# De beato Philogonio (+ Contra Anomoeos, homilia 6) 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De beato Philogonio (+ Contra Anomoeos, homilia 6), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-beato-philogonio-contra-anomoeos-homilia-6/1.1

Ἐγὼ μὲν καὶ τήμερον παρεσκευαζόμην πρὸς τὰ τῶν αἱρετικῶν παλαίσματα ἀποδύσασθαι, καὶ τὸ λειπόμενον ὑμῖν ἀποδοῦναι τοῦ χρέους· ἀλλ', ἡ τοῦ μακαρίου Φιλογονίου ἡμέρα, οὗ τὴν ἑορτὴν ἄγομεν νῦν, πρὸς τὴν τῶν ἐκείνου κατορθωμάτων διήγησιν τὴν γλῶτταν ἡμῶν ἐκάλεσε. Καὶ δεῖ πείθεσθαι πάντως. Εἰ γὰρ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτᾷ, εὔδηλον ὅτι ὁ εὐλογῶν ζωῆς ἀπολαύσεται πάντως, καὶ εἰ τοὺς φυσικοὺς γονεῖς τοσαύτης παρ' ἡμῶν ἀπολαύειν εὐνοίας χρὴ, πολλῷ μᾶλλον τοὺς πνευματικοὺς, καὶ μάλιστα ὅταν τοὺς μὲν κατοιχομένους ὁ ἔπαινος μηδὲν ποιῇ λαμπροτέρους, τοὺς δὲ συνιόντας ἡμᾶς καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας βελτίους ἐργάζηται. Ὁ μὲν γὰρ εἰς τὸν οὐρανὸν ἀναβὰς, οὐδὲν ἂν δέοιτο τῆς ἀνθρωπίνης εὐφημίας πρὸς μείζονα καὶ μακαριωτέραν λῆξιν ἀπελθών· ἡμεῖς δὲ οἱ τέως ἐνταῦθα στρεφόμενοι, καὶ πολλῆς πανταχόθεν παρακλήσεως χρῄζοντες, τῶν ἐγκωμίων δεόμεθα τῶν ἐκείνου, ἵνα εἰς τὸν αὐτὸν ζῆλον διαναστῶμεν. Διὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· Μνήμη δικαίου μετ' ἐγκωμίων· οὐχ ὡς τῶν ἀπελθόντων, ἀλλ' ὡς τῶν ἐγκωμιαζόντων ταύτῃ τὰ μέγιστα ὠφελουμένων. Ἐπεὶ οὖν τοσοῦτον τὸ κέρδος ἡμῖν ἐκ τοῦ πράγματος, πειθώμεθα καὶ μὴ ἀντιλέγωμεν· καὶ γὰρ ὁ καιρὸς πρὸς τὴν τοιαύτην διήγησιν ἐπιτήδειος. Σήμερον γὰρ ὁ μακάριος πρὸς τὴν ἀτάραχον μετετάξατο ζωὴν, καὶ τὸ σκάφος ὥρμισεν ἔνθα ναυάγιον ὑποπτεῦσαι οὐκ ἔνι λοιπὸν, οὐδὲ ἀθυμίαν τινὰ καὶ ὀδύνην. Καὶ τί θαυμαστὸν εἰ καθαρὸν ἐκεῖνο τὸ χωρίον ἀθυμίας ἐστὶν, ὅπου γε ἀνθρώποις τοῖς ἔτι ζῶσι διαλεγόμενος ὁ Παῦλός φησι· Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε; Εἰ δὲ ἐνταῦθα ὅπου νόσοι, καὶ ἐπήρειαι, καὶ ἄωροι θάνατοι, καὶ συκοφαντίαι, καὶ φθόνοι, καὶ ἀθυμίαι, καὶ ὀργαὶ, καὶ ἐπιθυμίαι πονηραὶ, καὶ μυρίαι ἐπιβουλαὶ, καὶ καθημεριναὶ φροντίδες, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ κακὰ μυρίας πάντοθεν ἐπάγοντα λύπας, ἔφησεν ὁ Παῦλος δυνατὸν εἶναι πάντοτε χαίρειν, εἴ τις μικρὸν ἐκ τοῦ κλυδωνίου τῶν βιωτικῶν πραγμάτων ἀνακύψας, τὸν ἑαυτοῦ καλῶς ῥυθμίσειε βίον, πολλῷ μᾶλλον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τούτου ῥᾴδιον ἐπιτυχεῖν τοῦ καλοῦ, ὅτε ταῦτα πάντα ἀνῄρηται, καὶ ἀῤῥωστίαι καὶ πάθη καὶ ἁμαρτημάτων ὑπόθεσις, ὅτε τὸ ἐμὸν καὶ τὸ σὸν οὐκ ἔστι, τὸ ψυχρὸν τοῦτο ῥῆμα, καὶ πάντα εἰς τὴν ζωὴν ἡμῶν εἰσάγον τὰ δεινὰ, καὶ τοὺς μυρίους γεννῆσαν πολέμους. Διὸ μάλιστα μακαρίζω τὸν ἅγιον τοῦτον, ὅτι εἰ καὶ μετετάξατο καὶ πόλιν ἀφῆκε τὴν παρ' ἡμῖν, ἀλλ' εἰς ἑτέραν ἀνέβη πόλιν τὴν τοῦ Θεοῦ, καὶ καταλιπὼν τὴν Ἐκκλησίαν ταύτην, εἰς ἐκείνην τελεῖ τὴν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ τὰς ἑορτὰς ταύτας ἀφεὶς, πρὸς τὴν τῶν ἀγγέλων μετέστη πανήγυριν. Ὅτι γὰρ καὶ πόλις ἄνω καὶ Ἐκκλησία καὶ πανήγυρίς ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος· Προσεληλύθατε πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ μυριάσιν ἀγγέλων πανηγύρει. Οὐ διὰ τὸ πλῆθος δὲ τῶν ἄνω δυνάμεων μόνον, ἀλλὰ καὶ διὰ τὴν τῶν ἀγαθῶν ἀφθονίαν, καὶ τὴν διηνεκῆ χαρὰν καὶ εὐφροσύνην, πανήγυριν τὰ ἐκεῖ πάντα καλεῖ· Πανήγυριν γὰρ οὐδὲν ἕτερον ποιεῖν εἴωθεν, ἀλλ' ἢ τὸ πλῆθος τῶν συνειλεγμένων, καὶ ἡ δαψίλεια τῶν ὠνίων, ὅταν πυροὶ καὶ κριθαὶ καὶ παντοδαπὰ γεννημάτων εἴδη, καὶ προβάτων ποίμνια, καὶ βοῶν ἀγέλαι. καὶ ἱμάτια, καὶ ἕτερα τοιαῦτα εἰσάγηται, τῶν μὲν πωλούντων, τῶν δὲ ἀγοραζόντων. Καὶ τί τούτων ἐστὶν ἐν τοῖς οὐρανοῖς, φησί; Τούτων μὲν οὐδὲν, τὰ δὲ τούτων πολλῷ σεμνότερα. Οὐ γὰρ πυροὶ καὶ κριθαὶ καὶ γεννημάτων εἴδη, ἀλλ' ὁ καρπὸς ἐκεῖ πανταχοῦ τοῦ πνεύματος, ἀγάπη καὶ χαρὰ καὶ εὐφροσύνη καὶ εἰρήνη καὶ ἀγαθωσύνη καὶ πραότης μετὰ πολλῆς τῆς δαψιλείας· οὐ προβάτων ποίμνια καὶ βοῶν ἀγέλαι, ἀλλὰ πνεύματα δικαίων τετελειωμένων, καὶ ψυχῶν ἀρεταὶ, καὶ τρόπων κατορθώματα πανταχοῦ τῶν οὐρανῶν ἐστιν ἰδεῖν· οὐχ ἱμάτια καὶ ἐπιβλήματα, ἀλλὰ στεφάνους χρυσοῦ παντὸς τιμιωτέρους καὶ βραβεῖα καὶ ἔπαθλα καὶ τὰ μυρία τοῖς κατορθοῦσιν ἀποκείμενα ἀγαθά. Καὶ τὸ πλῆθος τῶν συνιόντων πολλῷ σεμνότερόν τε καὶ πλέον· οὐ γὰρ ἐξ ἀστικῶν τε καὶ ἐπιχωρίων ἐστὶν ἀνδρῶν, ἀλλ' ἔνθα μυριάδες ἀγγέλων, ἐκεῖ χιλιάδες ἀρχαγγέλων, ἀλλαχοῦ συμμορία προφητῶν, ἑτέρωθι μαρτύρων χοροὶ, ἀποστόλων τάγματα, σύλλογοι δικαίων, τῶν εὐηρεστηκότων ἁπάντων δῆμοι διάφοροι. Ὄντως θαυμαστή τίς ἐστιν ἡ πανήγυρις, καὶ τὸ δὴ πάντων μεῖζον, ὅτι ἐν μέσῃ τῇ πανηγύρει στρέφεται τούτων ἁπάντων ὁ βασιλεύς· εἰπὼν γὰρ, Μυριάσιν ἀγγέλων πανηγύρει, ἐπήγαγε, Καὶ κριτῇ Θεῷ πάντων. Τίς ποτε εἶδε ἐν πανηγύρει βασιλέα παραγινόμενον; Ἐνταῦθα μὲν οὐδεὶς εἶδέ ποτε, ἐκεῖ δὲ διηνεκῶς οἱ παρόντες ὁρῶσιν ὡς αὐτοῖς ἰδεῖν δυνατὸν, καὶ παρόντα καὶ τῇ τῆς ἰδίας δόξης λαμπρότητι κοσμοῦντα τοὺς συνιόντας ἅπαντας. Καὶ αὗται μὲν αἱ πανηγύρεις τῆς ἡμέρας μεσούσης πολλάκις καταλύονται, ἐκείνη δὲ οὐχ οὕτως. Οὐ γὰρ περιόδους μηνῶν, οὐδὲ κύκλους ἐνιαυτῶν, οὐδὲ ἡμερῶν ἀριθμὸν ἀναμένει, ἀλλ' ἕστηκε διηνεκῶς, καὶ τὰ ἐν αὐτῇ πάντα ἀγαθὰ πέρας οὐκ ἔχει, τέλος οὐκ οἶδεν, οὐ γηρᾷν οὐδὲ μαραίνεσθαι δύναται· ἀλλ' ἔστιν ἀγήρω καὶ ἀθάνατα. Οὐδεὶς ἐκεῖ θόρυβος καθάπερ ἐνταῦθα, οὐδεμία ταραχὴ, ἀλλὰ πολὺς ὁ κόσμος πάντων μετὰ τῆς προσηκούσης εὐταξίας, ὥσπερ ἐν κιθάρᾳ τινὶ, μετὰ ῥυθμοῦ τὴν παναρμόνιον μελῳδίαν καὶ πάσης ἡδίω μουσικῆς τῷ Δεσπότῃ τῆς κτίσεως ἑκατέρας ἀναπεμπόντων, καὶ τῆς ψυχῆς ἐκεῖ καθάπερ ἐν ἱεροῖς ἀδύτοις καὶ θείοις τισὶ μυστηρίοις τὴν θείαν τελουμένης μυσταγωγίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De beato Philogonio (+ Contra Anomoeos, homilia 6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg014.local001/.
