# De Anna (sermones 1-5) 4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5), Πρὸς τοὺς ἐν ἑορταῖς μόνον συναγομένους, καὶ τί ποτέ ἐστιν ἑορτή· καὶ πρὸς τοὺς ἐγκαλοῦντας τῇ τοῦ Θεοῦ προνοίᾳ, διὰ τὸ πλουσίους εἶναι καὶ πένητας ἐν τῷ βίῳ· καὶ ὅτι χρησιμώτατον ἡ πενία καὶ ὅτι πλούτου πλείονα ἡδονὴν ἔχει πανταχοῦ καὶ ἀσφάλειαν· καὶ εἰς τὴν Ἄνναν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-anna-sermones-1-5/4

Ὥστε ἐν τοῖς ἀναγκαιοτάτοις καὶ συνέχουσιν ἡμῶν τὴν ζωὴν ὁ πένης οὐδὲν πλεονεκτεῖται, ἀλλ', εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ πλεονεκτεῖ τοῦ πλουτοῦντος. Πλουσίους μὲν γὰρ πολλοὺς ἔστιν ἰδεῖν ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας τῆς διὰ τὴν τρυφὴν ἐγγινομένης αὐτοῖς τὰ πολλὰ ὑδροποσίας ἀπεχομένους· ὁ δὲ πένης διὰ τοῦ βίου παντὸς ἀδεῶς ἀπολαύει τῶν ναμάτων τούτων, ὡς ἐπὶ πηγὰς μέλιτος, οὕτως ἐπὶ τὰς τῶν ὑδάτων τρέχων πηγὰς, καὶ εἰλικρινῆ καὶ καθαρὰν ἐκεῖθεν καρπούμενος τὴν ἡδονήν. Τί δὲ ἡ τοῦ πυρὸς φύσις; οὐχὶ μυρίων ἀναγκαιοτέρα θησαυρῶν καὶ πλούτου παντὸς ἀνθρωπίνου; Καὶ οὗτος πάλιν ἐξ ἴσης πλουσίῳ καὶ πένητι πρόκειται τῆς χρείας ὁ θησαυρός. Ἡ δὲ παρὰ τοῦ ἀέρος γινομένη τοῖς σώμασιν ἡμῶν ὠφέλεια, καὶ τὸ φῶς τῆς ἀκτῖνος, ἆρα τοῖς μὲν εὐπόροις πλέον, τοῖς δὲ πένησιν ἔλαττον παραγίνεται, κἀκεῖνοι μὲν τέτρασιν, οὗτοι δὲ δύο μόνον καθορῶσιν αὐτὸ ὀφθαλμοῖς; Ἀλλ' οὐδὲ τοῦτο ἂν ἔχοι τις εἰπεῖν· καὶ γὰρ καὶ πλουσίοις καὶ πένησιν ἴσον τῆς ἀπολαύσεως ὥρισται μέτρον, μᾶλλον δὲ καὶ ἐνταῦθα τοὺς πένητας τῶν πλουτούντων πλεονεκτοῦντας ἴδοι τις ἂν, ὅσῳ καὶ τρανοτέρας τὰς αἰσθήσεις, καὶ ὀξύτερον τὸ ὄμμα, καὶ ἀκριβεστέρας ἔχουσι τὰς ἀντιλήψεις ἁπάσας. Διὸ καὶ γνησιωτέραν καρποῦνται τὴν ἡδονὴν, καὶ μᾶλλον ἐντρυφῶσι καὶ ἀπολαύουσι τῇ θεωρίᾳ τῆς κτίσεως. Οὐκ ἐπὶ τῶν στοιχείων δὲ μόνον τούτων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τῶν παρὰ τῆς φύσεως εἰσενεχθέντων ἡμῖν, πολλὴν ὄψει τὴν ἰσότητα, μᾶλλον δὲ τὴν πλεονεξίαν παρὰ τοῖς πένησιν οὖσαν. Καὶ γὰρ ὕπνος, ὁ πάσης τρυφῆς ἡδίων καὶ ἀναγκαιότερος, καὶ τροφῆς ἁπάσης χρησιμώτερος, εὐκολώτερος τοῖς πένησιν, ἢ τοῖς πλουσίοις ἐστίν· οὐκ εὐκολώτερος δὲ μόνον, ἀλλὰ καὶ εἰλικρινέστερος. Ἐκείνοις μὲν γὰρ ἡ πολλὴ τρυφὴ, καὶ τὸ μήτε πεινῶντας ἐσθίειν, μήτε διψῶντας πίνειν, μήτε καθεύδειν νυστάζοντας, τὴν ἐν ἅπασιν ἡδονὴν ἐκλύειν εἴωθεν· οὐ γὰρ οὕτως ἡ τῶν πραγμάτων φύσις, ὡς τὸ τῆς χρείας ἀναγκαῖον ἕκαστον ἡμῖν τούτων ἡδὺ καθίστησιν. Οὐχ οὕτω γοῦν τὸ πίνειν οἶνον ἡδὺν καὶ ἀνθοσμίαν, ὡς τὸ διψῶντας πίνειν ὕδωρ εὐφραίνειν εἴωθεν· οὐχ οὕτω τὸ πλακοῦντας ἐσθίειν, ὡς τὸ πεινῶντας ἐσθίειν· οὐχ οὕτω τὸ καθεύδειν ἐπὶ στρωμνῆς ἁπαλῆς, ὡς τὸ νυστάζοντας καθεύδειν· ἅπερ ἅπαντα παρὰ τοῖς πένησι μᾶλλόν ἐστιν, ἢ παρὰ τοῖς πλουτοῦσι. Τὰ δὲ τῆς ὑγιείας τοῦ σώματος καὶ τῆς ἄλλης εὐεξίας ἁπάσης οὐ κοινὰ καὶ πλουσίοις καὶ πένησι πρόκειται; Μὴ δύναταί τις εἰπεῖν ἢ δεῖξαι, ὅτι πένητες μὲν ἀῤῥωστοῦσι μόνον, πλούσιοι δὲ διὰ παντὸς ἐν καθαρᾷ διαμένουσιν ὑγιείᾳ; Τοὐναντίον μὲν οὖν ἔστιν ἰδεῖν, πένητας μὲν οὐ ῥᾳδίως ἁλισκομένους τοῖς ἀνιάτοις νοσήμασι, πανταχοῦ δὲ ἐν τοῖς τῶν πλουτούντων σώμασι ταῦτα βλαστάνοντα. Ποδαλγίαι γοῦν, καὶ καρηβαρίαι, καὶ παρέσεις, καὶ νεύρων ἀνήκεστοι διαστροφαὶ, καὶ πονηρὰ καὶ διεφθαρμένα ῥεύματα παντοδαπὰ, κἀκείνοις μάλιστα ἐνοχλεῖν εἴωθε τοῖς τρυφῶσι, τοῖς μύρων ὄζουσιν, οὐ τοῖς πονοῦσι καὶ ταλαιπωρουμένοις, καὶ ἐκ τῆς καθ' ἑκάστην ἡμέραν ἐργασίας τὴν ἀναγκαίαν τροφὴν πορίζουσι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg114.local001/.
