# De Anna (sermones 1-5) 5.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5), Πρὸς τοὺς τὰς συνάξεις καταλιμπάνοντας, καὶ εἰς τὰ θέατρα ἀναβαίνοντας, καὶ ὅτι οὐ μόνον χρησιμωτέρα τῆς ἐν θεάτροις διαγωγῆς ἡ ἐν ἐκκλησίᾳ διατριβὴ, ἀλλὰ καὶ ἡδίων· καὶ εἴς τε τὴν δευτέραν ῥῆσιν τῆς εὐχῆς τῆς Ἄννης, καὶ εἰς τὸ δεῖν συνεχῶς εὔχεσθαι, καὶ ἐν παντὶ τόπῳ, κἂν ἐν ἀγορᾷ ὦμεν, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-anna-sermones-1-5/5.1-4

Μιμησώμεθα δὴ καὶ ἡμεῖς τούτους, παρακαλῶ· ὑπερίδωμεν τῶν παρόντων, ἐπιθυμήσωμεν τῶν μελλόντων, λάβωμεν τὴν γυναῖκα ταύτην διδάσκαλον, καὶ πρὸς τὸν Θεὸν ἀεὶ καταφεύγωμεν, καὶ παρ' ἐκείνου πάντα αἰτῶμεν. Οὐδὲν γὰρ εὐχῆς ἴσον· καὶ γὰρ τὰ ἀδύνατα αὕτη ποιεῖ δυνατὰ, καὶ τὰ δύσκολα ῥᾴδια, καὶ τὰ δυσχερῆ εὐθέα καθίστησι. Ταύτην καὶ ὁ μακάριος Δαυῒδ κατώρθου· διὸ καὶ ἔλεγεν· Ἑπτάκις τῆς ἡμέρας ᾔνησά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Εἰ δὲ βασιλεὺς ἀνὴρ μυρίαις βαπτιζόμενος φροντίσι, καὶ πανταχόθεν περιελκόμενος, τοσαυτάκις τῆς ἡμέρας παρεκάλει τὸν Θεὸν, τινὰ ἂν ἔχοιμεν ἀπολογίαν ἢ συγγνώμην ἡμεῖς, τοσαύτην σχολὴν ἄγοντες, καὶ μὴ συνεχῶς αὐτὸν ἱκετεύοντες, καὶ ταῦτα τοσοῦτον μέλλοντες καρποῦσθαι κέρδος; Ἀμήχανον γὰρ, ἀμήχανον, ἄνθρωπον μετὰ τῆς προσηκούσης προθυμίας εὐχόμενον, καὶ παρακαλοῦντα τὸν Θεὸν συνεχῶς, ἁμαρτεῖν ποτε. Καὶ πῶς, ἐγὼ λέγω. Ὁ διαθερμάνας αὐτοῦ τὴν διάνοιαν, καὶ τὴν ψυχὴν ἀναστήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν Δεσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν ἁμαρτημάτων ἀναμνησθεὶς, καὶ περὶ τῆς συγχωρήσεως τούτων αὐτῷ διαλεχθεὶς, καὶ παρακαλέσας ἵλεων γενέσθαι καὶ ἥμερον, ἀπὸ τῆς ἐν τοῖς λόγοις τούτοις διατριβῆς πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα, καὶ πτεροῦται, καὶ τῶν ἀνθρωπίνων παθῶν ὑψηλότερος γίνεται· κἂν ἐχθρὸν ἴδῃ μετὰ τὴν εὐχὴν, οὐκ ἔτι ὡς ἐχθρὸν ὄψεται· κἂν γυναῖκα εὔμορφον, οὐ κατακλασθήσεται πρὸς τὴν ὄψιν, τοῦ πυρὸς τοῦ κατὰ τὴν εὐχὴν ἔνδον μένοντος, καὶ πάντα ἄτοπον λογισμὸν διωθουμένου. Ἀλλ' ἐπεὶ ἀνθρώπους ὄντας εἰκὸς καὶ εἰς ῥᾳθυμίαν ἐμπεσεῖν, ἐπειδὰν παρέλθῃ μία καὶ δευτέρα ὥρα καὶ τρίτη μετὰ τὴν εὐχὴν, καὶ ἴδῃς τὴν γενομένην σοι θερμότητα κατὰ μικρὸν ὑποῤῥεῖν μέλλουσαν, δράμε ταχέως πάλιν ἐπὶ τὴν εὐχὴν, καὶ καταψυγεῖσάν σου τὴν διάνοιαν θέρμανον. Κἂν τοῦτο ποιῇς διὰ πάσης τῆς ἡμέρας, τὰ μεταξὺ διαλείμματα τῇ πυκνότητι τῶν εὐχῶν διαθερμαίνων, οὐ δώσεις τῷ διαβόλῳ ἀφορμὴν καὶ εἴσοδον κατὰ τῶν σῶν λογισμῶν. Καὶ ὅπερ ἀριστοποιούμενοι καὶ πίνειν μέλλοντες ποιοῦμεν, ἐπειδὰν ἴδωμεν τὸ θερμανθὲν ὕδωρ καταψυγὲν, ἐπὶ τῆς ἐσχάρας αὐτὸ τίθεμεν πάλιν, ὥστε διαθερμανθῆναι ταχέως· τοῦτο καὶ ἐνταῦθα ποιῶμεν, καὶ καθάπερ ἐπ' ἀνθράκων, τῆς εὐχῆς, τιθέντες ἡμῶν τὸ στόμα, οὕτω πάλιν ἀνάπτωμεν ἡμῶν τὴν διάνοιαν εἰς εὐλάβειαν, καὶ μιμώμεθα τοὺς οἰκοδόμους. Καὶ γὰρ ἐκεῖνοι πλίνθους μέλλοντες οἰκοδομεῖν, διὰ τὸ τῆς ὕλης σαθρὸν ξύλοις μακροῖς ἀποσφίγγουσι τὴν οἰκοδομὴν, καὶ οὐδὲ διὰ πολλοῦ τοῦτο ποιοῦσι τοῦ διαστήματος, ἀλλὰ δι' ὀλίγου, ἵνα τῇ πυκνότητι τῶν ξύλων τούτων ἀσφαλεστέραν τὴν συνθήκην τῶν πλίνθων ἐργάσωνται. Τοῦτο καὶ σὺ ποίησον, καὶ τὰς βιωτικὰς πράξεις ἁπάσας, καθάπερ ἱμαντώσεσί τισι ξύλων, τῇ συνεχείᾳ τῶν εὐχῶν διαλαμβάνων, πάντοθέν σου περίφραξον τὴν ζωήν. Ἂν τοίνυν οὕτω ποιῇς, κἂν μυρίοι πνεύσωσιν ἄνεμοι λοιπὸν, κἂν πειρασμοὶ κἂν ἀθυμίαι, κἂν λογισμοί τινες ἀηδεῖς, κἂν ὁτιοῦν ἐπέλθῃ δεινὸν, οὐ δυνήσεται καταβαλεῖν τὴν οἰκίαν ἐκείνην πυκναῖς οὕτως εὐχαῖς συνδεδεμένην. Καὶ πῶς δυνατὸν, φησὶν, ἄνθρωπον βιωτικὸν, δικαστηρίῳ προσηλωμένον, κατὰ τρεῖς ὥρας εὔχεσθαι τῆς ἡμέρας, καὶ εἰς ἐκκλησίαν ἐκτρέχειν; Δυνατὸν, καὶ σφόδρα εὔκολον· κἂν γὰρ εἰς ἐκκλησίαν δραμεῖν μὴ ῥᾴδιον, ἑστῶτα ἐκεῖ πρὸ τῶν θυρῶν, καὶ τῷ δικαστηρίῳ προσηλωμένον εὔξασθαι δυνατόν· οὐδὲ γὰρ οὕτω φωνῆς χρεία, ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν, ὡς συντεταμένης ψυχῆς, οὐδὲ σχήματος, ἀλλὰ φρονήματος· ἐπεὶ καὶ ἡ Ἄννα αὕτης, οὐκ ἐπειδὴ λαμπρὰν καὶ μεγάλην ἀφῆκε φωνὴν, διὰ τοῦτο ἠκούετο, ἀλλ' ἐπειδὴ μεγάλα ἔνδον κατὰ τὴν καρδίαν ἐβόα. Ἡ φωνὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησὶ, καὶ εἰσήκουεν αὐτῆς ὁ Θεός. Τοῦτο καὶ ἄλλοι πολλοὶ πολλάκις ἐποίησαν, καὶ βοῶντος τοῦ ἄρχοντος ἔνδοθεν, ἀπειλοῦντος, διατεινομένου, μαινομένου, πρὸ τῶν θυρῶν ἑστῶτες σφραγισάμενοι, καὶ ὀλίγα ῥήματα κατὰ διάνοιαν εὐξάμενοι, εἰσελθόντες μετέβαλον αὐτὸν καὶ ἐπράϋναν, καὶ ἥμερον ἐξ ἀγρίου κατέστησαν· καὶ οὐδὲν οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς σιγῆς πρὸς τὴν εὐχὴν ταύτην ἐνεποδίσθησαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg114.local001/.
