Ancient Greek · ~4 min
Sect 117
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 117
Not analysed yet
Ἰδοὺ γὰρ εἰκοστὸν ἔτος ἐστὶν ἐξ ἐκείνου λοιπὸν καὶ τῆς ὑπὸ τοῦ πυρὸς καταλειφθείσης οὐδὲν παραπόλωλεν οἰκοδομῆς ἀλλ' ἕστηκε παγίως καὶ βεβαίως τὰ διαφυγόντα μέρη τὸ πῦρ καὶ οὕτως ἐστὶν ἰσχυρὰ ὡς καὶ πρὸς ἑκατὸν ἔτη καὶ πρὸς ἕτερα δὶς τοσαῦτα καὶ τούτων πάλιν πολλῷ πλείονα ἀρκέσαι χρόνον. Καὶ τί θαυμαστὸν εἰ τῶν τοίχων οὐδεὶς ἀποσχισθεὶς θατέρου κατηνέχθη πρὸς τοὔδαφος; Τῶν γὰρ κιόνων τῶν περὶ τὸν ὀπισθόδομον εἷς τότε μόνος διακλασθεὶς οὐδὲ οὗτος κατέπεσεν ἀλλὰ διαλυθεὶς ἀπὸ τῆς οἰκείας ἔδρας καὶ πρὸς τὸν τοῖχον ἀναπεσὼν οὕτως ἔμεινε. Καὶ αὐτοῦ τὸ μὲν ἀπὸ τῆς κρηπῖδος ἐπὶ τὴν τομὴν πλάγιον πρὸς τὸν τοῖχον ἐρήρεισται τὸ δὲ ἀπὸ τῆς τομῆς ἐπὶ τὴν κεφαλίδα ἕστηκεν ὕπτιον τοῦ κατωτέρου βασταζόμενον μέρους. Καίτοι καὶ ἀνέμων σφοδρῶς τῷ τόπῳ προσπεσόντων πολλάκις καὶ σεισμῶν γενομένων καὶ τῆς γῆς τιναχθείσης οὐδ' ἐτινάχθη τὰ λείψανα τῆς φλογὸς ἀλλ' ἕστηκε βεβαίως μονονουχὶ βοῶντα ὅτι διὰ τὸν τῶν ἐσομένων τετήρηνται σωφρονισμόν.