# De Babyla contra Julianum et gentiles 18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles, Sect 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-babyla-contra-julianum-et-gentiles/18

Οὔτε γὰρ λόγων ἰσχύι—πῶς γὰρ ὧν θάτερος οὐδὲ γράμματα ὅλως ἠπίστατο; —οὔτε χρημάτων ἐθάρρουν περιουσίᾳ καὶ γὰρ τῆς ἀναγκαίας μόλις εὐπόρουν τροφῆς ἀπὸ τῆς τῶν χειρῶν τεχνῆς διαζῶντες ἀμφότεροι. Ἀλλ' οὐδὲ ἐπὶ γένους λαμπρότητι παρῆν αὐτοῖς μεγαλοφρονεῖν· τοῦ μὲν γὰρ οὐδὲ τὸν πατέρα ἴσμεν ὅστις ἦν οὕτως ἦν ἄσημος καὶ ἀφανής, τοῦ Πέτρου δὲ δῆλος μέν ἐστιν ὁ πατὴρ, τοσοῦτον δὲ ἔχει θατέρου πλέον ὅσον τὴν προσηγορίαν αὐτοῦ γνώριμον ἡμῖν ἐποίησαν αἱ Γραφαὶ μόνον καὶ τοῦτο διὰ τὸν υἱόν. Εἰ δὲ καὶ χώραν τις καὶ ἔθνος ἐξετάζειν βούλοιτο τὸν μὲν Κίλικα εὑρήσει τὸν δὲ πόλεως ἀσημοῦ πολίτην μᾶλλον δὲ οὐδὲ πόλεως ἀλλὰ κώμης τῆς ἐσχάτης, ἀπὸ Βηθσαιδὰ γὰρ (τῆς Γαλιλαίας δέ ἐστι χωρίον οὕτως καλούμενον ἐξ ἧς ὁ μακάριος ἐκεῖνος ἦν). Καὶ τὰς τέχνας δέ τις αὐτῶν ἀκούσας ὄψεται οὐδὲν μέγα ἐχούσας καὶ σεμνόν· τοῦ μὲν γὰρ ἁλιέως ὁ σκηνοποιὸς τιμιώτερος τῶν δὲ ἄλλων χειροτεχνῶν εὐτελέστερος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg373.local001/.
