Ancient Greek
ΕΙΣ ΤΗΝ ΕΠΙΛΥΣΙΝ ΤΗΣ ΧΑΝΑΝΑΙΑΣ Ἐῤῥήθη δὲ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Chananaea [Dub.] 9.1
Not analysed yet
Ταῦτα δὲ ἐποίει οὐ πρὸς τὴν οἰκείαν ἀξίαν, ἀλλὰ πρὸς τὴν ἐκείνων συγκαταβαίνων ἀσθένειαν. Καὶ γὰρ ὅτε τὸν λεπρὸν ἐκαθάρισε, λέγει· Ἄπελθε, προσένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς. Σὺ ἐκάθαρας, καὶ πέμπεις αὐτὸν εἰς τὸν νόμον Μωϋσέως; Ναί. Διὰ τί; Διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ἄρξωνται ἐγκαλεῖν, ὅτι παρέβην τὸν νόμον. Διὰ τοῦτο καὶ ὅτε ἐθεράπευσε τὸν λεπρὸν, ξένως ἐθεράπευσεν αὐτόν· καὶ ἄκουε πῶς· Καὶ ἰδοὺ λεπρὸς προσελθὼν παρεκάλει αὐτὸν λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι. Ἐν τῷ νόμῳ οὐκ ἐχρῆν ἅπτεσθαι λεπροῦ. Ὅτε οὖν ἦλθε Νεαιμὰν ὁ στρατηλάτης πρὸς Ἐλισσαῖον τὸν προφήτην λέπρᾳ κατεχόμενος, λέγει αὐτῷ ὁ μαθητὴς, Ἰδοὺ λεπρὸς στρατηλάτης ἔξω. Ὁ δὲ πέμπει τὸν μαθητὴν ἐξελθεῖν καὶ εἰπεῖν αὐτῷ, Ἄπελθε, λοῦσαι εἰς τὸν Ἰορδάνην. Καὶ οὐκ ἐτόλμησεν ἐξελθεῖν αὐτὸς καὶ ἰδεῖν τὸν λεπρὸν, καὶ ἅψασθαι αὐτοῦ. Ἐπεὶ οὖν ἐκαθάρισεν ὁ Ἐλισσαῖος λεπρὸν, ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι ὁμοίως Ἐλισσαίῳ ἐκάθαρε, διὰ τοῦτο ἐκεῖνος μὲν οὐ τολμᾷ ἅψασθαι, οὗτος δὲ ἅπτεται, καὶ λέγει, Θέλω, καθαρίσθητι· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο τοῦ λεπροῦ. Διὰ τί ἥψατο; Ἵνα σε διδάξῃ ὅτι οὐκ ἔστι δοῦλος ὑποκείμενος νόμῳ, ἀλλὰ Δεσπότης ἐπικείμενος τῷ νόμῳ. Πῶς οὖν ἐτήρησε τὸν νόμον; Τῷ εἰπεῖν, Θέλω, καθαρίσθητι, καὶ μὴ εὐθέως αὐτοῦ ἅψασθαι. Προέλαβεν ὁ λόγος, ἐδραπέτευσε τὸ νόσημα, εἶτα ἥψατο τοῦ ἀκαθάρτου, καὶ εἶπε, Θέλω, καθαρίσθητι. Πῶς; Εὐθέως ἐκαθαρίσθη. Οὐχ εὑρίσκει ὁ εὐαγγελιστὴς εἰπεῖν (καὶ γὰρ τὸ εὐθέως βραδύ ἐστι), οὐχ εὑρίσκει λόγον ἰσόῤῥοπον τῷ τάχει τῆς ἐνεργείας. Εὐθέως· πῶς; Ἅμα ἐξέβη ὁ λόγος, καὶ ἐδραπέτευσε τὸ νόσημα, ἐφυγαδεύθη ἡ λέπρα, λοιπὸν καθαρὸς ὁ λεπρός. Διὰ τοῦτο λέγει· Ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς. Τίσι; Τοῖς Ἰουδαίοις, ἵνα μὴ λέγωσιν ὅτι παραβαίνω τὸν νόμον. Ἐγὼ ἐθεράπευσα, καὶ λέγω, Προσένεγκε τὸ δῶρον τοῦ νόμου, ἵνα ἐκείνῃ τῇ ἡμέρᾳ ὁ λεπρὸς αὐτῶν κατηγορήσῃ λέγων, Ἐμοὶ προσέταξε δῶρον κατὰ νόμον προσενεγκεῖν. Καὶ ὥσπερ πολλὰ ἕνεκεν Ἰουδαίων ἐποίει ὁ Χριστὸς, ἀναπολογήτους αὐτοὺς εἰς πάντα ποιῶν, οὕτω καὶ ἐνταῦθα. Ἐλέησόν με, ὅτι ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίνετο αὐτῇ λόγον. Προσελθόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, λέγουσιν, Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν αὐτός; Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ἵνα μὴ λέγωσιν Ἰουδαῖοι, ὅτι Ἀφῆκας ἡμᾶς, καὶ ἀπῆλθες ἔξω, καὶ διὰ τοῦτό σοι οὐκ ἐπιστεύσαμεν. Ἰδοὺ, φησὶ, καὶ ἀπὸ ἐθνῶν ἔρχονται, καὶ οὐ δέχομαι αὐτούς· ὑμᾶς δὲ καὶ φεύγοντας καλῶ, Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες, καὶ οὐκ ἔρχεσθε· ταύτην ἀποῤῥίπτω, καὶ παραμένει. Λαὸς, ὃν οὐκ ἔγνω[ν], ἐδούλευσέ μοι, φησίν· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· καὶ ἀλλαχοῦ· Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. —Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ἴδωμεν οὖν τί φησιν ὁ Χριστός. Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Οὐκ ἦν τὰ ῥήματα ἀποτρεπτικά; Μονονουχὶ γὰρ λέγει, Ἀπόστηθι, ὅτι οὐδὲν κοινὸν ἔχεις πρὸς ἐμέ· οὐκ ἦλθον διὰ σὲ, ἀλλ' ἦλθον διὰ Ἰουδαίους. Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἀκούσασα εἶπε· Ναὶ, Κύριε, βοήθει μοι, καὶ προσεκύνει, λέγουσα· ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ. Ἀλλὰ ὅρα ἀπόκρισιν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ὢ κηδεμονία ἰατροῦ· ἐν ἀπαγορεύσει ἐπισπᾶται αὐτήν. Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων· τίνων; Τῶν Ἰουδαίων· καὶ δοῦναι τοῖς κυναρίοις, τουτέστιν, ὑμῖν.