Ancient Greek · ~20 min
ΕΙΣ ΤΗΝ ΕΠΙΛΥΣΙΝ ΤΗΣ ΧΑΝΑΝΑΙΑΣ Ἐῤῥήθη δὲ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Chananaea [Dub.] 11.1
Not analysed yet
Ταῦτα τοίνυν εἰδὼς ἐν ταῖς εὐχαῖς, ἀγαπητὲ, γίνεσθαι, τὴν Χαναναίαν μίμησαι, ὁ ἀνὴρ τὴν γυναῖκα, τὴν ἀλλόφυλον, τὴν ἀσθενῆ, τὴν ἀπεῤῥιμμένην καὶ εὐκαταφρόνητον. Ἀλλ' οὐκ ἔχεις θυγατέρα δαιμονιζομένην; Ἀλλ' ἔχεις ψυχὴν ἁμαρτάνουσαν. Τί εἶπεν ἡ Χαναναία; Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· εἰπὲ καὶ σὺ, Ἐλέησόν με· ἡ ψυχή μου κακῶς δαιμονίζεται. Μέγας γὰρ δαίμων ἡ ἁμαρτία. Ὁ δαιμονῶν ἐλεεῖται, ὁ ἁμαρτάνων μισεῖται· ἐκεῖνος συγγνώμην ἔχει, οὗτος ἀπολογίας ἐστέρηται. Ἐλέησόν με· βραχὺ τὸ ῥῆμα, καὶ πέλαγος εὗρε φιλανθρωπίας· ὅπου γὰρ ἕλεος, πάντα τὰ ἀγαθά. Κἂν ἔξω ᾖς, κράζε καὶ λέγε, Ἐλέησόν με, μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός. Οὐ ζητεῖται τόπος, ἀλλ' ἀρχὴ τρόπου. Ὁ Ἱερεμίας ἐν βορβόρῳ ἦν, καὶ τὸν Θεὸν ἐπεσπάσατο· ὁ Δανιὴλ ἐν λάκκῳ λεόντων, καὶ τὸν Θεὸν ἐξευμενίσατο· οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ ἦσαν, καὶ Θεὸν ὑμνοῦντες ἐδυσώπησαν· ὁ λῃστὴς ἐσταυρώθη, καὶ οὐκ ἐκώλυσεν ὁ σταυρὸς, ἀλλὰ παράδεισον ἤνοιξεν· ὁ Ἰὼβ ἐν κοπρίᾳ ἦν, καὶ τὸν Θεὸν ἵλεων κατεσκεύασεν· ὁ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους, καὶ τὸν Θεὸν ὑπήκοον ἔσχε. Κἂν ἐν βαλανείῳ ᾖς, εὔχου, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης· ὅπου ἐὰν ᾖς, εὔχου. Ναὸς εἶ τοῦ Θεοῦ, μὴ ζήτει τόπον· γνώμης χρεία μόνον. Κἂν δικαστῇ παραστῇς, εὔχου· ὅταν ὀργίζηται ὁ δικαστὴς, εὔχου. Θάλαττα ἦν ἔμπροσθεν, ὄπισθεν Αἰγύπτιοι, μέσος ὁ Μωϋσῆς· πολλὴ ἐν τῇ εὐχῇ στενοχωρία, ἀλλὰ μέγα τὸ πλάτος τῆς εὐχῆς ἦν. Ὄπισθεν οἱ Αἰγύπτιοι ἐδίωκον, ἔμπροσθεν ἡ θάλασσα, μέση ἡ εὐχή· καὶ οὐδὲν ἐλάλει ὁ Μωϋσῆς· καὶ λέγει αὐτῷ ὁ Θεός· Τί βοᾷς πρός με; Τὸ μὲν στόμα οὐ λαλεῖ, ἡ δὲ διάνοια βοᾷ. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν παραστῇς δικαστῇ μαινομένῳ, τυραννοῦντι, τὰ μέγιστα ἀπειλοῦντι, καὶ ἄλλοις δημίοις τὰ αὐτὰ ποιοῦσιν, εὖξαι σὺ τῷ Θεῷ, καὶ εὐχομένου σοῦ τὰ κύματα καταστέλλεται. Ὁ δικαστὴς ἐπὶ σέ; Σὺ ἐπὶ τὸν Θεὸν κατάφευγε. Ὁ ἄρχων πλησίον σου; Σὺ τὸν Δεσπότην κάλεσον. Μὴ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ἀπέλθῃς εἰς τόπον; Θεὸς ἀεὶ ἐγγύς ἐστιν. Ἐὰν θέλῃς παρακαλέσαι ἄνθρωπον, ἐρωτᾷς τί ποιεῖ, καθεύδει, ἀσχολεῖται· διακονῶν οὐκ ἀποκρίνεταί σοι. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τούτων· ὅπου ἐὰν ἀπέλθῃς καὶ καλέσῃς, ἀκούει· οὐκ ἀσχολία, οὐ μεσίτης, οὐ διάκονος διατειχίζει. Εἰπὲ, Ἐλέησόν με, καὶ παρευθὺς Θεὸς παραγίνεται· Ἔτι γὰρ, φησὶ, λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ ἐγὼ πάρειμι. Ὢ ῥῆμα ἡμερότητος γέμον. Οὐδὲ ἀναμένει τελέσαι τὴν εὐχήν· οὔπω τελεῖς τὴν εὐχὴν, καὶ λαμβάνεις τὴν δόσιν. Ἐλέησόν με. Ταύτην μιμησώμεθα τὴν Χαναναίαν, παρακαλῶ· Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ Κύριος λέγει πρὸς αὐτήν· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ποῦ ὁ αἱρετικός; Μὴ εἶπε, Παρακαλέσω μου τὸν Πατέρα; μὴ εἶπεν, Ἱκετεύσω τὸν γεννήσαντά με; μὴ εὐχῆς χρεία ἐνταῦθα; Οὐδαμῶς. Διὰ τί; Ἐπειδὴ μεγάλη ἦν ἡ πίστις, μέγα ἦν τὸ σκεῦος, μεγάλη καὶ ἡ χάρις ἐξεχύθη. Ὅπου δεῖ εὐχῆς, ἀσθενὲς τὸ σκεῦος. Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Οὐ νεκρὸν εἶδες ἐγειρόμενον, οὐ λεπρὸν καθαριζόμενον, οὐ προφητῶν ἤκουσας, οὐ νόμον ἐμελέτησας, οὐ θάλατταν εἶδες σχιζομένην, οὐχ ἕτερόν τι σημεῖον ἑώρακας παρ' ἐμοῦ γενόμενον· ὑβρίσθης δὲ μᾶλλον παρ' ἐμοῦ, καὶ ἐξηπορήθης· ἀπηγόρευσά σου τὸ πάθος, καὶ οὐκ ἀνεχώρησας, ἀλλὰ παρέμεινας· λοιπὸν ἀπόλαβε καὶ σὺ παρ' ἐμοῦ ἀξίαν καὶ πρέπουσαν εὐφημίαν· Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Ἀπέθανεν ἡ γυνὴ, καὶ τὸ ἐγκώμιον αὐτῆς μένει, διαδήματος ὂν λαμπρότερον. Ὅπου ἐὰν ἀπέλθῃς, ἀκούεις τοῦ Χριστοῦ λέγοντος, Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Εἴσελθε εἰς Περσῶν τὴν ἐκκλησίαν, καὶ ἀκούσεις τοῦ Χριστοῦ λέγοντος, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· εἰς τὴν Γότθων, εἰς τὴν βαρβάρων, εἰς τὴν Ἰνδῶν, εἰς τὴν Μαύρων, ὅσην ἥλιος ἐφορᾷ γῆν· ἕνα λόγον ὁ Χριστὸς ἐφθέγξατο, καὶ οὐ σιωπᾷ ὁ λόγος, ἀλλὰ μεγάλῃ τῇ φωνῇ ἀνακηρύττει τὴν πίστιν αὐτῆς, λέγων, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Οὐκ εἶπε, Θεραπευθήτω τὸ θυγάτριόν σου· ἀλλ', Ὡς θέλεις. Σὺ αὐτὴν θεράπευσον· σὺ γενοῦ ἰατρός· σοὶ ἐγχειρίζω τὸ φάρμακον· ὕπαγε, ἐπίθες, Γενηθήτω σοι ὡς θέλεις. Τὸ θέλημά σου θεραπευσάτω αὐτήν. Ἡ Χαναναία θελήματι ἐθεράπευσε, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀφ' ἑαυτοῦ οὐ θεραπεύει; Γενηθήτω σοι ὡς θέλεις. Οὐδὲ ἐκέλευσεν ἡ γυνὴ, οὐδὲ ἐπέταξε τῷ δαιμονίῳ, ἀλλ' ἠθέλησε μόνον, καὶ τὸ θέλημα τῆς γυναικὸς ἐθεράπευσε, καὶ δαίμονας ἐξέβαλε. Ποῦ εἰσιν οἱ τολμῶντες λέγειν, ὅτι δι' εὐχῆς ὁ Υἱὸς ἤνυσε; Γενηθήτω σοι ὡς θέλεις. Βλέπε καὶ τῆς λέξεως τὴν εὐγένειαν· τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται. Ὅτε γὰρ ἐποίει τὸν οὐρανὸν ὁ Θεὸς, εἶπε, Γενηθήτω ὁ οὐρανὸς, καὶ ἐγένετο ὁ οὐρανός· γενηθήτω ἥλιος, καὶ ἐγένετο ἥλιος· γενηθήτω γῆ, καὶ ἐγένετο γῆ· ἐπιτάγματι τὴν οὐσίαν ἤγαγεν. Οὕτω καὶ αὐτὸς, Γενηθήτω σοι ὡς θέλεις. Ἡ συγγένεια τῆς λέξεως τὴν κοινωνίαν τῆς φύσεως ἔδειξε. Καὶ ἱάθη ἡ θυγάτηρ αὐτῆς. Πότε; Ἀπὸ τῆς ὥρας ἐκείνης· οὐκ ἐξ ὅτου ἦλθεν ἡ μήτηρ αὐτῆς ἐν τῷ οἴκῳ, ἀλλὰ πρὶν ἐλθεῖν. Ἦλθεν εὑρεῖν δαιμονιῶσαν, καὶ εὗρεν ὑγιαίνουσαν, τῷ θελήματι αὐτῆς θεραπευθεῖσαν. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.