Ancient Greek · ~18 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Christi divinitate (+ Contra Anomoeos, homilia 12) 1.1
Not analysed yet
Εὐλογητὸς ὁ Θεός· καθ' ἑκάστην σύναξιν αὐξανομένην ὁρῶ τὴν ἄρουραν, κομῶντα τὰ λήϊα, πεπληρωμένην τὴν ἅλωνα, πληθύνοντα τὰ δράγματα. Καίτοι γε οὐ πολλὰς ἡμέρας ἔχομεν, ἐξ οὗ τὸν σπόρον τοῦτον κατεβάλομεν, καὶ ἰδοὺ πλούσιος ἡμῖν εὐθέως ὁ στάχυς τῆς ὑπακοῆς ἐβλάστησεν. Ὅθεν δῆλον, ὅτι οὐκ ἀνθρωπίνη δύναμις, ἀλλὰ θεία χάρις ταύτην γεωργεῖ τὴν Ἐκκλησίαν. Καὶ γὰρ τοιαύτη ἡ φύσις τοῦ σπόρου τοῦ πνευματικοῦ· οὐκ ἀναμένει χρόνον, οὐ περιμένει πλῆθος ἡμερῶν, οὐκ ἐκδέχεται περιόδους μηνῶν, οὐδὲ ὥρας καὶ καιροὺς καὶ ἐνιαυτούς· ἀλλ' ἔστιν ἐν ἡμέρᾳ μιᾷ καταβαλόντα τὰ σπέρματα μεστῷ καὶ πεπληρωμένῳ τῷ βραχίονι τοῦτον ἀμῆσαι τὸν ἀμητόν. Οἱ μὲν γὰρ τὴν αἰσθητὴν ταύτην ἀνατέμνοντες γῆν, πολλῆς δέονται τῆς πραγματείας, καὶ μακρᾶς τῆς ἀναβολῆς. Καὶ γὰρ καὶ βοῦς ἀροτῆρας ὑπὸ τὴν ζεύγλην ἄγειν ἀναγκάζονται, καὶ βαθεῖαν αὔλακα τέμνειν, καὶ δαψιλῆ τὰ σπέρματα καταβάλλειν, καὶ τὴν ἐπιφάνειαν ἐξομαλίσαι τῆς γῆς, καὶ τὰ καταβληθέντα πάντα περιστεῖλαι, καὶ ἀναμεῖναι συμμέτρους ὄμβρων φορὰς, καὶ πολλὰ ἕτερα φιλοπονῆσαι, καὶ πολὺν ἐκδέχεσθαι χρόνον, καὶ τότε τοῦ τέλους ἐπιτυχεῖν. Ἐνταῦθα δὲ καὶ ἐν θέρει καὶ ἐν χειμῶνι καὶ σπείρειν καὶ ἀμᾶσθαι ἔνι, καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ πολλάκις ἀμφότερα γέγονε, καὶ μάλιστα ὅταν λιπαρὰ καὶ πίων τύχῃ οὖσα ἡ γεωργουμένη ψυχή· ὃ δὴ καὶ ἐφ' ὑμῶν ἔστιν ἰδεῖν· διὸ καὶ ἡμεῖς πρὸς ὑμᾶς προθυμότερον τρέχομεν· ἐπεὶ καὶ γεωργὸς ἐκείνην ἐργάζεται τὴν ἄρουραν ἐπιτήδειον, ἀφ' ἧς τὴν ἅλωνα πολλάκις ἐνέπλησεν. Ἐπεὶ οὖν καὶ ὑμεῖς ἐξ ὀλίγου πόνου πολλὴν ἡμῖν παρέχετε τὴν πρόσοδον, μετὰ πολλῆς τῆς προσοχῆς τῆς γεωργίας ἁπτόμεθα ταύτης, καὶ τῶν πρότερον εἰρημένων τὰ λείψανα ὑμῖν κομίσοντες ἥκομεν. Τότε μὲν οὖν ἀπὸ τῆς Παλαιᾶς τὸν λόγον ὑφήναμεν τὸν περὶ τῆς δόξης τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· νυνὶ δὲ ἀπ' αὐτῆς τὸ αὐτὸ τοῦτο ποιήσομεν· τότε οὖν ἐλέγομεν, ὅτι ὁ Χριστὸς ἔλεγεν· Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· νυνὶ δὲ λέγομεν, ὅτι εἶπε Μωϋσῆς· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. Ὥσπερ γὰρ ὁ Χριστὸς πρὸς τὸν Μωϋσέα παραπέμπει, ἵνα δι' ἐκείνου πρὸς ἑαυτὸν ἐπισπάσηται, οὕτως ὁ Μωϋσῆς τῷ διδασκάλῳ παραδίδωσι τοὺς μαθητὰς, κελεύων αὐτῷ κατὰ πάντα πείθεσθαι. Πειθώμεθα τοίνυν οἷς ἂν ποιῇ καὶ λέγῃ, τοῖς τε ἄλλοις ἅπασι, καὶ τούτῳ τῷ σήμερον ἀναγνωσθέντι ἡμῖν σημείῳ. Τί δὲ τοῦτό ἐστιν, Ἦν, φησὶν, ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις προβατικὴ κολυμβήθρα, ἡ λεγομένη Ἑβραϊστὶ Βηθεσδᾶ, πέντε στοὰς ἔχουσα· εἰς ἣν λόγος ἔχει παραγινόμενον ἄγγελον κατὰ καιρὸν καταδύεσθαι, καὶ τοῦτο γινώσκεσθαι διὰ τὴν τοῦ ὕδατος κίνησιν· τὸν οὖν πρῶτον ἐμβάντα μετὰ τὸν ἐν τῷ ὕδατι κλύδωνα ὑγιῆ γίνεσθαι, ὁτιδήποτε ἀῤῥώστημα ἔχοντα. Ἐν ταύταις οὖν κατέκειτο ταῖς στοαῖς πλῆθος ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Τίνος οὖν ἕνεκεν τὰ Ἱεροσόλυμα συνεχῶς ὁ Χριστὸς καταλαμβάνει, καὶ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τοῖς Ἰουδαίοις; Ἐπειδὴ τότε τὸ πλῆθος συνελέγετο, καὶ τὸν τόπον ἐκεῖνον καὶ τὸν καιρὸν παρετήρει, ὥστε ἐπιλαβέσθαι τῶν ἀσθενούντων. Οὐ γὰρ τοσαύτην οἱ κάμνοντες εἶχον ἐπιθυμίαν ἀπαλλαγῆναι τῶν νοσημάτων, ὅσην ὁ ἰατρὸς ἐπεποίητο σπουδὴν ἀπαλλάξαι αὐτοὺς τῆς ἀῤῥωστίας. Ὅτε τοίνυν πλήρης ὁ σύλλογος αὐτῶν ἦν, καὶ ἀπηρτισμένον τὸ θέατρον, τότε εἰς μέσον ἐρχόμενος τὰ πρὸς τὴν σωτηρίαν τῆς ἐκείνων ψυχῆς ἐπεδείκνυτο. Κατέκειτο τοίνυν πλῆθος ἀσθενούντων ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν, καὶ ὁ μὲν πρῶτος καταβαίνων ἐθεραπεύετο μετὰ τὴν τοῦ ὕδατος κίνησιν, ὁ δὲ δεύτερος οὐκ ἔτι· ἀλλ' ἀνηλοῦτο τὸ φάρμακον, ἐδαπανᾶτο ἡ ἰατρεία τῆς χάριτος, λοιπὸν ἔρημα τὰ ὕδατα ἔμενε, τῆς τοῦ πρώτου καταβαίνοντος ἀῤῥωστίας ἅπαν ἀναμαξαμένης αὐτό. Καὶ μάλα εἰκότως· δουλικὴ γὰρ ἦν ἡ χάρις. Ἀλλ' οὐχ, ὅτε ὁ Δεσπότης παρεγένετο, οὕτως ἐγίνετο, οὐδὲ ὁ πρῶτος καταβαίνων εἰς τὴν κολυμβήθραν τῶν ὑδάτων τοῦ βαπτίσματος ἐθεραπεύετο μόνος, ἀλλὰ καὶ ὁ πρῶτος, καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, καὶ ὁ τέταρτος, καὶ ὁ δέκατος, καὶ ὁ εἰκοστός· κἂν μυρίους εἴπῃς, κἂν δὶς τοσούτους, κἂν τρὶς, κἂν ἀπείρους τῷ πλήθει, κἂν τὴν οἰκουμένην ἅπασαν ἐμβάλῃς εἰς τὴν κολυμβήθραν τῶν ὑδάτων, οὐδὲ κατὰ μικρὸν ἐλαττοῦται ἡ χάρις, ἀλλ' ἡ αὐτὴ μένει, πάντας ἐκείνους καθαίρουσα. Τοσοῦτον τὸ μέσον δουλικῆς δυνάμεως, καὶ δεσποτικῆς αὐθεντίας. Ἐκεῖνος ἕνα ἐθεράπευσεν, οὗτος τὴν οἰκουμένην ἅπασαν· ἐκεῖνος διὰ τοῦ ἐνιαυτοῦ ἕνα, οὗτος καθ' ἑκάστην ἡμέραν, εἰ βούλει μυρίους ἐμβαλεῖν, ἅπαντας ὑγιαίνοντας ἀποδίδωσιν· ἐκεῖνος καταβαίνων καὶ ταράσσων τὸ ὕδωρ, οὗτος οὐχ οὕτως, ἀλλ' ἀρκεῖ ψιλὴν αὐτοῦ καλέσαι τὴν προσηγορίαν ἐπὶ τῶν ὑδάτων μόνον, καὶ πᾶσαν αὐτοῖς ἐναποθέσθαι θεραπείας ὑπόθεσιν. Κἀκεῖνος μὲν σωμάτων πήρωσιν ἰᾶτο, οὗτος δὲ ψυχῆς κακίαν διορθοῦται. Ὁρᾷς πῶς διὰ πάντων πολὺ τὸ μέσον καὶ ἄπειρον φαίνεται;