# De Babyla contra Julianum et gentiles 1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles, Sect 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-babyla-contra-julianum-et-gentiles/1

Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς μέλλων πρὸς τὸ πάθος ἤδη χωρεῖν καὶ τὸν θάνατον ἀποθνήσκειν τὸν ζωοποιὸν αὐτῇ τῇ τελευταίᾳ νυκτί, καλέσας ἰδίᾳ τοὺς ἑαυτοῦ μαθητάς, ἄλλα τε διελέχθη πολλὰ καὶ παρῄνεσε καὶ μετὰ τῶν ἄλλων εἶπέ τι καὶ τοιοῦτον αὐτοῖς· "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει." Καίτοι πολλοὶ ἕτεροι διδάσκαλοί τε ἐγένοντο καὶ μαθητὰς ἔσχον καὶ θαύματα ἐπεδείξαντο καθὼς Ἑλλήνων παῖδες κομπάζουσι, ἀλλ' ὅμως οὐδεὶς οὐδέποτε ἐκείνων τοιοῦτον οὐδὲν οὔτε εἰς νοῦν ἐβάλετο οὔτε εἰπεῖν ἐτόλμησεν. Οὐδ' ἂν ἔχοιεν Ἑλλήνων παῖδες, κἂν πάντα ἀναισχυντοῖεν, ἐπιδεῖξαι πρόρρησιν ἢ λόγον τοιοῦτον κείμενον παρ' αὐτοῖς, ἀλλὰ φάσματα μὲν τῶν κατοιχομένων καὶ νεκρῶν τινῶν εἴδωλα δεῖξαι πολλοὶ πολλοὺς παρ' αὐτοῖς θαυματοποιούς φασι, καὶ φωνὰς δέ τινας ἀπὸ μνημείων τισὶν ἐνεχθῆναι λέγουσιν, ὅτι δέ τις τῶν ζησάντων ἀνθρώπων καὶ θαυμασθέντων παρ' αὐτοῖς ἢ οὓς μετὰ τελευτὴν ἐνόμισαν εἶναι θεοὺς εἶπέ τι τοιοῦτον τοῖς ἑαυτοῦ μαθηταῖς οὐδεὶς ἂν αὐτῶν διισχυρίσαιτό ποτε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg373.local001/.
