# De Babyla contra Julianum et gentiles 6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles, Sect 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-babyla-contra-julianum-et-gentiles/6

Τούτοις κἂν εἰ θαῦμά τι παρηκολούθησεν μέγα (μὴ ὅτι εἴ που τι καὶ ἐδείχθη μικρὸν καὶ οὐδενὸς ἄξιον λόγου καὶ πολλῆς γέμον ἀπάτης ἦν, ἀλλ' εἰ καὶ μεγάλα ἦν τὰ γινόμενα) ταῦτα ἅπερ εἶπον τοῖς μὴ λίαν ἐξεστηκόσιν ἱκανὰ δεῖξαι τίνες ἦσαν οἱ καὶ ἐκεῖνα ἐργαζόμενοι, πῶς μιαροὶ καὶ παμμίαροι καὶ πάντα ἐπ' ἐκτροπῇ καὶ τῆς ζωῆς καὶ τῆς καταστάσεως τεκταίνοντες τῆς ἡμετέρας. Ἀλλ' οὐχ ὁ Κύριος ἡμῶν Ἰησοῦς τοιοῦτον οὐδὲν ἐπέταξεν ἡμῖν, ἀλλὰ θαυμαστὸς ὢν διὰ τὰ τεράστια, διὰ τὰ προστάγματα τῶν θαυμάτων οὐχ ἧττον παρὰ πάντων ἂν προσκυνοῖτο δικαίως καὶ πιστεύοιτο εἶναι Θεός. Τὴν γὰρ παρανομίαν ταύτην αὐτὸς ἐλθὼν ἔλυσε, καὶ τὸ θαυμαστότερον ὅτι τῆς ἀγρίας καὶ ἀπηνοῦς τυραννίδος οὐ τοὺς προσκυνοῦντας αὐτὸν μόνον ἡμᾶς ἀλλὰ καὶ τοὺς βλασφημοῦντας αὐτὸν ἐκείνους ἀπήλλαξεν· οὐδὲ γὰρ Ἑλλήνων τις ἔτι τοιαύτας θυσίας τοῖς ἑαυτοῦ δαίμοσι προάγειν ἠνάγκασται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg373.local001/.
