# De Anna (sermones 1-5) 4.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5), Πρὸς τοὺς τὰς συνάξεις καταλιμπάνοντας, καὶ εἰς τὰ θέατρα ἀναβαίνοντας, καὶ ὅτι οὐ μόνον χρησιμωτέρα τῆς ἐν θεάτροις διαγωγῆς ἡ ἐν ἐκκλησίᾳ διατριβὴ, ἀλλὰ καὶ ἡδίων· καὶ εἴς τε τὴν δευτέραν ῥῆσιν τῆς εὐχῆς τῆς Ἄννης, καὶ εἰς τὸ δεῖν συνεχῶς εὔχεσθαι, καὶ ἐν παντὶ τόπῳ, κἂν ἐν ἀγορᾷ ὦμεν, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-anna-sermones-1-5/4.1-4

Ἐπὶ δὲ τῆς γυναικὸς ἀμφότερα ταῦτα συνέβη, καὶ ἀσφαλείας ἀπέλαυσε καὶ δόξης ἐπέτυχεν. Οὕτω καὶ ἐπὶ τῶν τριῶν παίδων ἐγένετο· καὶ γὰρ κινδύνων ἀπηλλάγησαν διαφυγόντες τὸ πῦρ, καὶ περιφανεῖς ἐγένοντο, ὑπὲρ φύσιν τοῦ στοιχείου νικήσαντες τὴν δύναμιν. Τοιαῦτα τοῦ Θεοῦ τὰ κατορθώματα· ὁμοῦ γὰρ λαμπρὸν καὶ ἀσφαλῆ χαρίζεται βίον. Ἅπερ οὖν ἀμφότερα καὶ αὕτη αἰνιττομένη ἔλεγεν. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου. Οὐχ ἁπλῶς εἶπεν, Ἐν Θεῷ, ἀλλ', Ἐν Θεῷ μου, τὸν κοινὸν τῆς οἰκουμένης Δεσπότην ἁρπάζουσα πρὸς ἑαυτήν. Τοῦτο δὲ ἐποίησεν, οὐκ ἐλαττοῦσα αὐτοῦ τὴν δεσποτείαν, ἀλλὰ τὸν οἰκεῖον ἔρωτα ἐνδεικνυμένη τε καὶ παραμυθουμένη. Τοιοῦτον γὰρ τῶν φιλούντων τὸ ἔθος· οὐκ ἀνέχονται μετὰ πολλῶν φιλεῖν, ἀλλ' ἐξαιρέτως καὶ ἰδιαζόντως βούλονται αὐτῶν ἐνδείκνυσθαι τὸ φίλτρον. Οὕτω καὶ ὁ Δαυῒδ ποιεῖ λέγων· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Εἰπὼν γὰρ τὴν κοινὴν αὐτοῦ δεσποτείαν, εἶπε καὶ τὴν ἰδιάζουσαν τὴν ἐπὶ τῶν ἁγίων. Καὶ πάλιν, Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; Καὶ πάλιν· Ἐρῶ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ· ψυχῆς γὰρ ζεούσης καὶ θερμῆς καὶ διακαιομένης ὑπὸ τοῦ πόθου ταῦτα τὰ ῥήματα. Οὕτω καὶ ἡ γυνὴ αὕτη ἐποίησεν. Ἀλλὰ τὸ μὲν ἀνθρώπους τοῦτο ποιεῖν, θαυμαστὸν οὐδέν· ὅταν δὲ ἴδῃς τὸν Θεὸν τοῦτο ποιοῦντα, τότε ἐκπλάγηθι. Καθάπερ γὰρ οὗτοι οὐ κοινῇ μετὰ τῶν πολλῶν αὐτὸν καλοῦσιν, ἀλλὰ καὶ ἰδιαζόντως ἑαυτῶν αὐτὸν βούλονται εἶναι Θεόν· οὕτω καὶ αὐτὸς, οὐ κοινῇ μετὰ τῶν ἄλλων φησὶν αὐτῶν εἶναι Θεὸν μόνον, ἀλλὰ καὶ ἰδιαζόντως αὐτῶν. Διὰ τοῦτο λέγει, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οὐ συστέλλων αὐτοῦ τὴν δεσποτείαν, ἀλλ' ἐκτείνων μᾶλλον· οὐ γὰρ οὕτω τὸ πλῆθος τῶν ἀρχομένων, ὡς ἡ ἀρετὴ τῶν βασιλευομένων δείκνυσιν αὐτοῦ τὴν ἀρχήν· οὐδὲ οὕτω χαίρει καλούμενος Θεὸς οὐρανοῦ καὶ γῆς, καὶ θαλάττης, καὶ τῶν ἐν τούτοις, ὡς χαίρει καλούμενος Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ὅπερ ἐπ' ἀνθρώπων οὐ γίνεται, τοῦτο ἐπὶ τοῦ Θεοῦ συμβαῖνον ἔστιν ἰδεῖν. Οἷόν τι λέγω· ἐπὶ τῶν ἀνθρώπων ἀπὸ τῶν δεσποτῶν οἱ δοῦλοι καλοῦνται, καὶ οὕτως ἔθος ἅπασι λέγειν, Ὁ δεῖνα ἐπίτροπος τοῦ δεῖνος, ὁ δεῖνα οἰκονόμος τοῦ δεῖνος, στρατηγοῦ καὶ ὑπάρχου· οὐδεὶς δέ φησιν, Ὁ δεῖνα ὁ ὕπαρχος τοῦδε τοῦ ἐπιτρόπου, ἀλλὰ τοὺς ἐλάττονας ἀπὸ τῶν μειζόνων ἀεὶ καλεῖν εἰώθαμεν. Ἐπὶ δὲ τοῦ Θεοῦ τοὐναντίον γέγονεν· οὐ γὰρ μόνον Ἀβραὰμ τοῦ Θεοῦ λέγεται, ἀλλὰ καὶ ὁ Θεὸς τοῦ Ἀβραὰμ, καὶ ὁ Δεσπότης ἀπὸ τοῦ δούλου καλεῖται. Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Παῦλος ἐκπληττόμενος ἔλεγε· Δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Οὐκ ἐπαισχύνεται, φησὶν, ὁ Δεσπότης ἀπὸ τῶν δούλων καλεῖσθαι. Διὰ τί οὐκ ἐπαισχύνεται; εἰπὲ τὴν αἰτίαν. Ἵνα μιμησώμεθα καὶ ἡμεῖς. Ἀλλ' ἐκεῖνοι ξένοι καὶ παρεπίδημοι ἦσαν, φησίν. Καὶ μὴν καὶ διὰ τοῦτο ἐπαισχύνεσθαι δεῖ· ὁ γὰρ ξένος εὐτελὴς καὶ εὐκαταφρόνητος εἶναι δοκεῖ. Ἀλλ' ἐκεῖνοι οἱ ἅγιοι οὐ τοῦτον ᾖσαν ξένοι τὸν τρόπον, ὃν ἡμεῖς νομίζομεν, ἀλλ' ἕτερόν τινα καὶ παράδοξον. Ἡμεῖς μὲν γὰρ ξένους ἐκείνους καλοῦμεν τοὺς τὴν αὐτῶν πατρίδα ἀφέντας, καὶ εἰς ἑτέραν γῆν ἐλθόντας· ἐκεῖνοι δὲ οὐχ οὕτως ἦσαν ξένοι, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὑπεριδόντες, καὶ μικρὰν εἶναι νομίσαντες τὴν γῆν, πρὸς τὴν ἐν τοῖς οὐρανοῖς πόλιν ἔβλεπον, οὐ δι' ἀλαζονείαν, ἀλλὰ διὰ μεγαλοψυχίαν, οὐ δι' ἀπόνοιαν, ἀλλὰ διὰ φιλοσοφίαν. Ἐπειδὴ γὰρ ἐσκέψαντο τὰ ἐπὶ γῆς ἅπαντα, καὶ εἶδον ὅτι ῥεῖ καὶ ἀπόλλυται, καὶ οὐδὲν ἐνταῦθα βέβαιον καὶ ἀκίνητον, οὐ πλοῦτος, οὐ δυναστεία, οὐ δόξα, οὐκ αὐτὴ ἡ ζωὴ, ἀλλ' ἕκαστον ἔχει τέλος, καὶ πρὸς τὸ οἰκεῖον ἐπείγεται πέρας, τὰ δὲ ἐν τοῖς οὐρανοῖς οὐ τοιαῦτα, ἀλλὰ ἀτελεύτητα καὶ ἀθάνατα, εἵλοντο ξένοι τῶν ῥεόντων καὶ παρατρεχόντων γενέσθαι, ἵν' ἐκείνων τῶν μενόντων ἐπιλάβωνται. Ξένοι τοίνυν ἦσαν, οὐ τῷ μὴ ἔχειν πατρίδα, ἀλλὰ τῷ πατρίδος ἐφίεσθαι τῆς ἀεὶ μενούσης. Ὅπερ οὖν καὶ αὐτὸς παραδηλῶν ἔλεγεν· Οἱ δὲ ταῦτα λέγοντες, ἐμφαίνουσιν ὅτι πατρίδα ζητοῦσι. Ποίαν, εἰπὲ, πατρίδα; ἆρα τὴν προτέραν, ἣν ἀπέλιπον; Οὐχὶ, φησί· Εἰ γὰρ ἐκείνης ἐμέμνηντο, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Διὰ τοῦτο οὐκ ἐπαισχύνεται ὁ Θεὸς καλεῖσθαι αὐτῶν Θεός.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg114.local001/.
