# De Babyla contra Julianum et gentiles 112

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles, Sect 112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-babyla-contra-julianum-et-gentiles/112

Ἐπακούσωμεν δὲ καὶ τῶν λοιπῶν τοῦ θρήνου ῥημάτων (οὕτω γὰρ τὸ πένθος εἰσόμεθα καλῶς ὃ κατέσχεν αὐτῶν τὰς ψυχάς) Ἄνδρες ἕλκομαι τὴν ψυχὴν πρὸς τὸ εἶδος τοῦ θεοῦ καί μοι πρὸ τῶν ὀμμάτων ἵστησιν ὁ λογισμὸς τὸν τύπον· ἡμερότητα μορφῆς, ἁπαλότητα δέρρης—ἐν λίθῳ καὶ ταῦτα—ζωστῆρα περὶ τῷ στήθει συνάγοντα χιτῶνα χρυσοῦν ὡς αὐτοῦ τὰ μὲν ἐνιζάνειν τὰ δὲ ὑπανίστασθαι. Τὸ δὲ ὅλον σχῆμα τίνος οὐκ ἂν ζέοντα ἐκοίμισε θυμόν; Ἐῴκει γὰρ ᾄδοντι μέλος. Καὶ πού τις καὶ ἤκουσεν ὥς φασιν ἐν μεσημβρίᾳ κιθαρίζοντος. Ὦτα εὐδαίμονα. Τὸ δὲ ᾆσμα ἄρα ἦν ἔπαινος τῆς γῆς ᾗ μοι φαίνεται καὶ σπένδειν ἀπὸ τῆς χρυσῆς κυάθου ὅτι τὴν κόρην ἔκρυψε ῥαγεῖσά τε καὶ συνελθοῦσα. Εἶτα μικρὰ πρὸς τὸν ἐμπρησμὸν ὀλοφυρόμενος, Ἐβόα μὲν φησίν, ὁδοιπόρος ἀνιούσης τῆς αὐγῆς ἐκυκᾶτο δ' ἐφ' ὕλῃ Δάφνης ἔνοικος ἱέρεια τοῦ θεοῦ. Πληγαὶ δὲ στέρνων καὶ οἰμωγή τις ὀξεῖα διὰ χωρίου πολυδένδρου δραμοῦσα πίπτει μὲν εἰς τὸ ἄστυ δεινή τε καὶ φρικώδης, ὄμμα δὲ ἄρχοντος ἄρτι γευόμενον ὕπνου πικρῷ ῥήματι τῆς εὐνῆς ἐξανέστησεν. Ὁ δὲ ἐμμανὴς ἤλαυνε· πτερὰ γὰρ Ἑρμοῦ ζητῶν αὐτὸς μὲν ἐπὶ ζήτησιν ᾔει τῆς τοῦ κακοῦ ῥίζης φλεγόμενος ἔνδον οὐχ ἧττον ἢ ὁ νεώς, δοκοὶ δὲ ἐφέροντο κάτω φέρουσαι πῦρ ὅτῳ πελάσειαν φθείρουσαι τὸν Ἀπόλλω μὲν εὐθὺς ἅτε καὶ μικρὸν διέχοντα τοῦ στέγους ἔπειτα δὲ τὰ ἄλλα κάλλη· Μουσῶν οἰκιστῶν εἰκόνας, λίθων ἀστραπάς, κιόνων ὥραν. Ὁ δὲ ὅμιλος ... ἐν ᾖ περιεστήκεσαν ὀλοφυρόμενοι βοηθεῖν δὲ ἀποροῦντες, ὃ καταλαμβάνει τοὺς ἀπὸ τῆς γῆς ναυαγίαν ὁρῶντας ὧν ἡ βοήθεια δακρῦσαι τὸ γινόμενον. Ἦ που μέγαν μὲν ἤγειραν γόον ἐκπηδήσασαι τῶν πηγῶν αἱ νύμφαι μέγαν δὲ ὁ Ζεὺς ὁ ἐγγύς που καθήμενος ὁποῖον εἰκὸς ἐπὶ τιμαῖς υἱέος συγκεχυμέναις μέγαν δὲ δαιμόνων μυρίων ὅμιλος ἐν τῷ ἄλσει διαιτωμένων. Οὐδὲν ἐλάττω θρῆνον ἐκ μέσης τῆς πόλεως ἡ Καλλιόπη τοῦ χαροποιοῦ τῶν Μουσῶν ἠδικημένου τῷ πυρί. Εἶτα πρὸς τῷ τέλει φησί· Γενοῦ μοι καὶ νῦν, Ἄπολλον, οἷόν σε ἐποίησεν ὁ Χρύσης καταρώμενος τοῖς Ἀχαιοῖς θυμοῦ τε πλήρη καὶ νυκτὶ ἐοικότα ὅτι δή σοι τὰς στολὰς ἡμῶν ἀποδιδόντων καὶ ὅσον ἦν ἀπενεχθὲν ἀντικαθιστάντων προανηρπάσθη τὸ τιμώμενον οἷον νυμφίου τινὸς πλεκομένων ἤδη στεφάνων ἀπελθόντος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg373.local001/.
