# De baptismo Christi 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De baptismo Christi, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-baptismo-christi/4.1

Καὶ ποία δικαιοσύνη, φησὶ, τὸ βαπτισθῆναι; Τὸ τῷ προφήτῃ πεισθῆναι δικαιοσύνη ἦν. Ὥσπερ οὖν περιετέμνετο, καὶ θυσίαν ἀνήνεγκε, καὶ σάββατα ἐτήρησε, καὶ ἑορτὰς ἐπλήρωσεν Ἰουδαϊκὰς, οὕτω καὶ τοῦτο τὸ λειπόμενον προσέθηκε, τὸ πεισθῆναι προφήτῃ βαπτίζοντι. Ὅτι γὰρ Θεοῦ βούλημα ἦν τὸ βαπτίζεσθαι πάντας τότε, ἄκουσον τί φησιν ὁ Ἰωάννης· Ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι· καὶ πάλιν ὁ Χριστὸς, Οἱ τελῶναι καὶ ὁ ὄχλος ἐδικαίωσαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμματεῖς ἠθέτησαν τὴν βουλὴν τοῦ Θεοῦ μὴ βαπτισθέντες ὑπ' αὐτοῦ. Εἰ τοίνυν τὸ τῷ Θεῷ πείθεσθαι δικαιοσύνη, ὁ δὲ Θεὸς ἔπεμψε τὸν Ἰωάννην, ὥστε βαπτίσαι τὸν λαὸν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν νομικῶν καὶ τοῦτο ἐπλήρωσεν ὁ Χριστός. Ὑπόθου τοίνυν διακόσια δηνάρια τοῦ νόμου τὰς ἐντολὰς εἶναι· τοῦτο τὸ χρέος ἔδει τὸ γένος τὸ ἡμέτερον καταβαλεῖν· οὐ κατεβάλομεν· κατεῖχεν ἡμᾶς ὁ θάνατος ὑπευθύνους ὄντας τοῖς ἐγκλήμασι τούτοις. Ἐλθὼν ὁ Χριστὸς καὶ εὑρὼν ἡμᾶς κατεχομένους, κατέβαλε τὸ χρέος, ἐπλήρωσε τὸ ὄφλημα, ἐξήρπασε τοὺς οὐκ ἔχοντας δοῦναι. Διὰ τοῦτο οὐκ εἶπε, Πρέπον ἐστὶν ἡμῖν ποιῆσαι τὸ καὶ τὸ, ἀλλὰ, Πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἐμοὶ τῷ Δεσπότῃ πρέπον ἐστὶ, φησὶ, τῷ ἔχοντι, καταβαλεῖν ὑπὲρ τῶν οὐκ ἐχόντων. Αὕτη ἡ αἰτία τοῦ βαπτίσματος, ἵνα δόξῃ τὸν νόμον ἅπαντα πληροῦν, καὶ αὕτη, καὶ ἡ πρὸ ταύτης εἰρημένη. Διὸ καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς κάτεισιν· ὅπου γὰρ καταλλαγὴ Θεοῦ, περιστερά. Καὶ γὰρ καὶ ἐπὶ τῆς κιβωτοῦ τῆς ἐπὶ Νῶε φέρουσα κλάδον ἐλαίας ἦλθεν ἡ περιστερὰ, σύμβολον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς τοῦ χειμῶνος ἀπαλλαγῆς· καὶ νῦν ἐν εἴδει περιστερᾶς, οὐκ ἐν σώματι (δεῖ γὰρ ἀσφαλῶς ταῦτα εἰδέναι), τὸ Πνεῦμα ἔρχεται, τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλον τῇ οἰκουμένῃ, ἅμα δὲ καὶ δηλοῦν, ὅτι τὸν πνευματικὸν ἄνδρα ἀπόνηρόν τινα εἶναι χρὴ καὶ ἁπλοῦν καὶ ἄκακον· καθάπερ καὶ ὁ Χριστός φησιν· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐκείνη μὲν οὖν ἡ κιβωτὸς, τοῦ χειμῶνος λυθέντος, ἔμεινεν ἐπὶ τῆς γῆς· αὕτη δὲ ἡ κιβωτὸς, τῆς ὀργῆς λυθείσης, εἰς τὸν οὐρανὸν ἡρπάζετο, καὶ νῦν ἐστιν ἐν δεξιᾷ τοῦ Πατρὸς τὸ ἄμωμον ἐκεῖνο καὶ ἀκήρατον σῶμα. Ἀλλ' ἐπειδὴ τοῦ σώματος ἐμνήσθην Δεσποτικοῦ, ἀναγκαῖον πρὸς ὑμᾶς μικρὰ περὶ τούτου διαλεχθέντας καταπαῦσαι τὸν λόγον. Οἶδα ὅτι πολλοὶ παρ' ἡμῖν διὰ τὴν τῆς ἑορτῆς συνήθειαν τῇ ἱερᾷ ταύτῃ προσδραμοῦνται τραπέζῃ. Ἔδει μὲν οὖν, ὡς καὶ πολλάκις ἔφθην εἰπὼν, μὴ ἑορτὰς παρατηρεῖν, ἡνίκα ἂν δέοι κοινωνεῖν, ἀλλὰ τὸ συνειδὸς καθαίρειν, καὶ τότε τῆς ἱερᾶς ἅπτεσθαι θυσίας. Ὁ μὲν γὰρ ἐναγὴς καὶ ἀκάθαρτος οὐδὲ ἐν ἑορτῇ δίκαιος ἂν εἴη μετέχειν τῆς ἁγίας ἐκείνης καὶ φρικώδους σαρκός· ὁ δὲ καθαρὸς καὶ διὰ μετανοίας ἀκριβοῦς ἀποσμηξάμενος τὰ πλημμελήματα, καὶ ἐν ἑορτῇ καὶ ἀεὶ δίκαιος ἂν εἴη μετέχειν τῶν θείων μυστηρίων, καὶ ἀπολαύειν ἂν εἴη ἄξιος τῶν τοῦ Θεοῦ δωρεῶν. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ οἶδα πῶς παρῶπταί τισι, καὶ μυρίων πολλοὶ γέμοντες κακῶν, ὅτε τὴν ἑορτὴν ἴδωσι παραγενομένην, ὡς ὑπ' αὐτῆς ὠθούμενοι τῆς ἡμέρας, ἅπτονται τῶν ἱερῶν μυστηρίων, ἃ μηδὲ ἰδεῖν οὕτω διακειμένους θέμις· τοὺς μὲν δήλους ἡμῖν αὐτοὶ πάντως ἡμεῖς ἀπείρξομεν, τοὺς δὲ ἀγνώστους ἡμῖν τῷ Θεῷ καταλείψομεν, τῷ τὰ ἀπόῤῥητα τῆς ἑκάστου διανοίας εἰδότι· τὸ γοῦν φανερῶς ἁμαρτανόμενον παρὰ πάντων πειρασόμεθα διορθῶσαι τήμερον. Τί οὖν ἐστι τοῦτο τὸ ἁμάρτημα; Τὸ μὴ μετὰ φρίκης προσιέναι, ἀλλὰ λακτίζοντας, τύπτοντας, θυμοῦ γέμοντας, βοῶντας, λοιδοροῦντας, τοὺς πλησίον ὠθοῦντας, ταραχῆς ἐμπεπλησμένους. Ταῦτα καὶ πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι. Οὐχ ὁρᾶτε ἐπὶ τῶν Ὀλυμπίων ἀγώνων, ὅταν ἀγωνοθέτης διὰ τῆς ἀγορᾶς βαδίζῃ, στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχων, στολὴν ἀναβεβλημένος, ῥάβδον ἐν τῇ χειρὶ κατέχων, ὅση ἡ εὐταξία, τοῦ κήρυκος βοῶντος ἡσυχίαν εἶναι μετ' εὐκοσμίας; Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ὁ διάβολος πομπεύει, τοσαύτην εἶναι τὴν ἡσυχίαν, ἔνθα δὲ ὁ Χριστὸς πρὸς ἑαυτὸν καλεῖ, πολὺν εἶναι τὸν θόρυβον; Ἐν ἀγορᾷ ἡσυχία, καὶ ἐν ἐκκλησίᾳ κραυγή; ἐν πελάγει γαλήνη, καὶ ἐν λιμένι κύματα; Τί θορυβῇ, εἰπέ μοι, ἄνθρωπε; τί δὲ ἐπείγῃ; πραγμάτων ἀνάγκη σε καλεῖ πάντως; ὅλως γὰρ οἶδας ὅτι πράγματα ἔχεις κατὰ τὴν ὥραν ἐκείνην; μέμνησαι γὰρ ὅλως, ὅτι ἐπὶ τῆς γῆς εἶ; νομίζεις δὲ μετὰ ἀνθρώπων εἶναι; Καὶ πῶς οὐχὶ λιθίνης ταῦτα διανοίας, τὸ νομίζειν κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπὶ γῆς ἑστάναι, ἀλλ' οὐ μετ' ἀγγέλων χορεύειν, μεθ' ὧν τὸ μυστικὸν ἐκεῖνο μέλος ἀνέπεμψας, μεθ' ὧν τὴν ἐπινίκιον ἐκείνην ἀνήνεγκας ᾠδὴν τῷ Θεῷ; Διὰ τοῦτο καὶ ἀετοὺς ἡμᾶς ὁ Χριστὸς ἐκάλεσεν εἰπὼν, Ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοὶ, ἵνα οὐρανοβατῶμεν, ἵνα ὑψηλὰ πετώμεθα τοῖς πτεροῖς τοῦ πνεύματος κουφιζόμενοι· ἡμεῖς δὲ κατὰ τοὺς ὄφεις χαμαὶ συρόμεθα, καὶ γῆν ἐσθίομεν. Βούλεσθε εἴπω πόθεν ὁ θόρυβος καὶ ἡ κραυγὴ γίνεται; Ὅτι οὐ διαπαντὸς ὑμῖν τὰς θύρας ἀποκλείομεν, ἀλλὰ συγχωροῦμεν πρὸ τῆς ἐσχάτης εὐχαριστίας ἀποπηδᾷν καὶ ἀναχωρεῖν οἴκαδε· ὃ καὶ αὐτὸ πολλῆς ἂν εἴη καταφρονήσεως. Τί ποιεῖς, ἄνθρωπε; Τοῦ Χριστοῦ παρόντος, τῶν ἀγγέλων παρεστώτων, τῆς φρικτῆς ταύτης τραπέζης προκειμένης, τῶν ἀδελφῶν σου μυσταγωγουμένων ἔτι, αὐτὸς καταλιπὼν ἀποπηδᾷς; Καὶ ἐπὶ δεῖπνον μὲν κληθεὶς, κἂν πρότερον κορεσθῇς, οὐ τολμᾷς τῶν ἄλλων ἀνακειμένων ἀναχωρῆσαι πρὸ τῶν φίλων αὐτός· ἐνταῦθα δὲ τῶν φρικτῶν τοῦ Χριστοῦ μυστηρίων ἐπιτελουμένων, τῆς ἱερᾶς τελετῆς συνεστώσης ἔτι, καταλιμπάνεις ἐν μέσῳ πάντα καὶ ἀναχωρεῖς; Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; ποίας δὲ ἀπολογίας; Βούλεσθε εἴπω τίνος ἔργον ποιοῦσιν οἱ πρὸ τῆς συμπληρώσεως ἀναχωροῦντες, καὶ τὰς εὐχαριστηρίους ᾠδὰς οὐκ ἐπιφέροντες τῷ τέλει τῆς τραπέζης; Τάχα φορτικόν ἐστι τὸ μέλλον ῥηθήσεσθαι, ἀλλ' ὅμως ἀναγκαῖον λεχθῆναι διὰ τὴν τῶν πολλῶν ῥᾳθυμίαν. Ὅτε ἐκοινώνησε τὸ ἔσχατον δεῖπνον ὁ Ἰούδας τὸ κατὰ τὴν τελευταίαν νύκτα ἐκείνην, τῶν ἄλλων ἁπάντων ἀνακειμένων, αὐτὸς προπηδήσας ἐξέβη. Ἐκεῖνον τοίνυν μιμοῦνται καὶ οὗτοι, οἱ πρὸ τῆς ἐσχάτης ἀποπηδῶντες εὐχαριστίας. Ἐκεῖνος γὰρ εἰ μὴ ἐξῆλθεν, οὐκ ἂν ἐγένετο προδότης· εἰ μὴ κατέλιπε τοὺς συμμαθητὰς, οὐκ ἂν ἀπώλετο· εἰ μὴ τῆς ἀγέλης ἑαυτὸν ἀπέῤῥηξεν, οὐκ ἂν αὐτὸν εὗρεν ὁ λύκος μόνον, καὶ κατέφαγεν· εἰ μὴ τοῦ ποιμένος ἑαυτὸν ἐχώρισεν, οὐκ ἂν θηριάλωτος γέγονε. Διὰ δὴ τοῦτο ἐκεῖνος μὲν μετὰ Ἰουδαίων, οὗτοι δὲ μετὰ τοῦ Δεσπότου ὑμνήσαντες ἐξῆλθον. Ὁρᾷς ὅτι ἡ ἐσχάτη μετὰ τὴν θυσίαν εὐχὴ κατ' ἐκεῖνον γίνεται τὸν τύπον; Καὶ νῦν, ἀγαπητοὶ, ταῦτα ἐννοῶμεν, ταῦτα λογιζώμεθα, φοβούμενοι τὸ κείμενον ἐπὶ τούτῳ κρῖμα. Αὐτός σοι τῆς σαρκὸς μεταδίδωσι· σὺ δὲ οὐδὲ λόγοις αὐτὸν ἀμείβῃ, οὐδὲ εὐχαριστεῖς ὑπὲρ ὧν ἔλαβες, ἀλλὰ σωματικῆς μὲν τροφῆς ἀπολαύων μετὰ τὴν τράπεζαν ἐπὶ εὐχὴν τρέπῃ, πνευματικῆς δὲ καὶ ὑπερβαλλούσης τὴν κτίσιν ἅπασαν τὴν ὁρατὴν καὶ τὴν ἀόρατον μετέχων, ἄνθρωπος ὢν καὶ τῆς εὐτελοῦς φύσεως, οὐ μένεις εὐχαριστῶν καὶ ῥήμασι καὶ πράγμασι; Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα κολάσεως ἄξια; Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινῆτε μόνον, οὐδ' ἵνα θορυβῆτε καὶ κράζητε, ἀλλ' ἵνα ἐπὶ τοῦ καιροῦ τούτων μεμνημένοι τῶν ῥημάτων, τὴν προσήκουσαν εὐταξίαν ἐπιδείξησθε. Μυστήρια καὶ λέγεται, καὶ ἔστιν· ἔνθα δὲ μυστήρια, πολλὴ σιγή. Μετὰ πολλῆς τοίνυν τῆς σιγῆς, μετὰ πολλῆς τῆς εὐταξίας, μετὰ τῆς προσηκούσης εὐλαβείας, τῆς ἱερᾶς ταύτης ἁπτώμεθα θυσίας, ἵνα εἰς πλείονα τὴν εὔνοιαν τὸν Θεὸν ἐπισπασώμεθα, καὶ τὴν ψυχὴν ἐκκαθάρωμεν, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De baptismo Christi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg029.local001/.
