Ancient Greek · ~4 min
Sect 113
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 113
Not analysed yet
Ὁ μὲν θρῆνος οὗτος μᾶλλον δὲ ὀλίγα τοῦ θρήνου μέρη. Ἐμοὶ δὲ θαυμάζειν ἔπεστι, πῶς ἐφ' οἷς ἐγκαλύπτεσθαι ἐχρῆν ἐπὶ τούτοις αὐτὸν σεμνύνειν οἴεται, οὐδὲν ἄμεινον ἀκολάστου νέου καὶ αἰσχροῦ κατὰ μεσημβρίαν ποιῶν αὐτὸν κιθαρίζοντα καὶ τοῦ ᾄσματος ὑπόθεσιν εἶναι λέγων τὴν ἐρωμένην καὶ ὦτα εὐδαίμονα καλῶν τὰ τῆς ᾠδῆς ἐπακούσαντα τῆς αἰσχρᾶς. Καὶ τὸ μέν τινας τῶν τὴν Δάφνην οἰκούντων δακρύειν καὶ τοὺς προσκειμένους αὐτοῖς καὶ τὸν τῆς πόλεως ἄρχοντα φλέγεσθαι καὶ πλέον τῶν θρήνων μηδὲν ἐμποιεῖν, οὐδὲν θαυμαστόν, τὸ δὲ καὶ αὐτοὺς τοὺς θεοὺς ἐπὶ τῆς αὐτῆς ἀμηχανίας εἶναι καὶ δακρύειν μόνον κατ' αὐτοὺς καὶ μήτε τὸν Δία μήτε τὴν Καλλιόπην μήτε τὸν πολὺν τῶν δαιμόνων ὅμιλον ἀλλὰ μηδὲ τὰς νύμφας αὐτὰς ἀρκέσαι πρὸς τὴν πυρὰν ἀλλὰ πάντας κωκυτοὺς καὶ οἰμωγὰς ἐγείρειν μόνον, τοῦτό ἐστι τὸ πολλοῦ γέλωτος γέμον. Ὅτι μὲν οὖν μεγάλην εἶχον πληγὴν ἱκανῶς ἐκ τῶν εἰρημένων ἀποδέδεικται—καὶ γὰρ καὶ ἐν μέσῳ που τῆς μονῳδίας ῥητῶς οὕτως περὶ τὰ καίρια πεπλῆχθαι αὐτοὺς ὡμολόγησεν. Οὐκ ἂν οὖν τοῦτο πράως ἤνεγκεν ὁ βασιλεὺς μὴ δέει καὶ τρόμῳ μείζονι κατεχόμενος.