησε χαλεπῶς, ἐπειδὴ καλῶς ᾔδει τὴν φύσιν αὐτῶν. Ταῦτα δὲ καὶ ἡμεῖς ἀκούοντες, ἀγαπητοὶ, μὴ πενίᾳ πιεζώμεθα, μήτε πλούτῳ φυσώμεθα· ἀλλ' ἐν τῇ τῶν πραγμάτων μεταβολῇ τὴν γνώμην ἀμετάβλητον διατηροῦντες, τὸν ἀπὸ τῆς φιλοσοφίας δρεψώμεθα καρπὸν, ἵνα καὶ τῆς ἐνταῦθα ἡδονῆς ἀπολαύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.