Ancient Greek · ~19 min
Πρὸς τοὺς ἐν ἑορταῖς μόνον συναγομένους, καὶ τί ποτέ ἐστιν ἑορτή· καὶ πρὸς τοὺς ἐγκαλοῦντας τῇ τοῦ Θεοῦ προνοίᾳ, διὰ τὸ πλουσίους εἶναι καὶ πένητας ἐν τῷ βίῳ· καὶ ὅτι χρησιμώτατον ἡ πενία καὶ ὅτι πλούτου πλείονα ἡδονὴν ἔχει πανταχοῦ καὶ ἀσφάλειαν· καὶ εἰς τὴν Ἄνναν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 2.1-5
Not analysed yet
Ταῦτα δὲ λέγω, οὐκ ἀτιμάζων τὸ πλῆθος τῶν τότε συλλεγέντων, ἀλλὰ πείθων ὑμᾶς μὴ στυγνάζειν, μηδὲ κατηφιᾷν διὰ τὴν ὀλιγότητα τῶν νῦν συλλεγέντων ἐνταῦθα. Οὐ γὰρ δὴ σωμάτων πλῆθος βουλόμεθα ἐπὶ τῆς ἐκκλησίας ὁρᾷν, ἀλλὰ ἀκροατῶν πλῆθος. Ἐπεὶ οὖν οἱ αὐτοὶ δαιτυμόνες καὶ τότε καὶ νῦν ἡμῖν πάρεισι, μετὰ τῆς αὐτῆς προθυμίας καὶ σήμερον τὴν ἑστίασιν ὑμῖν παραθήσομαι, ἐπὶ τὴν ὑπόθεσιν ἐπανελθὼν, ἣν ὁ τῆς ἑορτῆς καιρὸς διέκοψεν. Ὥσπερ γὰρ τῆς Πεντηκοστῆς παρούσης, ἄκαιρον ἦν, ἀφέντας λέγειν περὶ τῶν δοθέντων ἡμῖν κατ' ἐκεῖνον τὸν καιρὸν ἀγαθῶν, τῆς ἀκολουθίας τῆς προτέρας ἔχεσθαι· οὕτω νῦν τῆς Πεντηκοστῆς παρελθούσης, εἰς καιρὸν τὴν ἀκολουθίαν τῆς ἱστορίας ἀναληψόμεθα, ἐπὶ τῆς κατὰ τὴν Ἄνναν ὑποθέσεως ἐχόμενοι. Οὐδὲ γὰρ εἰ πολλὰ τὰ εἰρημένα χρὴ σκοπεῖν, καὶ ἐν πολλαῖς ἡμέραις, ἀλλ' εἰ πρὸς τὸ τέλος ἤλθομεν τῆς ὑποθέσεως. Καὶ γὰρ οἱ θησαυρὸν εὑρόντες, κἂν μυρία λάβωσιν ἐκεῖθεν χρήματα, οὐ πρότερον ἀφίστανται, ἕως ἂν τὸ πᾶν ἐξαντλήσωσιν· οὐ γὰρ τὸ πολλὰ λαβεῖν, ἀλλὰ τὸ μηδὲν ἀφεῖναι, τοῦτο μάλιστα αὐτοὺς ἀνακτᾶσθαι πέφυκεν. Εἰ δὲ οἱ περὶ τὰ χρήματα μαινόμενοι τοσαύτῃ περὶ τὰ ἀπολλύμενα καὶ μὴ μένοντα κέχρηνται τῇ σπουδῇ, πολλῷ μᾶλλον ἡμᾶς ἐπὶ τῶν θείων θησαυρῶν τοῦτο ποιεῖν χρὴ, καὶ μὴ πρότερον ἀφίστασθαι, ἕως ἅπαν τὸ φαινόμενον ἐξαντλήσωμεν. Τὸ φαινόμενον δὲ εἶπον, ἐπειδὴ πάντα ἐξαντλῆσαι ἀμήχανον. Πηγὴ γάρ ἐστι διηνεκῶς βλύζουσα τῶν θείων νοημάτων ἡ δύναμις, οὐδέποτε ἐπιλείπουσα, οὐδὲ δαπανωμένη. Μὴ τοίνυν ἀποκάμωμεν· οὐδὲ γὰρ ὑπὲρ τῶν τυχόντων ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ εὐχῆς, τῆς ἐλπίδος τῆς ἡμετέρας· εὐχῆς δὲ, δι' ἧς ἡ στεῖρα μήτηρ ἐγένετο, καὶ πολύπαις ἡ ἄπαις, καὶ ἡ κατώδυνος ἐν εὐθυμίᾳ· δι' ἣν ἡ πεπηρωμένη διωρθοῦτο φύσις, καὶ μήτρα ἀποκεκλεισμένη ἀνεῴγνυτο, καὶ τὰ ἀδύνατα δυνατὰ πάντα ἐγίνετο. Διὸ δὴ κατὰ μικρὸν διερευνώμεθα πάντα, καθ' ἑκάστην ῥῆσιν ἀναπτύξαντες, ὥστε μηδὲ τὸ μικρότατον ἡμᾶς, ὡς οἷόν τε, παραδραμεῖν. Διὰ δὴ τοῦτο δύο διαλέξεις ὁλοκλήρους εἰς δύο ῥήσεις ἀνηλώσαμεν μόνας, εἴς τε τὴν πρώτην τὴν λέγουσαν, Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, καὶ τὴν δευτέραν τὴν μετ' ἐκείνην, Ὑψώθη κέρας μου ἐν Θεῷ μου. Ἀκόλουθον δὴ σήμερον ἐπὶ τὴν τρίτην ἐλθεῖν. Τίς δέ ἐστιν αὕτη; Ἐπλατύνθη στόμα μου ἐπ' ἐχθρούς μου, φησίν· εὐφράνθην ἐν σωτηρίᾳ σου. Προσέχετε τῇ ἀκριβείᾳ τῆς λέξεως. Οὐκ εἶπεν· Ἠκονήθη στόμα μου ἐπ' ἐχθρούς μου· οὐ γὰρ πρὸς λοιδορίας καὶ σκώμματα παρεσκεύαστο, οὐ πρὸς ὀνείδη καὶ κατηγορίαν, ἀλλὰ πρὸς παραίνεσιν καὶ συμβουλὴν, πρὸς διόρθωσιν καὶ νουθεσίαν. Διὰ τοῦτο οὐκ εἶπεν, Ἠκονήθη ἡ γλῶσσά μου ἐπ' ἐχθρούς μου, ἀλλ', Ἐπλατύνθη. Ἀνέσεως ἀπέλαυσα, φησὶν, ἐλευθεροστομεῖν δύναμαι. Νῦν ἀπεκρουσάμην τὴν αἰσχύνην, πρὸς παῤῥησίαν ἐπανῆλθον. Καὶ οὐδὲ ἐνταῦθα εἶπεν ὀνομαστὶ τὴν γυναῖκα τὴν ἀντίζηλον, ἀλλὰ ἁπλῶς τῷ τῆς προσηγορίας ἀδιορίστῳ, καθάπερ προσωπείῳ κατέκρυψε τὴν τοσαῦτα λυπήσασαν. Οὐκ εἶπεν, ὃ πολλαὶ λέγουσι γυναῖκες· Κατῄσχυνεν αὐτὴν ὁ Θεὸς, κατέῤῥαξε καὶ κατέβαλε τὴν μιαρὰν καὶ ἀλαζόνα καὶ μεγαλήγορον· ἀλλ' ἁπλῶς, Ἐπλατύνθη στόμα μου ἐπ' ἐχθρούς μου· εὐφράνθην ἐν σωτηρίᾳ σου. Ὅρα πῶς τὸν αὐτὸν διατηρεῖ νόμον διὰ τῆς εὐχῆς ἁπάσης. Ὥσπερ γὰρ ἐν ἀρχῇ ἔλεγεν, Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη στόμα μου ἐπ' ἐχθρούς μου· οὕτω καὶ ἐνταῦθα, Εὐφράνθην ἐν σωτηρίᾳ σου. Οὐχ ἁπλῶς, ἐν σωτηρίᾳ, ἀλλ', Ἐν σωτηρίᾳ σου· Οὐ γὰρ ἐπειδὴ ἐσώθην, φησὶν, ἀλλ' ἐπειδὴ διὰ σοῦ ἐσώθην, διὰ τοῦτο χαίρω καὶ ἀγάλλομαι. Τοιαῦται τῶν ἁγίων αἱ ψυχαί· τῶν δώρων μᾶλλον χαίρουσιν ἐπὶ τῷ δεδωκότι Θεῷ· οὐ γὰρ αὐτὸν διὰ τὰ αὐτοῦ φιλοῦσιν, ἀλλ' ἐκεῖνα δι' αὐτόν. Τοῦτο οἰκετῶν εὐγνωμόνων, τοῦτο δούλων εὐχαρίστων, πάντων τῶν ἑαυτῶν τὸν Δεσπότην τὸν ἑαυτῶν προτιθέναι. Οὕτω, παρακαλῶ, καὶ ἡμεῖς διακεώμεθα· κἂν ἁμάρτωμεν, μὴ ἀλγῶμεν, ἐπειδὴ κολαζόμεθα, ἀλλ' ἐπειδὴ παρωξύναμεν τὸν Δεσπότην· κἂν κατορθώσωμεν, μὴ χαίρωμεν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ἐπειδὴ ἠρέσαμεν τῷ βασιλεῖ τῶν οὐρανῶν. Τῷ γὰρ νοῦν ἔχοντι γεέννης ἁπάσης φοβερώτερον τὸ προσκροῦσαι Θεῷ, ὥσπερ καὶ βασιλείας ἁπάσης ποθεινότερον τὸ ἀρέσαι Θεῷ. Καὶ μὴ θαυμάσῃς εἰ ἐπὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, ὅπου γε καὶ ἐπ' ἀνθρώπων οὕτω πολλοὶ διάκεινται. Υἱοὺς γοῦν ἔχομεν πολλάκις γνησίους· κἂν ἄκοντες αὐτοὺς διαθῶμέν τι κακὸν, ἑαυτοὺς τιμωρούμεθα καὶ κολάζομεν· καὶ ἐπὶ φίλων δὲ τοῦτο ποιοῦμεν. Εἰ δὲ ἐπὶ φίλων καὶ υἱῶν τοῦ κολασθῆναι τὸ λυπῆσαι ἐκείνους πολλῷ χαλεπώτερον εἶναι νομίζομεν, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, καὶ γεέννης ἁπάσης χαλεπώτερον εἶναι νομίζειν τὸ ποιῆσαί τι τῶν μὴ δοκούντων αὐτῷ. Τοιοῦτος ἦν ὁ μακάριος Παῦλος· διὰ τοῦτο ἔλεγε· Πέπεισμαι ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Καὶ ἡμεῖς δὲ τοὺς ἁγίους μάρτυρας ὅταν μακαρίζωμεν, ἀπὸ τῶν τραυμάτων πρότερον μακαρίζομεν, καὶ τότε ἀπὸ τῶν βραβείων· ἀπὸ τῶν πληγῶν, καὶ τότε ἀπὸ τῶν ἀποκειμένων στεφάνων. Ἀπὸ γὰρ τῶν τραυμάτων τὰ βραβεῖα, οὐκ ἀπὸ τῶν βραβείων τὰ τραύματα τὴν ἀρχὴν λαμβάνει καὶ τὴν ὑπόθεσιν.