Ancient Greek · ~3 min
Sect 109
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 109
Not analysed yet
Σὺ δὲ καὶ τόξα ἀπαιτεῖς οὐδὲν ἐκείνου τοῦ ταῦτα ἐν τῇ τραγῳδίᾳ λέγοντος διεστηκώς. Πῶς γὰρ οὐ μανία πρόδηλος καὶ σαφὴς προσδοκᾶν τι τοῖς ὅπλοις τούτοις ἀνύειν ἃ τὸν κεκτημένον οὐδὲν ὤνησεν; Εἰ μὲν γὰρ αὐτὸς μείζονα καὶ τὴν τέχνην καὶ τὴν ἐμπειρίαν τοῦ δαίμονος ἔχειν φὴς οὐκ ἐχρῆν αὐτὸν τιμᾶν ἀμαθέστερόν τε ὄντα καὶ ἀσθενέστερον ἐν οἷς αὐτόν φατε πάντων κρατεῖν. Εἰ δὲ τῶν πρωτείων ἐκείνῳ παραχωρεῖς ἄν τε τοξεύειν ἄν τε μαντεύεσθαι δέῃ, πῶς ἐν τῷ μέρει τῆς τέχνης ταῦτα προσεδόκησας δράσειν ἅπερ ὁ τὴν ὅλην ἔχων οὐκ ἴσχυσε; Γέλως ταῦτα καὶ λῆρος· οὔτε γὰρ εἶχέ τε μαντικῆς οὔτε κἂν εἶχεν ἤνυσεν ἄν. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὁ ταῦτα ἐργασάμενος ἀνὴρ ἀλλὰ θεία δύναμις.