Ancient Greek
ΟΜΙΛΙΑ Γʹ Εἰς τὴν Ἄνναν, καὶ εἰς τὴν τοῦ Σαμουὴλ γαλακτοτροφίαν· καὶ ὅτι χρήσιμος ἡ περὶ τὸν τόκον βραδύτης, καὶ ὅτι ἐπικίνδυνον καὶ σφαλερὸν τὸ τῶν παίδων ἀμελεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 5.1-3
Not analysed yet
Ποῖον γὰρ ἂν γένοιτο κέρδος ἐκ· τῆς τῶν δήμων εὐφημίας; εἰπέ μοι. Τῆς ἑσπέρας γὰρ καταλαβούσης εὐθέως ὁ κρότος ἐκεῖνος καὶ ὁ θόρυβος ἅπας μαραίνεται, καὶ παρελθούσης τῆς πανηγύρεως, ὥσπερ ὄναρ τρυφήσαντες, οὕτως ἔρημοι πάσης καθίστανται εὐφροσύνης, καὶ οὔτε τὴν ἀπὸ τοῦ στεφάνου, οὔτε τὴν ἀπὸ τῆς στολῆς τῆς λαμπρᾶς καὶ τῆς ἄλλης φαντασίας ἁπάσης εὐθυμίαν ἐγγινομένην αὐτοῖς ζητοῦντες εὑρεῖν δύναιντ' ἂν, ἀνέμου παντὸς ταχύτερον παραδραμόντων αὐτοὺς ἁπάντων. Ἡ δὲ τῶν οὐρανῶν πολιτεία τοὐναντίον ἅπαν· χωρὶς δαπάνης πολὺ φέρει τὸ κέρδος ἡμῖν καὶ μόνιμον. Οὐ γὰρ ἄνθρωποι μεθύοντες, ἀλλὰ τῶν ἀγγέλων ὁ δῆμος τὸν ἐκεῖ πολιτευόμενον κροτοῦσι διηνεκῶς. Καὶ τί λόγω τῶν ἀγγέλων τὸν δῆμον; Αὐτὸς αὐτὸν ὁ τῶν ἀγγέλων Δεσπότης ἐπαινέσει καὶ ἀποδέξεται. Ὁ δὲ παρὰ τοῦ Θεοῦ ἐπαινούμενος, οὐ μίαν, οὐδὲ δύο, καὶ τρεῖς ἡμέρας, ἀλλὰ διὰ παντὸς τοῦ αἰῶνος πομπεύει στεφανηφορῶν, καὶ γυμνὴν οὐκ ἄν ποτε ἴδοις τῆς δόξης ἐκείνης τὴν τοῦ τοιούτου κεφαλήν· οὐ γὰρ ὡρισμέναις ἡμέραις ὁ τῆς πανηγύρεως ταύτης περιγέγραπται χρόνος, ἀλλὰ πρὸς τὴν ἀθανασίαν τῶν μελλόντων ἐκτείνεται. Ταύτης τῆς λειτουργίας οὐκ ἄν ποτε γένοιτο πενία κώλυμα, ἀλλὰ δυνατὸν καὶ τὸν πένητα λειτουργῆσαι ταύτην τὴν λειτουργίαν, καὶ μάλιστα τὸν πένητα, ἅτε πάσης ἀπηλλαγμένον φαντασίας βιωτικῆς· οὐ γὰρ δαπάνης χρημάτων καὶ περιουσίας, ἀλλὰ ψυχῆς δεῖ καθαρᾶς καὶ σωφρονούσης διανοίας. Ἀπὸ ταύτης καὶ τὰ ἱμάτια τῆς πολιτείας ἐκείνης ὑφαίνεται τῇ ψυχῇ, καὶ ὁ στέφανος πλέκεται· ὥστε ἂν μὴ τοῖς τῆς ἀρετῆς ᾖ κεκοσμημένη κατορθώμασιν, οὐδὲν ὄφελος αὐτῇ χρυσίου πολλοῦ· ὥσπερ οὖν οὐδὲ βλάβος ἔσται πενίας, ἐὰν τὸν ἔνδοθεν ἔχῃ πλοῦτον ἐναποκείμενον. Ταύτην τὴν λειτουργίαν μὴ μόνον ἄῤῥενες παῖδες, ἀλλὰ καὶ θυγατέρες ἡμῖν λειτουργείτωσαν· οὐ γὰρ ὥσπερ ἐπὶ τῆς ἔξωθεν πολιτείας ἀνδράσι μόνον ταῦτα λειτουργεῖν ἐπιτέτακται, ἀλλὰ καὶ γυναῖκας ἐκεῖνο τὸ θέατρον δέχεται, καὶ γέροντας, καὶ νέους, καὶ δούλους, καὶ ἐλευθέρους. Ὅπου γὰρ ψυχῆς ἐστιν ἡ ἐπίδειξις, οὐ φύσις, οὐχ ἡλικία, οὐκ ἀξίωμα βιωτικὸν, οὐκ ἄλλο οὐδὲν ἐμποδίζειν πέφυκε. Διὰ δὴ τοῦτο, παρακαλῶ πάντας ὑμᾶς, ἐκ πρώτης ἡλικίας ἐκδιδόναι καὶ υἱοὺς καὶ θυγατέρας ταῖς τοιαύταις λειτουργίαις, καὶ τὸν τῇ τοιαύτῃ πολιτείᾳ ἁρμόζοντα προαποτίθεσθαι πλοῦτον αὐτοῖς, οὐ χρυσίον κατορύττοντας, οὐδὲ ἀργύριον συλλέγοντας, ἀλλ' ἐπιείκειαν, σωφροσύνην, σεμνότητα, τὴν ἄλλην ἅπασαν ἀρετὴν ἐναποτιθεμένους αὐτῶν τῇ ψυχῇ. Ταύτης γὰρ δεῖται τῆς δαπάνης ἐκείνη ἡ λειτουργία. Ἂν ταύτην οὖν καὶ ἑαυτοῖς καὶ τοῖς παιδίοις συλλέξωμεν τὴν εὐπορίαν, καὶ κατὰ τὸν παρόντα βίον πολλῆς ἀπολαυσόμεθα τῆς λαμπρότητος, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν τῆς μακαρίας ἐκείνης ἀκουσόμεθα φωνῆς, δι' ἣν ἅπαντας τοὺς ὁμολογήσαντας αὐτὸν ὁ Χριστὸς ἀνακηρύττει. Ὁμολογία δὲ οὐχ ἡ διὰ τῆς πίστεως μόνον ἐστὶν, ἀλλὰ καὶ ἡ διὰ τῶν ἔργων, ὡς ἐὰν μὴ καὶ αὐτὴ παρῇ, κινδυνεύομεν μετὰ τῶν ἀρνουμένων κολάζεσθαι. Οὐ γὰρ εἷς ἀρνήσεώς ἐστι τρόπος, ἀλλὰ πολλοὶ καὶ διάφοροι, οὓς ὁ Παῦλος ἡμῖν ὑπογράφων οὕτως ἔλεγε· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· καὶ πάλιν· Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων· καὶ πάλιν· Φεύγετε τὴν πλεον εξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία. Ἐπεὶ οὖν ἀρνήσεως τοσοῦτοι τρόποι, εὔδηλον ὅτι καὶ ὁμολογίας τοσοῦτοι, καὶ πολλῷ πλείους· οὓς δὴ πάντας ὁμολογῆσαι σπουδάσωμεν, ἵνα καὶ αὐτοὶ τῆς ἐν τοῖς οὐρανοῖς τιμῆς ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ, καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.