Ancient Greek · ~18 min
Εἰς τὸ δεῖν καὶ ἐν τῇ Πεντηκοστῇ καὶ ἀεὶ τῆς νηστείας μεμνῆσθαι, καὶ ὅτι οὐ παρουσία μόνον, ἀλλὰ καὶ μνήμη νηστείας ὠφελεῖ· καὶ περὶ τῆς τοῦ Θεοῦ προνοίας, καὶ ὅτι μετὰ τῶν ἄλλων οὐ μικρὸν μέρος αὐτῆς ἡ φυσικὴ τῶν γονέων περὶ τὰ ἔκγονα φιλία· καὶ ὅτι οὐ πατράσι μόνον, ἀλλὰ καὶ μητράσιν ἐπιτέτακται τὰ παιδία ῥυθμίζειν, καὶ πρὸς τῷ τέλει περὶ τῆς Ἄννης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 1.1
Not analysed yet
Ἐπειδὰν ξένον τινὰ καταχθέντα πρὸς ἡμᾶς ἡμέρας τινὰς ὑποδεξάμενοι φιλοφρόνως, καὶ λόγων αὐτῷ καὶ ἁλῶν κοινωνήσαντες, ἀποπέμψωμεν· τῇ μετὰ τὴν ἀποδημίαν ἐκείνην ἡμέρᾳ, τραπέζης παρατεθείσης, εὐθέως ἀναμιμνησκόμεθα αὐτοῦ τε καὶ τῶν λόγων τῆς συνουσίας, καὶ μετὰ πολλῆς αὐτὸν ἐπιζητοῦμεν τῆς ἀγάπης· τοῦτο δὴ καὶ ἐπὶ τῆς νηστείας ποιήσωμεν. Καὶ γὰρ κατήχθη πρὸς ἡμᾶς ἡμέρας τεσσαράκοντα, ὑπεδεξάμεθα αὐτὴν φιλοφρόνως, καὶ ἀπεπέμψαμεν· ἐπεὶ οὖν μέλλομεν παρατιθέναι τράπεζαν νῦν πνευματικὴν, ἀναμνησθῶμεν αὐτῆς, καὶ τῶν ἐξ αὐτῆς ἁπάντων ἐγγενομένων ἡμῖν ἀγαθῶν. Οὐ γὰρ δὴ παρουσία νηστείας μόνον, ἀλλὰ καὶ μνήμη νηστείας τὰ μέγιστα ὠφελῆσαι δύναιτ' ἄν. Καὶ καθάπερ οἱ φιλούμενοι παρ' ἡμῶν, οὐχὶ παρόντες μόνον, ἀλλὰ καὶ εἰς νοῦν ἡμῖν ἐρχομένοι, πολλῆς ἡμᾶς πληροῦσιν ἡδονῆς· οὕτω καὶ αἱ τῆς νηστείας ἡμέραι, καὶ οἱ σύλλογοι, καὶ αἱ διατριβαὶ αἱ κοιναὶ, καὶ τὰ ἄλλα ἃ παρ' ἐκείνης ἐκαρπούμεθα καλὰ, καὶ ἀπὸ τῆς μνήμης εὐφραίνει, κἂν ταῦτα ἅπαντα συλλέξαντες ἀναμνησθῶμεν, μεγάλα καὶ κατὰ τὸν παρόντα καιρὸν κερδανοῦμεν. Ταῦτα δὲ λέγω οὐκ ἀναγκάζων νηστεύειν, ἀλλὰ πείθων μὴ τρυφᾷν, μηδὲ κατὰ τοὺς πολλοὺς τῶν ἀνθρώπων διακεῖσθαι, εἴγε ἀνθρώπους τοὺς οὕτω μικροψύχως διακειμένους χρὴ καλεῖν, οἳ καθάπερ ἐκ δεσμῶν ἀφεθέντες, καὶ δεσμωτηρίου τινὸς ἀπαλλαγέντες χαλεποῦ, πρὸς ἀλλήλους λέγουσι· Μόλις ποτὲ τὸ χαλεπὸν τῆς νηστείας διηνύσαμεν πέλαγος· ἄλλοι δὲ τούτων ἀσθενέστερον διακείμενοι, καὶ ὑπὲρ τῆς μελλούσης δεδοίκασι Τεσσαρακοστῆς. Τοῦτο δὲ γίνεται ἐκ τοῦ τὸν ἄλλον ἅπαντα καιρὸν τρυφῇ, καὶ ἀσωτίᾳ, καὶ μέθῃ πάσῃ μεθ' ὑπερβολῆς ἑαυτοὺς ἐκδιδόναι. Ὡς εἴγε μεμελετήκειμεν τὰς ἄλλας ἡμέρας σεμνῶς καὶ ἐπιεικῶς ζῇν, καὶ ἀπελθοῦσαν ἂν ἐποθήσαμεν τὴν νηστείαν, καὶ παραγίνεσθαι μέλλουσαν μετὰ πολλῆς ἂν ὑπεδεξάμεθα τῆς ἡδονῆς. Τί γὰρ οὐκ ἀγαθὸν ἡμῖν ἀπὸ νηστείας; Πάντα γαλήνης γέμει καὶ καθαρᾶς εὐδίας. Οὐχὶ καὶ οἰκίαι θορύβων καὶ δρόμων καὶ πάσης εἰσὶν ἠλευθερωμέναι ταραχῆς; Καὶ πρὸ τῶν οἰκιῶν δὲ ἡ τῶν νηστευόντων διάνοια ταύτης ἀπολαύει τῆς ἡσυχίας· πόλις δὲ ἅπασα τὴν ἐν τῇ διανοίᾳ καὶ τὴν ἐν ταῖς οἰκίαις εὐταξίαν μιμεῖται. Οὔτε γὰρ ἐν ἑσπέρᾳ ᾀδόντων ἔστιν ἀκοῦσαι, οὔτε ἐν ἡμέρᾳ θορυβούντων καὶ μεθυόντων, οὐ κραζόντων, οὐ μαχομένων, ἀλλὰ πολλὴν πανταχοῦ τὴν ἡσυχίαν ἔστιν ὁρᾷν. Ἀλλ' οὐχὶ νῦν οὕτως, ἀλλ' εὐθέως ὑπὸ τὴν ἕω κραυγαὶ, καὶ θόρυβοι, καὶ μαγείρων δρόμοι, καὶ πολὺς μὲν ἐν ταῖς οἰκίαις, πολὺς δὲ ἐν τοῖς λογισμοῖς ὁ καπνὸς, τῶν παθῶν ἡμῖν ἔνδον ὑποκαιομένων, καὶ τῆς φλογὸς διεγειρομένης τῆς ἐν ταῖς ἀτόποις ἐπιθυμίαις ὑπὸ τῆς τρυφῆς. Διὰ ταῦτα ζητῶμεν καὶ ἀπελθοῦσαν τὴν νηστείαν· ἐκείνη γὰρ ταῦτα πάντα κατέστελλε. Κἂν τὸν πόνον αὐτῆς ἀπεθέμεθα, ἀλλὰ τὸν πόθον αὐτῆς μὴ καταλύσωμεν, μηδὲ τὴν μνήμην σβέσωμεν· ἀλλ' ὅταν ἀριστήσας καὶ καθευδήσας εἰς τὴν ἀγορὰν ἐμβάλῃς, καὶ τὴν ἡμέραν πρὸς ἑσπέραν ἤδη ἐπειγομένην ἴδῃς, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν ταύτην, καὶ παρὰ τὸ βῆμα τοῦτο ἐλθὼν, ἀναμιμνήσκου τοῦ καιροῦ τῆς νηστείας, καθ' ὃν μεστὴ μὲν ἡ ἐκκλησία τοῦ πλήθους ἡμῖν ἦν, σφοδρὰ δὲ ἡ τῆς ἀκροάσεως προθυμία, πολλὴ δὲ ἡδονὴ, καὶ διεγηγερμένη πάντων ἡ διάνοια· καὶ πάντα ταῦτα συλλέγων, ἀναμιμνήσκου τῶν ποθεινῶν ἡμερῶν ἐκείνων. Κἂν μέλλῃς παρατίθεσθαι τράπεζαν, μετὰ τῆς μνήμης ταύτης ἅπτου τῶν ἐδεσμάτων, καὶ οὐδέποτε εἰς μέθην ἐξολισθῆσαι δυνήσῃ· ἀλλ' ὥσπερ οἱ γυναῖκα σεμνὴν καὶ σώφρονα καὶ ἐλευθέραν ἔχοντες, καὶ σφόδρα αὐτῆς περικαιόμενοι, οὐδὲ ἀπούσης αὐτῆς, πόρνης καὶ διεφθαρμένης ἐρασθεῖεν ἂν, τοῦ πόθου τοῦ περὶ ἐκείνην προκατέχοντος τὴν διάνοιαν, καὶ ἕτερον ἐπεισελθεῖν ἔρωτα οὐκ ἐῶντος· οὕτω δὴ καὶ ἐπὶ τῆς νηστείας καὶ τῆς μέθης γίνεται. Ἂν τοίνυν ἐκείνης τῆς ἐλευθέρας καὶ σώφρονος μνημονεύωμεν, τὴν πάνδημον πόρνην ταύτην, καὶ πάσης ἀσχημοσύνης μητέρα, τὴν μέθην λέγω, μετὰ πολλῆς διακρουσώμεθα τῆς εὐκολίας, τοῦ πόθου τῆς νηστείας, πάσης χειρὸς σφοδρότερον, ἀπωθοῦντος τὴν ταύτης ἀναισχυντίαν. Διὰ ταῦτα δὴ πάντα, παρακαλῶ κατὰ νοῦν ἀεὶ τὰς ἡμέρας ἐκείνας ἔχωμεν· ἵνα δέ τι κἀγὼ πρὸς τὴν μνήμην ἐκείνην συμβάλωμαι, τὴν αὐτὴν ὑπόθεσιν, ἣν τότε κινεῖν παρεσκευαζόμην, ταύτην καὶ νῦν εἰς μέσον ἀγαγεῖν πειράσομαι, ὥστε καὶ τῇ κατὰ τὴν διδασκαλίαν ὁμοιότητι γενέσθαι τινὰ τοῦ καιροῦ μνήμην ἡμῖν ἐκείνου. Ὑμεῖς μὲν γὰρ ἴσως ἐπιλέλησθε, διὰ τὸ μεταξὺ πολλὰς γεγενῆσθαι διαλέξεις ἡμῖν, καὶ ὑπὲρ ἑτέρων πραγμάτων. Καὶ γὰρ ἐλθόντος τοῦ πατρὸς ἀπὸ τῆς μακρᾶς ἀποδημίας, ἀναγκαῖον ἦν τὰ κατὰ τὸ στρατόπεδον συμβάντα ἅπαντα εἰπεῖν, καὶ μετὰ ταῦτα πρὸς Ἕλληνας ἀποτείνεσθαι, ὥστε τούτους ἀπὸ τῆς συμφορᾶς βελτίους γενομένους. καὶ πρὸς ἡμᾶς ἐκ τῆς Ἑλληνικῆς αὐτομολήσαντας πλάνης, μετ' ἀκριβείας ῥιζῶσαι, καὶ διδάξαι, οἵου μὲν ἀπηλλάγησαν σκότους, οἵῳ δὲ προσέδραμον ἀληθείας φωτί. Μετ' ἐκεῖνο πάλιν, πολλὰς ἡμέρας τῆς τῶν μαρτύρων ἀπελαύσαμεν πανηγύρεως, καὶ ἄκαιρον ἦν ἐν τάφοις μαρτύρων διατρίβοντας, τῶν τοῖς μάρτυσι πρεπόντων ἐγκωμίων ἀμοίρους ἀπελθεῖν. Ταῦτα τὰ ἐγκώμια διεδέξατο πάλιν ἡ περὶ τῶν ὅρκων παραίνεσις· ἐπειδὴ γὰρ τὴν ἀγροικίαν ἅπασαν τῆς πόλεως εἴδομεν ἐπιβᾶσαν, ἐβουλήθημεν αὐτοῖς δόντες ἐφόδια ταῦτα, οὕτως αὐτοὺς ἐκπέμψαι παρ' ἡμῶν ἅπαντας.