# De Christi precibus (+ Contra Anomoeos, homilia 10) 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Christi precibus (+ Contra Anomoeos, homilia 10), Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-christi-precibus-contra-anomoeos-homilia-10/3.1

Καὶ ἵνα μάθητε ὅτι συγκαταβάσεώς ἐστιν ἡ εὐχὴ, μάλιστα μὲν καὶ ἤδη διὰ τῶν περὶ τὸν Λάζαρον συμβάντων ἀπεδείξαμεν· πλὴν ἀλλὰ καὶ ἑτέρωθεν δῆλον. Τίνος γὰρ ἕνεκεν ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται θαυμάτων, ἀλλ' ἐπὶ τῶν ἐλαττόνων; Εἰ γὰρ δεόμενος βοηθείας ηὔχετο καὶ οὐκ ἔχων αὐτοτελῆ δύναμιν, ἐπὶ πάντων εὔχεσθαι ἔδει καὶ τὸν Πατέρα καλεῖν· εἰ δὲ μὴ ἐπὶ πάντων, κἂν ἐπὶ τῶν μειζόνων. Νῦν δὲ τὸ ἐναντίον ποιεῖ· ἐπὶ τῶν μειζόνων πραγμάτων οὐκ εὔχεται, ἵνα δείξῃ, ὅτι τοὺς ἄλλους παιδεύων τοῦτο ἐποίει, οὐχὶ δυνάμεως δεόμενος. Ὅτε γοῦν τοὺς ἄρτους εὐλόγησεν, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὔξατο, ἡμᾶς παιδεύων τραπέζης μὴ πρότερον ἀπογεύεσθαι, ἕως ἂν εὐχαριστήσωμεν τῷ τοὺς καρποὺς πεποιηκότι Θεῷ· καὶ πολλοὺς νεκροὺς ἀναστήσας, οὐκ ηὔξατο, ἐπὶ δὲ Λαζάρου μόνον. Καὶ τὴν αἰτίαν τότε εἰρήκαμεν, ὅτι τὴν ἀσθένειαν τῶν παρόντων διορθούμενος, ἣν καὶ αὐτὸς εἶπε, σαφῶς οὕτω προσθεὶς, ὅτι διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον. Καὶ ὅτι οὐχ ἡ εὐχὴ, ἀλλ' ἡ φωνὴ τὸν νεκρὸν ἤγειρεν, ἱκανῶς ἀπεδείξαμεν τότε· καὶ ἵνα μάθῃς τοῦτο σαφέστερον, ὅρα. Ὅταν γὰρ κολάζειν δέῃ, καὶ ὅταν τιμᾷν, καὶ ὅταν ἁμαρτήματα ἀφιέναι, καὶ ὅταν νομοθετεῖν, καὶ ὅταν τι τῶν πολλῷ μειζόνων δέῃ ποιεῖν, οὐδαμοῦ τὸν Πατέρα καλοῦντα αὐτὸν εὑρήσεις, οὐδὲ εὐχόμενον, ἀλλὰ μετὰ αὐθεντίας ἅπαντα πράττοντα. Καὶ τούτων ἕκαστον ἐγὼ μὲν ἀπαριθμήσομαι· σὺ δὲ σκόπει μετὰ ἀκριβείας, πῶς οὐδαμοῦ δεῖται εὐχῆς. Δεῦτε, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Καὶ πάλιν, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἰδοὺ κολάζει καὶ τιμᾷ μετὰ αὐθεντίας ἁπάσης, καὶ εὐχῆς οὐδεμιᾶς δεῖται. Πάλιν, ὅταν διορθῶσαι σῶμα δέῃ διαλελυμένον. Ἐγερθεὶς ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· ὅταν ἀπαλλάξαι θανάτου, Ταλιθὰ κοῦμι, ἀνάστηθι· ὅταν ἐλευθερῶσαι ἁμαρτημάτων, Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ὅταν ἐπιτιμῆσαι δαίμοσι, Σοὶ λέγω, τὸ πονηρὸν δαιμόνιον, ἔξελθε ἀπ' αὐτοῦ· ὅταν καταστεῖλαι τὴν θάλασσαν, Σιώπα, πεφίμωσο· ὅταν καθᾶραί τινα λέπρᾳ κατεχόμενον, Θέλω, καθαρίσθητι· ὅταν νομοθετῆσαι, Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Εἶδες πάντα μετὰ αὐθεντίας ποιοῦντα δεσποτικῆς, καὶ εἰς γέενναν ἐκβάλλοντα, καὶ εἰς βασιλείαν εἰσάγοντα, καὶ παράλυσιν διορθούμενον, καὶ εἰς θάνατον ἀπελαύνοντα, καὶ ἁμαρτίας ἀφιέντα, καὶ δαίμοσιν ἐπιτιμῶντα, καὶ τὴν θάλατταν καταστέλλοντα; Καίτοι τί μεῖζον, εἰπέ μοι, εἰς βασιλείαν εἰσαγαγεῖν, καὶ εἰς γέενναν ἐμβαλεῖν, καὶ ἁμαρτίας ἀφιέναι, καὶ νόμους θεῖναι μετὰ αὐθεντίας, ἢ ἄρτους ποιῆσαι; οὐκ εὔδηλον καὶ ὡμολογημένον ἅπασιν, ὅτι ταῦτα ἐκείνων μείζω; Ἀλλ' ὅμως ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται, δεικνὺς ὅτι καὶ ἐπὶ τῶν ἐλαττόνων οὐ δι' ἀσθένειαν δυνάμεως τοῦτο ἐποίει, ἀλλὰ διὰ διδασκαλίαν τῶν τότε παρόντων. Καὶ ἵνα μάθῃς, ὅσον ἐστὶν ἁμαρτίας ἀφιέναι, παράγω σοι μάρτυρα τὸν προφήτην· οὐδενὸς γὰρ ἑτέρου τοῦτο δείκνυσιν ὁ προφήτης, ἢ τοῦ Θεοῦ μόνου. Τίς γὰρ Θεὸς, φησὶν, ὥσπερ σὺ, ἐξαίρων ἀνομίας, ὑπερβαίνων ἀδικίας; Καὶ τὸ εἰς βασιλείαν δὲ εἰσαγαγεῖν τοῦ τὸν θάνατον λῦσαι πολλῷ μεῖζόν ἐστι· ἀλλ' ὅμως κἀκεῖνο μετ' ἐξουσίας ποιεῖ. Καὶ τὸ νομοθετεῖν δὲ, οὐ τῶν ὑποτεταγμένων, ἀλλὰ τῶν βασιλευόντων ἐστί· καὶ τοῦτο βοᾷ μὲν αὐτὴ τῶν πραγμάτων ἡ φύσις· βασιλέων γὰρ μόνον ἐστὶ τιθέναι νόμους· δείκνυσι δὲ καὶ ὁ Ἀπόστολος, οὕτω λέγων· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Ἐπειδὴ γὰρ δοῦλος ἦν καὶ διάκονος, οὐκ ἐτόλμησε προσθεῖναι τοῖς ἐξ ἀρχῆς νομοθετηθεῖσιν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλὰ μετὰ πολλῆς τῆς αὐθεντίας τοὺς παλαιοὺς ἀναγινώσκει νόμους, καὶ τοὺς παρ' αὑτοῦ πάλιν εἰσάγει. Εἰ δὲ τὸ νόμους ἁπλῶς τιθέναι, βασιλικῆς μόνον ἐστὶν ἐξουσίας. ὅταν εὑρίσκηται μὴ μόνον νόμους τιθεὶς οὗτος, ἀλλὰ καὶ τοὺς παλαιοὺς διορθούμενος, τίς ὑπολείπεται λόγος τοῖς ἀναισχυντεῖν βουλομένοις; Ἀπὸ γὰρ τούτου δῆλον, ὅτι τῆς αὐτῆς οὐσίας ἐστὶ τῷ γεγεννηκότι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Christi precibus (+ Contra Anomoeos, homilia 10). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg018.local001/.
