# De Babyla contra Julianum et gentiles 37

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles, Sect 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-babyla-contra-julianum-et-gentiles/37

Οὐ καθάπερ οἱ παρ' Ἕλλησι σοφοὶ οἳ συμμέτρως μὲν οὐδέποτε πανταχοῦ δὲ ὡς εἰπεῖν ἢ πλέον ἢ ἔλαττον τοῦ δέοντος παρρησιάζονται ἵνα ἀνδρείας μὲν οὐδαμοῦ, παθῶν δὲ ἀλογίστων ἀλόγιστον δόξαν λάβωσι πανταχοῦ ἐν οἷς μὲν ὑστέρησαν δειλίας ἐν οἷς δὲ ὑπερέβησαν ἀλαζονείας καὶ φιλοδοξίας παρὰ πᾶσιν ἁλισκόμενοι— ἀλλ' οὐχ ὁ μακάριος ἐκεῖνος, οὐ γὰρ ἁπλῶς τὸ ἐπελθὸν ἔπραττεν ἀλλὰ πάντα βασανίζων ἀκριβῶς καὶ πρὸς τοὺς θείους νόμους τοὺς λογισμοὺς ἁρμόζων τοὺς ἑαυτοῦ οὕτως ἐπὶ τὸ πράττειν ἐξήγαγεν αὐτούς. Διὰ τοῦτο καὶ τὴν τομὴν οὔτε ἐπιπόλαιον ἔδωκεν ὥστε μὴ πλέον τοῦ νενοσηκότος ἐναπομεῖναι μέρος οὔτε βαθυτέραν τοῦ δέοντος ὥστε μὴ τῷ περιττῷ τῆς πληγῆς λυμήνασθαι τὴν ὑγίειαν πάλιν, ἀλλὰ συμμετρήσας τῷ νοσήματι τὴν πληγὴν οὕτω τὴν ἀρίστην ἰατρείαν εἰργάσατο. Ἐντεῦθεν αὐτὸν καὶ θυμοῦ καὶ δειλίας καὶ ἀλαζονείας καὶ δοξομανίας καὶ ἀπεχθείας καὶ φόβων καὶ κολακείας θαρρούντως ἀπεφηνάμην εἶναι καθαρόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg373.local001/.
