Ancient Greek · ~2 min
Sect 14
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 14
Not analysed yet
Τοῦ γὰρ πλείονος καθαιρεθέντος ἐν οὕτω χρόνῳ βραχεῖ περὶ τοῦ λειπομένου οὐδεὶς φιλονεικήσει λοιπόν. Οὐδὲ γὰρ πόλεως ἁλούσης καὶ τειχῶν κατενεχθέντων καὶ βουλευτηρίων καὶ θεάτρων καὶ περιπάτων κατακαυθέντων καὶ τῶν ἐν ἡλικίᾳ πάντων ἀνῃρημένων στοάς τις ἰδὼν ἡμικαύστους καὶ οἰκιῶν ὀλίγων ἑστῶτα μέρη καὶ γραίδια μετὰ παιδίων μικρῶν ἀμφισβητήσειε τῷ νικήσαντι καὶ περιγενομένῳ τοῦ πλείονος ὡς οὐ δυναμένῳ κατεργάσασθαι τὸ περιλειφθέν. Ἀλλ' οὐ τά γε τῶν ἁλιέων τοιαῦτα, ἀλλὰ καθ' ἑκάστην ἀνθεῖ τὴν ἡμέραν· καὶ ταῦτα οὐ δι' εὐρυχωρίας τινὸς καὶ ἀνέσεως εἰς τὸν ἡμέτερον εἰσαχθέντα βίον ἀλλὰ διὰ θλίψεως καὶ πολέμων καὶ μάχης.