Ancient Greek
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Christi precibus (+ Contra Anomoeos, homilia 10) 7.1
Not analysed yet
Ταῦτ' οὖν ἅπαντα πρὸς ἐκείνους λέγωμεν, καὶ σπουδάζωμεν, τό γε εἰς ἡμᾶς ἧκον, ἀπάγειν αὐτοὺς τῆς πονηρᾶς ἐκείνης αἱρέσεως, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανάγειν. Καὶ ἡμεῖς δὲ αὐτοὶ μὴ τὴν πίστιν μόνην ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν νομίζωμεν, ἀλλὰ καὶ πολιτείας ἐπιμελώμεθα, καὶ βίον ἄριστον ἐπιδειξώμεθα, ἵν' ἑκατέρωθεν ἡμῖν ἀπηρτισμένα ᾖ τὰ τῆς ὠφελείας. Καὶ ὃ παρεκάλεσα πρῴην, τοῦτο καὶ νῦν, ὥστε κατορθῶσαι, παρακαλῶ· καὶ τὰς πρὸς ἀλλήλους ἔχθρας καταλύσωμεν, καὶ μιᾶς ἡμέρας μηδεὶς πλέον ἔστω τοῦ πλησίον ἐχθρὸς, ἀλλὰ πρὸ τῆς νυκτὸς καταλυέτω τὴν ὀργὴν, ἵνα μὴ καθ' ἑαυτὸν γενόμενος, καὶ τὰ γεγενημένα καὶ τὰ εἰρημένα παρὰ τῆς ἔχθρας συλλέγων μετὰ ἀκριβείας, χαλεπώτερον τὸ τέλος ἐργάσηται, καὶ δυσκολωτέραν ποιήσῃ τὴν καταλλαγήν. Καθάπερ γὰρ τὰ τοῦ σώματος ἡμῶν ὀστᾶ ἐξολισθήσαντα τῆς οἰκείας ἕδρας, ἂν μὲν εὐθέως ἐπανάγηται, οὐ μετὰ πολλοῦ πόνου τὴν οἰκείαν ἀπολαμβάνει χώραν· ἂν δὲ πολὺν ἔξω τῆς οἰκείας ἕδρας μείνῃ χρόνον, δυσκόλως ἐπανέρχεται πάλιν καὶ πρὸς τὴν οἰκείαν ἐπάνεισι χώραν, καὶ ἐπαναχθέντα δὲ πολλῶν δεῖται τῶν ἡμερῶν, ὥστε ἁρμοσθῆναι μετὰ ἀκριβείας καὶ ἑδρασθῆναι καὶ μεῖναι· οὕτω δὴ καὶ ἡμεῖς, ἂν μὲν εὐθέως τοῖς ἐχθροῖς καταλλαγῶμεν, εὐθέτως τε τοῦτο ποιοῦμεν, καὶ οὐ πολλῆς δεόμεθα σπουδῆς, ὥστε εἰς τὴν ἀρχαίαν φιλίαν ἐπανελθεῖν· ἐὰν δὲ πολὺς μεταξὺ γένηται χρόνος, ὥσπερ τυφλωθέντες ἀπὸ τῆς ἔχθρας, ἐρυθριῶμεν, αἰσχυνόμεθα, ἑτέρων δεόμεθα, οὐ τῶν συναγόντων δὲ μόνον, ἀλλὰ καὶ τῶν μετὰ τὴν ἐπάνοδον κατεχόντων ἡμᾶς μετὰ ἀκριβείας, ἕως ἂν τὴν προτέραν ἀναλάβωμεν παῤῥησίαν. Καὶ οὔπω λέγω τὸν γέλωτα καὶ τὴν αἰσχύνην. Πόσης γὰρ καταγνώσεως ἄξιον οὐκ ἂν εἴη, ἑτέρων δεῖσθαι τῶν συναγόντων ἡμᾶς πρὸς τὰ ἡμέτερα μέλη; Οὐ τοῦτο δὲ μόνον γίνεται τὸ δεινὸν τῇ μελλήσει καὶ τῇ ἀναβολῇ, ἀλλ' ὅτι καὶ τὰ οὐκ ὄντα ἁμαρτήματα, ἁμαρτήματα εἶναι δοκεῖ λοιπόν· κἂν ὁτιοῦν ὁ ἐχθρὸς φθέγξηται, πάντα μεθ' ὑποψίας δεχόμεθα, καὶ σχήματα, καὶ βλέμματα, καὶ φωνὴν, καὶ βάδισιν· καὶ γὰρ ὁρώμενος ἀναφλέγει τὴν πεπωρωμένην ψυχὴν, καὶ οὐχ ὁρώμενος ὁμοίως πάλιν λυπεῖ. Οὐ γὰρ δὴ μόνον ἡ ὄψις τῶν ἠδικηκότων, ἀλλὰ καὶ ἡ μνήμη διηνεκῶς ἡμᾶς ὀδυνᾷν εἴωθε, κἂν ἑτέρου τι περὶ αὐτοῦ λέγοντος ἀκούσωμεν, ὁμοίως φθεγγόμεθα πάλιν, καὶ πάντα ἁπλῶς τὸν βίον ἐν ἀθυμίᾳ καὶ ὀδύνῃ διάγομεν, μείζονα ἑαυτοῖς ἢ ἐκείνοις ἐργαζόμενοι τὸ κακὰ, καὶ διηνεκῆ πόλεμον φυλάττοντες ἐπὶ τῆς ψυχῆς. Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, μάλιστα μὲν σπουδάζωμεν πρὸς μηδένα ἀπεχθῶς ἔχειν· εἰ δὲ καὶ γένηταί τις ἀπέχθεια, ἐν αὐτῇ καταλλαττώμεθα τῇ ἡμέρᾳ. Ἂν γὰρ ἐπιλάβηται δευτέρας καὶ τρίτης, γίνεται ταχέως ἡ τρίτη τετάρτη, κἀκείνη πέμπτη, καὶ αὐτὴ πολλῷ πλείους τέξεται πάλιν ἡμέρας ἀπεχθείας ἡμῖν· ὅσῳ γὰρ ἀναβαλλόμεθα, τοσούτῳ μᾶλλον ἐρυθριῶμεν. Ἀλλ' αἰσχύνη προσελθεῖν, καὶ καταφιλῆσαι τὸν ἠδικηκότα; Τοῦτο μὲν οὖν ἔπαινος, τοῦτο στέφανος, τοῦτο ἐγκώμιον, τοῦτο κέρδος καὶ θησαυρὸς μυρία ἔχων ἀγαθά· καὶ αὐτός σε ὁ ἐχθρὸς ἀποδέξεται, καὶ οἱ παρόντες ἅπαντες ἐπαινέσονται, κἂν ἄνθρωποι δὲ ἐγκαλέσωσιν, ὁ Θεὸς στεφανώσει πάντως. Ἂν δὲ ἐκεῖνον πρότερον ἀναμείνῃς ἐλθεῖν καὶ συγγνώμην αἰτῆσαι, οὐ τοσοῦτον ἕξεις τὸ κέρδος· ἐκεῖνος γὰρ προλαβὼν τὸ βραβεῖον ἥρπασε, καὶ τὴν εὐλογίαν εἰς ἑαυτὸν μετέστησεν ἅπασαν· ἂν δὲ αὐτὸς προδράμῃς, οὐκ ἠλαττώθης, ἀλλ' ἐνίκησας τὸν θυμὸν, περιεγένου τοῦ πάθους, φιλοσοφίαν ἐπιδείξω πολλὴν ὑπακούσας τῷ Θεῷ, ποθεινότερον τὸν μετὰ ταῦτα κατέστησας βίον, πραγμάτων ἀπηλλάγης καὶ ταραχῆς. Οὐ παρὰ Θεῷ δὲ μόνον, ἀλλὰ καὶ κατὰ ἄνθρωπον σφαλερὸν καὶ ἐπικίνδυνον ἐχθροὺς ἔχειν πολλούς. Καὶ τί λέγω πολλούς; ἕνα καὶ μόνον ἔχειν ἐχθρὸν ἐπικίνδυνον, ὥσπερ οὖν ἀσφαλὲς καὶ σωτήριον τὸ πάντας κεκτῆσθαι φίλους. Οὐχ οὕτω χρημάτων πρόσοδος, οὐχ οὕτως ὅπλα καὶ τείχη καὶ τάφροι καὶ μυρία ἕτερα μηχανήματα ἡμᾶς ἀσφαλίζεσθαι πέφυκεν, ὡς φιλία γνησία. Τοῦτο τεῖχος, τοῦτο ἀσφάλεια, τοῦτο περιουσία, τοῦτο τρυφὴ, τοῦτο καὶ τὸν παρόντα βίον ἡμᾶς μετ' εὐθυμίας παρασκευάσει διαγαγεῖν, καὶ τὴν μέλλουσαν χαριεῖται ζωήν. Ἅπερ οὖν ἅπαντα ἐννοοῦντες, καὶ τὸ κέρδος ὅσον ἀπὸ τοῦ πράγματος λογιζόμενοι, πάντα ποιῶμεν καὶ κατασκευάζωμεν, ὥστε καὶ τοὺς ὄντας ἐχθροὺς ἡμῖν καταλλάττειν, καὶ τοὺς μέλλοντας γίνεσθαι κωλύειν, καὶ τῶν φίλων τοὺς ὄντας ἀσφαλεστέρους ποιεῖν. Καὶ γὰρ ἀρχὴ καὶ τέλος ἀρετῆς ἁπάσης ἡ ἀγάπη· ἧς γένοιτο γνησίως καὶ διηνεκῶς ἀπολαύοντας ἡμᾶς, τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.