Ancient Greek · ~20 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De baptismo Christi 1.1
Not analysed yet
Πάντες ὑμεῖς ἐν εὐθυμίᾳ τήμερον, ἐγὼ δὲ ἐν ὀδύνῃ μόνος. Ὅταν γὰρ εἰς τὸ πέλαγος ἀπίδω τοῦτο τὸ πνευματικὸν, καὶ τὸν ἄπειρον τῆς Ἐκκλησίας θεάσωμαι πλοῦτον, εἶτα λογίσωμαι ὅτι τῆς ἑορτῆς παρελθούσης, καὶ τὸ πλῆθος ἡμῖν τοῦτο πάλιν ἀποπηδῆσαν οἰχήσεται, δάκνομαι καὶ ὀδυνῶμαι τὴν ψυχὴν, ὅτι τοσαῦτα τεκοῦσα τέκνα ἡ Ἐκκλησία, οὐ καθ' ἑκάστην σύναξιν ἀπολαύειν αὐτῶν δύναται, ἀλλ' ἐν ἑορτῇ μόνον. Πόσον ἦν ἀγαλλίαμα πνευματικὸν, πόση χαρὰ, πόση δόξα Θεοῦ, πόση ψυχῶν ὠφέλεια, εἰ καθ' ἑκάστην σύναξιν οὕτω πεπληρωμένους ἑωρῶμεν τοὺς περιβόλους τῆς ἐκκλησίας; Νῦν δὲ ναῦται μὲν καὶ κυβερνῆται πάντα ποιοῦσιν, ὅπως τὸ πέλαγος διαδράμοιεν, καὶ πρὸς τὸν λιμένα καταντήσωσιν· ἡμεῖς δὲ διὰ παντὸς πελάγους σαλεύειν φιλονεικοῦμεν, ἐν ταῖς τῶν βιωτικῶν πραγμάτων τρικυμίαις συνεχῶς ποντούμενοι, καὶ ἐν ταῖς ἀγοραῖς καὶ ἐν τοῖς δικαστηρίοις στρεφόμενοι, ἐνταῦθα δὲ ἅπαξ ἢ δεύτερον μόλις τοῦ παντὸς ἀπαντῶντες ἐνιαυτοῦ. Ἢ ἀγνοεῖτε ὅτι καθάπερ λιμένας ἐν πελάγει, οὕτω τὰς ἐκκλησίας ἐν ταῖς πόλεσιν ἔπηξεν ὁ Θεὸς, ἵνα ἀπὸ τῆς ζάλης τῶν βιωτικῶν θορύβων ἐνταῦθα καταφεύγοντες, γαλήνης μεγίστης ἀπολαύωμεν; Οὐδὲ γὰρ κυμάτων ἔστιν ἐνταῦθα δεῖσαι τρικυμίαν, οὐ λῃστῶν ἐπιδρομὰς, οὐ κακούργων ἔφοδον, οὐ πνευμάτων βίας, οὐ θηρίων ἐπιβουλάς· λιμὴν γάρ ἐστιν ἁπάντων τούτων ἀπηλλαγμένος, λιμήν ἐστι ψυχῶν πνευματικός. Καὶ τῶν λεγομένων μάρτυρες ὑμεῖς. Εἰ γάρ τις ὑμῶν τὸ συνειδὸς ἀναπτύξειε νῦν, πολλὴν ἔνδον εὑρήσει τὴν ἡσυχίαν· οὐ θυμὸς γὰρ ἐνοχλεῖ, οὐκ ἐπιθυμία φλέγει, οὐ βασκανία τήκει, οὐκ ἀπόνοια φυσᾷ, οὐ κενοδοξίας ἔρως διαφθείρει, ἀλλὰ πάντα ταῦτα κατέσταλται τὰ θηρία, καθάπερ θείας τινὸς ἐπῳδῆς, τῆς τῶν θείων Γραφῶν ἀκροάσεως, διὰ τῆς ἑκάστου ἀκοῆς πρὸς τὴν ψυχὴν εἰσιούσης, καὶ κοιμιζούσης τὰ ἄλογα ταῦτα πάθη. Πόσης οὖν ἀθλιότητος οὐκ ἂν εἴη, τοσαύτης μέλλοντας ἀπολαύειν φιλοσοφίας μὴ συνεχῶς ἐπιχωριάζειν καὶ φοιτᾷν πρὸς τὴν κοινὴν ἁπάντων μητέρα, τὴν Ἐκκλησίαν λέγω; Ποίαν γὰρ ἂν ἔχοις εἰπεῖν μοι ταύτης ἀναγκαιοτέραν διατριβήν; τίνα δὲ χρηστοτέραν συνουσίαν; τί δὲ τὸ ἐμπόδιον τῆς ἐνταῦθα διατριβῆς; Πάντως μοι τὴν πενίαν ἐρεῖς κώλυμά σοι γίνεσθαι τοῦ καλοῦ τοῦδε συλλόγου· ἀλλ' οὐκ εὔλογος ἡ πρόφασις. Ἑπτὰ ἡμέρας ἡ ἑβδομὰς ἔχει· τὰς ἑπτὰ ταύτας ἐμερίσατο πρὸς ἡμᾶς ὁ Θεός· καὶ οὐχ ἑαυτῷ μὲν τὸ πλέον, ἡμῖν δὲ τὸ ἔλαττον ἔδωκε, μᾶλλον δὲ οὐδὲ ἐξ ἡμισείας αὐτὰς διενείματο, οὐκ ἔλαβε τρεῖς καὶ ἔδωκε τρεῖς, ἀλλὰ σοὶ μὲν ἀπένειμεν ἓξ, ἑαυτῷ δὲ κατέλιπε μίαν. Καὶ οὐδὲ ἐν ταύτῃ τῇ ὅλῃ ἀνέχῃ τῶν βιωτικῶν ἀπηλλάχθαι πραγμάτων, ἀλλ' ὅπερ οἱ τὰ ἱερὰ συλῶντες χρήματα ποιοῦσι, τοῦτο καὶ σὺ ἐπὶ τῆς ἡμέρας ταύτης τολμᾷς, αὐτὴν οὖσαν ἱερὰν καὶ ἀνακειμένην τῇ τῶν πνευματικῶν ἀκροάσει λογίων ἁρπάζων καὶ καταχρώμενος εἰς βιωτικὰς φροντίδας. Τί δὲ λέγω περὶ ἡμέρας ὁλοκλήρου; ὅπερ ἐπὶ τῆς ἐλεημοσύνης ἐποίησεν ἡ χήρα, τοῦτο ποίησον ἐπὶ τοῦ καιροῦ καὶ σὺ τῆς ἡμέρας· καθάπερ ἐκείνη δύο κατέβαλεν ὀβολοὺς, καὶ πολλὴν παρὰ τοῦ Θεοῦ ἐπεσπάσατο τὴν εὔνοιαν· οὕτω καὶ σὺ δύο δάνεισον ὥρας τῷ Θεῷ, καὶ μυρίων ἡμερῶν κέρδος εἰς τὴν οἰκίαν εἰσάξεις τὴν σήν. Εἰ δὲ οὐκ ἀνέχῃ, σκόπει μή ποτε, μικρὸν ἡμέρας μέρος οὐ βουλόμενος ἑαυτὸν ἀποστῆσαι τῶν γηΐνων κερδῶν, ὁλοκλήρων ἐνιαυτῶν ἀπολέσῃς πόνους. Οἶδε γὰρ ὁ Θεὸς καταφρονούμενος καὶ τὰ συλλεγέντα κενοῦν χρήματα· ὥσπερ οὖν καὶ Ἰουδαίοις ἀπειλῶν ἔλεγεν, ἐπειδὴ τῆς περὶ τὸν ναὸν κατεφρόνουν ἐπιμελείας· Εἰσηνέγκατε αὐτὰ εἰς τοὺς οἴκους ὑμῶν, καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος. Τί γὰρ, εἰπέ μοι, διδάξαι σε τῶν ἀναγκαίων δυνησόμεθα, ἅπαξ τοῦ ἐνιαυτοῦ ἢ δεύτερον παρ' ἡμῖν φοιτῶντα, περὶ ψυχῆς, περὶ σώματος, περὶ ἀθανασίας, περὶ βασιλείας τῶν οὐρανῶν, περὶ κολάσεως, περὶ γεέννης, περὶ μακροθυμίας Θεοῦ, περὶ συγγνώμης, περὶ μετανοίας, περὶ βαπτίσματος, περὶ ἁμαρτημάτων ἀφέσεως, περὶ τῆς κτίσεως ταύτης τῆς ἄνω, καὶ τῆς κάτω, περὶ ἀνθρώπων φύσεως, περὶ ἀγγέλων, περὶ τῆς τῶν δαιμόνων κακουργίας, περὶ τῶν μεθοδειῶν τοῦ διαβόλου, περὶ πολιτείας, περὶ δογμάτων, περὶ τῆς ὀρθῆς πίστεως, περὶ τῶν διεφθαρμένων αἱρέσεων; Ταῦτα γὰρ καὶ πολλῷ πλείονα τούτων τὸν Χριστιανὸν εἰδέναι χρὴ, καὶ τούτων πάντων ἀποδιδόναι λόγον τοῖς ἐρωτῶσιν ὑμᾶς. Ὑμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν τούτων εἰδέναι δυνήσεσθε μέρος, ἅπαξ ἐνταῦθα καὶ τοῦτο παρέργως συναγόμενοι, καὶ διὰ συνήθειαν ἑορτῆς, οὐ δι' εὐλάβειαν ψυχῆς. Ἀγαπητὸν γὰρ εἰ καθ' ἑκάστην σύναξιν ἐνταῦθά τις ἀπαντῶν δυνηθείη μετ' ἀκριβείας ἅπαντα ταῦτα κατασχεῖν. Οἰκέτας ἔχετε πολλοὶ τῶν ἐνταῦθα παρόντων καὶ υἱοὺς, καὶ μέλλοντες αὐτοὺς παραδιδόναι τοῖς τῶν τεχνῶν ἐπιστάταις, ὧν ἂν ἕλοισθε, καὶ τὴν οἰκίαν αὐτοῖς τὴν ὑμετέραν ἄβατον ποιεῖτε καθάπαξ, καὶ στρώματα καὶ τροφὰς καὶ τὴν ἄλλην ἅπασαν αὐτοῖς παρασκευάσαντες διακονίαν, τῷ διδασκάλῳ συγκατοικίζετε ἀπείργοντες αὐτοὺς τῆς οἰκίας ἐπιβαίνειν τῆς ὑμετέρας, ἵνα ἡ συνεχὴς ἐκεῖ διατριβὴ τὴν διδασκαλίαν ἀκριβεστέραν ἐργάσηται, μηδεμιᾶς φροντίδος τὴν σχολὴν διακοπτούσης. Νυνὶ δὲ οὐ τέχνην τὴν τυχοῦσαν, ἀλλὰ τὴν πασῶν μείζονα μανθάνειν μέλλοντες, πῶς ἀρέσαι τῷ Θεῷ δεῖ, καὶ τῶν οὐρανίων ἐπιτυχεῖν, παρέργως ἡγεῖσθε δύνασθαι τοῦτο κατορθοῦν. Καὶ πόσης τοῦτο ἀνοίας; Ὅτι γὰρ μάθησις τὸ πρᾶγμά ἐστι πολλῆς δεόμενον τῆς προσοχῆς, ἄκουσον τί φησι· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πάλιν ὁ προφήτης· Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς· καὶ πάλιν· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ὥστε πολλῆς σχολῆς χρεία τῷ μέλλοντι ταύτης ἀπολαύσεσθαι τῆς φιλοσοφίας.