# De Babyla contra Julianum et gentiles 105

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles, Sect 105. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-babyla-contra-julianum-et-gentiles/105

"Ὀλύμπια μὲν οὐ μάλα πόρρω"—πάλιν γὰρ ἐπὶ τὸν θρῆνον ἐλεύσομαι δεικνὺς ὅσην ἅπαντες οἱ τότε τὴν πόλιν οἰκοῦντες Ἕλληνες ἐδέξαντο τὴν πληγὴν καὶ ὡς οὐκ ἂν τοῦτο πράως ἤνεγκεν ὁ βασιλεὺς ἀλλὰ πάντα θυμὸν εἰς τὴν τοῦ μάρτυρος λάρνακα ἀφῆκεν ἂν εἰ μὴ φόβῳ κατείχετο μείζονι—τί οὖν φησιν; Ὀλύμπια μὲν οὐ μάλα πόρρω, συγκαλέσει δὲ ἡ πανήγυρις τὰς πόλεις αἱ δὲ ἥξουσι βοῦς ἄγουσαι τῷ Ἀπόλλωνι θυσίαν. Τί δράσωμεν; Ποῖ καταλυσώμεθα; Τίς ἡμῖν θεῶν διαστήσει τὴν γῆν; Ποῖος κῆρυξ, ποία σάλπιγξ οὐχ ὑποκινήσει δάκρυον; Τίς ἑορτὴν ἐρεῖ τὰ Ὀλύμπια τοῦ πτώματος ἐγγύθεν ἐπεμβάλλοντος ὀδυρμόν; "Δὸς τόξα μοι κερουλκά," φησὶν ἡ τραγῳδία, ἐγὼ δὲ λέγω καὶ μαντικῆς τι μικρὸν ὅπως τῇ μὲν ἕλω τῇ δὲ τοξεύσω τὸν δράσαντα. Ὢ τόλμης ἀσεβοῦς, ὢ ψυχῆς μιαρᾶς, ὢ θρασείας χειρός. Τίτυός τις οὗτος ἕτερος ἢ Ἴδας ὁ ἀδελφὸς Λυγκέως οὐ μέγας μὲν ὥσπερ ἐκεῖνος οὐδὲ τοξότης ὥσπερ οὗτος ἀλλ' ἓν τοῦτο εἰδὼς τὸ κατὰ θεῶν μαίνεσθαι. Τοὺς μὲν Ἀλωέως ἔτι διανοουμένους τὰς τῶν θεῶν ἐπιβουλὰς θανάτῳ κατέπαυσας, Ἄπολλον, τούτῳ δὲ πόρρωθεν φέροντι τὸ πῦρ οὐκ ἀπήντησεν ὀιστὸς ἐπ' αὐτὴν φερόμενος τὴν καρδίαν. Ὢ δεξιᾶς τελχῖνος, ὢ πυρὸς ἀδίκου. Ποῦ ποτε ἄρα τὸ πρῶτον ἔπεσε; Τί τοῦ κακοῦ τὸ προοίμιον; Ἆρα ἐξ ὀροφῆς ἀρξάμενον ἐπὶ τὰ ἄλλα προὔβη· τὴν κεφαλὴν ἐκείνην, τὸ πρόσωπον, τὴν φιάλην, τὴν κίδαριν, τὸν ποδήρη χιτῶνα; Ἥφαιστος δὲ πυρὸς ταμίας οὐκ ἠπείλησε τῷ πυρὶ λυμαινομένῳ τὴν χάριν ὀφείλων τῷ θεῷ μηνύματος ἀρχαίου. Ἀλλ' οὐδὲ ὁ Ζεὺς ὄμβρων ἡνίας ἔχων ὕδωρ ἀφῆκεν ἐπὶ τὴν φλόγα καὶ ταῦτα ποτε Λυδῶν βασιλεῖ δυστυχήσαντι σβέσας πυράν. Τί πρῶτον ἄρα πρὸς αὐτὸν εἶπεν ὁ τὸν πόλεμον ἀράμενος; Πόθεν ποτὲ τὸ θάρσος; Πῶς δὲ ἐφύλαξε τὴν ὁρμήν; Πῶς δὲ οὐκ ἔλυσε τὸ δόγμα τοῦ θεοῦ τὸ κάλλος αἰδεσθείς; Μέχρι τίνος οὐ διαβλάψεις, ἄθλιε καὶ ταλαίπωρε, ταῦτα ἀνθρωπίνης εἶναι λέγων χειρὸς καὶ ὥσπερ οἱ παραπαίοντες ἐναντιολογῶν καὶ σαυτῷ μαχόμενος;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg373.local001/.
