Ancient Greek · ~27 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De baptismo Christi 3.1
Not analysed yet
Τὸ μὲν οὖν Ἰουδαϊκὸν καθάρσιον ἁμαρτημάτων μὲν οὐκ ἀπήλλαττε, ῥύπων δὲ σωματικῶν μόνον, τὸ δὲ ἡμέτερον οὐ τοιοῦτον, ἀλλὰ πολλῷ μεῖζον καὶ πολλῆς γέμον χάριτος· καὶ γὰρ ἁμαρτημάτων ἀπαλλάττει, καὶ ψυχὴν ἀποσμήχει, καὶ Πνεύματος δίδωσι χορηγίαν. Τὸ δὲ τοῦ Ἰωάννου τοῦ μὲν Ἰουδαϊκοῦ σφόδρα ὑψηλότερον ἦν, τοῦ δὲ ἡμετέρου ταπεινότερον, καθάπερ γέφυρά τις ὂν ἑκατέρων τούτων τῶν βαπτισμάτων, ἀπ' ἐκείνου πρὸς τοῦτο δι' ἑαυτοῦ χειραγωγοῦν· οὐ γὰρ δὴ εἰς παρατήρησιν καθαρμῶν σωματικῶν αὐτοὺς ἐνῆγεν, ἀλλ' ἀποστῆσαν ἐκείνων παρῄνει καὶ συνεβούλευε μεταβαλεῖν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἐν τοῖς τῶν ἔργων κατορθώμασι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, οὐκ ἐν βαπτισμοῖς διαφόροις καὶ καθαρμοῖς ὑδάτων. Οὐ γὰρ ἔλεγε· Πλῦνον τὰ ἱμάτιά σου, καὶ λοῦσον τὸ σῶμά σου, καὶ ἔσῃ καθαρός· ἀλλὰ τί; Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας. Καὶ κατὰ τοῦτο ὑψηλότερον ἦν τοῦ Ἰουδαϊκοῦ, τοῦ δὲ ἡμετέρου ταπεινότερον· ἐπειδὴ μήτε Πνεῦμα ἅγιον ἐδίδου τὸ βάπτισμα Ἰωάννου, μήτε τὴν διὰ τῆς χάριτος παρεῖχε συγχώρησιν· μετανοεῖν γὰρ ἐκέλευεν, οὐκ ἀφιέναι κύριος ἦν. Διόπερ καὶ ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι, ἐκεῖνος δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Δηλονότι αὐτὸς οὐκ ἐβάπτιζε Πνεύματι. Τί δέ ἐστιν, Ἐν Πνεύματι ἁγίῳ καὶ πυρί; Ἀναμνήσθητί μοι τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ὤφθησαν τοῖς ἀποστόλοις διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Καὶ ὅτι τὸ βάπτισμα Ἰωάννου ἀτελὲς ἦν, οὔτε Πνεύματος χορηγίαν ἔχον, οὔτε ἁμαρτημάτων ἄφεσιν, δῆλον ἐκεῖθεν· Εὑρὼν γάρ τινας μαθητὰς ὁ Παῦλός φησι πρὸς αὐτοὺς, Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας· μετανοίας, οὐκ ἀφέσεως. Καὶ τίνος ἕνεκεν ἐβάπτισεν; Τῷ λαῷ λέγων· Εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ' ἔστιν, εἰς τὸν Κύριον Ἰησοῦν. Καὶ ἀκούσαντες ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς. Εἶδες πῶς ἀτελὲς ἦν τὸ Ἰωάννου βάπτισμα; Εἰ γὰρ μὴ ἦν ἀτελὲς, οὐκ ἂν αὐτοὺς πάλιν ἐβάπτισεν ὁ Παῦλος, οὐκ ἂν αὐτοῖς τὰς χεῖρας ἐπέθηκε· νυνὶ δὲ ἀμφότερα ταῦτα ποιήσας, ἐδήλωσε τὴν ὑπεροχὴν τοῦ βαπτίσματος τοῦ ἀποστολικοῦ, καὶ ὅτι ἐκεῖνο τούτου πολὺ κατώτερον ἦν. Ἀλλὰ τὴν μὲν τῶν βαπτισμάτων διαφορὰν ἐκ τούτων ἐμάθομεν· τίνος δὲ ἕνεκεν ὁ Χριστὸς βαπτίζεται, καὶ ποῖον βάπτισμα, λοιπὸν ἀναγκαῖον εἰπεῖν. Οὔτε τὸ Ἰουδαϊκὸν τὸ πρότερον, οὔτε τὸ ἡμέτερον τὸ μετὰ ταῦτα· οὔτε γὰρ ἁμαρτημάτων συγχωρήσεως ἐδεῖτο· πῶς γὰρ ὁ μηδεμίαν ἁμαρτίαν ἔχων; Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· καὶ πάλιν, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Οὔτε Πνεύματος ἄμοιρος ἦν ἐκείνη ἡ σάρξ· πῶς γὰρ ἂν ἡ ἐκ Πνεύματος ἁγίου κατασκευασθεῖσα τὴν ἀρχήν; Εἰ τοίνυν μήτε Πνεύματος ἁγίου ἄμοιρος ἦν ἡ σὰρξ ἐκείνη, μήτε ἁμαρτήμασιν ὑπεύθυνος, τίνος ἕνεκεν ἐβαπτίζετο; Ἀλλὰ πρότερον ἀναγκαῖον μαθεῖν ποῖον ἐβαπτίσατο βάπτισμα, καὶ τότε καὶ τοῦτο σαφέστερον ἡμῖν γενήσεται. Ποῖον οὖν ἐβαπτίσατο; Οὔτε τὸ Ἰουδαϊκὸν, οὔτε τὸ ἡμέτερον, ἀλλὰ τὸ Ἰωάννου. Διὰ τί; Ἵνα καὶ δι' αὐτῆς τῆς τοῦ βαπτίσματος φύσεως μάθῃς, ὅτι οὐ δι' ἁμαρτίας ἐβαπτίσατο, οὐδὲ ὡς τῆς τοῦ Πνεύματος δεόμενος χορηγίας· ἑκατέρων γὰρ τούτων ἔρημον ἐκεῖνο τὸ βάπτισμα, καθάπερ οὖν καὶ ἀπεδείξαμεν. Καὶ ὅτι μὲν οὔτε δι' ἄφεσιν ἁμαρτημάτων, οὔτε διὰ Πνεύματος χορηγίαν ἦλθεν ἐπὶ τὸν Ἰορδάνην, δῆλον ἐκ τούτων· ἵνα δὲ μὴ νομίσῃ τις τῶν τότε παρόντων, ὅτι ἐπὶ μετανοίᾳ, καθάπερ οἱ λοιποὶ, παραγίνεται, ἄκουσον καὶ τοῦτο πῶς ὁ Ἰωάννης προδιωρθώσατο. Ὁ γὰρ τοῖς ἄλλοις λέγων, Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας, ἄκουσον τί τούτῳ φησίν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· καὶ σὺ ἔρχῃ πρός με; Τοῦτο δὲ ἔλεγε δηλῶν ὅτι οὐ διὰ τὴν αὐτὴν τοῖς πολλοῖς χρείαν παρεγένετο πρὸς αὐτόν· καὶ ὅτι τοσοῦτον ἀπέχει διὰ τοῦτο βαπτίζεσθαι, ὅτι καὶ αὐτοῦ τοῦ Βαπτιστοῦ πολλῷ μείζων ἦν, καὶ ἀσυγκρίτως καθαρώτερος. Τίνος οὖν ἕνεκεν ἐβαπτίζετο, εἰ μήτε ἐπὶ μετανοίᾳ, μήτε ἐπὶ ἁμαρτημάτων ἀφέσει, μήτε ἐπὶ Πνεύματος χορηγίᾳ τοῦτο ἐποίει; Ἑτέρων δυοῖν ἕνεκεν αἰτιῶν, μιᾶς μὲν ἧς φησιν ὁ μαθητὴς, ἑτέρας δὲ ἧς αὐτὸς πρὸς τὸν Ἰωάννην εἶπε. Τίνα οὖν φησιν ὁ Ἰωάννης αἰτίαν τοῦ βαπτίσματος εἶναι τούτου; Ἵνα γνωρισθῇ τοῖς πολλοῖς, καθὼς καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσιν· τοῦτο ἦν τὸ κατόρθωμα τοῦ βαπτίσματος. Τὸ μὲν γὰρ εἰς τὴν ἑκάστου περιιέναι οἰκίαν, καὶ ταῖς θύραις προσιόντα καλεῖν ἔξω καὶ λέγειν κατέχοντα τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὕποπτον ἐποίει τὴν μαρτυρίαν καὶ σφόδρα ἐργῶδες ἦν· τὸ δὲ λαβόντα πάλιν εἰς τὴν συναγωγὴν εἰσελθεῖν καὶ δεικνύειν, καὶ τοῦτο αὐτὸ ὁμοίως ὕποπτον ἐποίει τὴν μαρτυρίαν πάλιν· τὸ δὲ τῶν δήμων ἁπάντων ἐξ ἑκάστης πόλεως ἐκχυθέντων ἐπὶ τὸν Ἰορδάνην, καὶ περὶ τὰς ὄχθας διατριβόντων τοῦ ποταμοῦ, ἐλθόντα καὶ αὐτὸν ἐπὶ τὸ βαπτισθῆναι, δέξασθαι τὴν ἄνωθεν σύστασιν τὴν διὰ τῆς φωνῆς τοῦ Πατρὸς, τὴν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος τῆς ἐν εἴδει περιστερᾶς, ἀνύποπτον ἐποίει γενέσθαι τὴν Ἰωάννου τὴν ἐπ' αὐτῷ μαρτυρίαν. Διὰ τοῦτο, Κἀγὼ, φησὶν, οὐκ ᾔδειν αὐτὸν, ἀξιόπιστον τὴν ἑαυτοῦ καθιστῶν μαρτυρίαν. Ἐπειδὴ γὰρ συγγενεῖς ἦσαν ἀλλήλων κατὰ σάρκα (Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν, τῇ Μαριάμ φησιν ὁ ἄγγελος περὶ τῆς μητρὸς Ἰωάννου· εἰ δὲ αἱ μητέρες συγγενεῖς ἦσαν, εὔδηλον ὅτι καὶ τὰ παιδία)· ἐπεὶ οὖν συγγενεῖς ἦσαν, ἵνα μὴ διὰ τὴν συγγένειαν δόξῃ μαρτυρεῖν τῷ Χριστῷ, ᾠκονόμησεν ἡ τοῦ Πνεύματος χάρις πᾶσαν τὴν πρώτην ἡλικίαν ἐν ἐρήμῳ τὸν Ἰωάννην διάγειν, ἵνα μὴ διὰ φιλίαν ἢ ἐκ κατασκευῆς τινος τοιαύτης ἡ μαρτυρία γίνεσθαι δόξῃ, ἀλλ' ὡς παρὰ τοῦ Θεοῦ μαθὼν, οὕτως αὐτὸν καταγγείλῃ. Διὰ τοῦτό φησι· Κἀγὼ οὐκ ᾔδειν αὐτόν. Πόθεν οὖν ἔμαθες; Ὁ πέμψας με, φησὶ, βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπε. Τί σοι εἶπεν; Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτὸν, αὐτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Ὁρᾷς ὅτι διὰ τοῦτο ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὡς τότε πρῶτον ἐπιφοιτῆσαν, ἀλλ' ἵνα δείξῃ τὸν κηρυττόμενον, ὥσπερ δακτύλῳ τινὶ τῇ πτήσει πᾶσιν αὐτὸν γνώριμον ποιοῦν; Διὰ τοῦτο τοίνυν ἦλθεν ἐπὶ τὸ βάπτισμα. Καὶ δι' ἑτέραν δὲ αἰτίαν, ἣν αὐτός φησι· ποίαν δὴ ταύτην; Τοῦ Ἰωάννου εἰπόντος, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; αὐτὸς ἀπεκρίνατο λέγων· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύ νην. Εἶδες εὐγνωμοσύνην οἰκέτου; εἶδες ταπεινοφροσύνην Δεσπότου; Τί ποτέ ἐστι τὸ, Πληρῶσαι πᾶσαν δικαιοσύνην; Δικαιοσύνη λέγεται τῶν ἐντολῶν πασῶν ἡ πλήρωσις· ὥσπερ ὅταν λέγῃ· Ἦσαν ἀμφότεροι δίκαιοι πορευόμενοι ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου ἄμεμπτοι. Ἐπεὶ οὖν ἔδει πληρῶσαι τὴν δικαιοσύνην ταύτην τοὺς ἀνθρώπους ἅπαντας, οὐδεὶς δὲ αὐτὴν ἀπήρτισεν οὐδὲ ἐπλήρωσεν, ἐλθὼν ὁ Χριστὸς πληροῖ τὴν δικαιοσύνην ταύτην.