# De coemeterio et de cruce 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De coemeterio et de cruce, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-coemeterio-et-de-cruce/1.1

Πολλάκις ἐζήτησα πρὸς ἐμαυτὸν, τίνος ἕνεκεν οἱ πατέρες ἡμῶν τοὺς οἴκους τοὺς εὐκτηρίους τοὺς ἐν ταῖς πόλεσι παραδραμόντες, ἔξω τῆς πόλεως ἡμᾶς σήμερον καὶ ἐνταῦθα ἐκκλησιάζειν ἐνομοθέτησαν· οὐ γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ μοι δοκοῦσι τοῦτο πεποιηκέναι. Διὸ καὶ τὴν αἰτίαν ἐζήτησα, καὶ εὗρον τῇ τοῦ Θεοῦ χάριτι δικαίαν οὖσαν καὶ εὔλογον, καὶ τῇ παρούσῃ πρέπουσαν ἑορτῇ. Τίς οὖν ἐστιν ἡ αἰτία; Σταυροῦ μνείαν ἐπιτελοῦμεν· ὁ δὲ σταυρωθεὶς ἔξω τῆς πόλεως ἐσταυρώθη· διὰ τοῦτο ἔξω τῆς πόλεως ἡμᾶς ἤγαγον. Τῷ γὰρ ποιμένι, φησὶν, ἀκολουθεῖ τὰ πρόβατα· ἔνθα ὁ βασιλεὺς, ἐκεῖ καὶ οἱ στρατιῶται· καὶ ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί. Ἀλλ' ἔξω μὲν τῆς πόλεως διὰ τοῦτο· μᾶλλον δὲ πρότερον δείξωμεν, ὅτι διὰ τοῦτο, καὶ ἀπὸ τῶν θείων Γραφῶν. Ἵνα γὰρ μὴ νομίσητε ἡμέτερον εἶναι στοχασμὸν, Παῦλον ὑμῖν παράγω μάρτυρα. Τί οὖν ἐκεῖνός φησι περὶ τῶν θυσιῶν; Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα ἔξω τῆς παρεμβολῆς κατακαίεται. Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Εἶπεν, ἐκέλευσε Παῦλος· ὑπηκούσαμεν, ἐξήλθομεν. Ἔξωθεν οὖν διὰ τοῦτο συναγόμεθα. Τίνος δὲ ἕνεκεν ἐν τῷ μαρτυρίῳ τούτῳ, καὶ οὐχὶ ἐν ἑτέρῳ; Καὶ γὰρ τῇ τοῦ Θεοῦ χάριτι ἐξ ἑκάστης πλευρᾶς ἡ πόλις ἡμῖν τοῖς λειψάνοις τῶν ἁγίων τειχίζεται. Τίνος οὖν ἕνεκεν ἐνταῦθα, καὶ οὐκ ἐν ἄλλῳ μαρτυρίῳ συνάγεσθαι ἡμᾶς ἐκέλευσαν οἱ πατέρες; Ὅτι ἐνταῦθα τῶν νεκρῶν κεῖται πλῆθος. Ἐπεὶ οὖν σήμερον Ἰησοῦς πρὸς τοὺς νεκροὺς κατέβη, διὰ τοῦτο ἐνταῦθα συλλεγόμεθα. Διὰ τοῦτο καὶ αὐτὸς ὁ τόπος κοιμητήριον ὠνόμασται, ἵνα μάθῃς ὅτι οἱ τετελευτηκότες καὶ ἐνταῦθα κείμενοι οὐ τεθνήκασιν, ἀλλὰ κοιμῶνται καὶ καθεύδουσι. Πρὸ μὲν γὰρ τῆς παρουσίας Χριστοῦ ὁ θάνατος θάνατος ἐκαλεῖτο· ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, φησὶ, θανάτῳ ἀποθανεῖσθε· καὶ πάλιν, Ψυχὴ ἡ ἁμαρτά νουσα, αὐτὴ καὶ ἀποθανεῖται. Καὶ ὁ Δαυΐδ· Θάνατος ἁμαρτωλῶν πονηρός· καὶ πάλιν, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Καὶ ὁ Ἰώβ· Θάνατος ἀνδρὶ ἀνάπαυσις. Οὐχὶ θάνατος δὲ μόνον, ἀλλὰ καὶ ᾅδης ἐκαλεῖτο. Καὶ ἄκουε τοῦ Δαυῒδ λέγοντος· Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με· καὶ ὁ Ἰακώβ· Κατάξετε τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδην. Ταῦτα εἶχε τὰ ὀνόματα ἡμῶν ἡ τελευτὴ πρὸ τούτου· ἐπειδὴ δὲ ἦλθεν ὁ Χριστὸς, καὶ ὑπὲρ ζωῆς τοῦ κόσμου ἀπέθανεν, οὐκέτι θάνατος καλεῖται λοιπὸν ὁ θάνατος, ἀλλὰ ὕπνος καὶ κοίμησις. Καὶ ὅτι κοίμησις καλεῖται, δῆλον ἐξ ὧν φησιν ὁ Χριστός· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Οὐ γὰρ εἶπεν, Ἀπέθανε, καίτοι γε τεθνηκὼς ἦν. Ἵνα δὲ μάθῃς ὅτι τὸ ὄνομα ξένον ἦν τὸ τῆς κοιμήσεως, ὅρα πῶς ἀκούσαντες τοῦτο οἱ μαθηταὶ θορυβοῦνται καὶ λέγουσι· Κύριε, εἰ κεκοίμηται, σωθήσεται· οὕτως οὐκ ᾔδεσαν τί ποτε ἦν τὸ λεγόμενον. Καὶ πάλιν ὁ Παῦλος· Ἆρα οἱ κοιμηθέντες ἀπώλοντο; πρός τινας λέγων. Καὶ πάλιν ἀλλαχοῦ· Ἡμεῖς οἱ ζῶντες οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, περὶ τῶν νεκρῶν λέγων. Καὶ πάλιν ἀλλαχοῦ· Ἔγειραι, ὁ καθεύδων. Καὶ ἵνα δείξῃ ὅτι περὶ νεκροῦ τοῦτο λέγει, ἐπήγαγε· Καὶ ἀνάστα ἐκ τῶν νεκρῶν. Ὅρα πανταχοῦ ὕπνον καλούμενον τὸν θάνατον· διὰ τοῦτο καὶ ὁ τόπος κοιμητήριον ὠνόμασται· χρήσιμον γὰρ ἡμῖν καὶ τὸ ὄνομα, καὶ φιλοσοφίας γέμον πολλῆς. Ὅταν τοίνυν ἄγῃς ἐνταῦθα νεκρὸν, μὴ κατάκοπτε σαυτόν· οὐ γὰρ πρὸς θάνατον, ἀλλὰ πρὸς ὕπνον αὐτὸν ἄγεις. Ἀρκεῖ σοι τοῦτο τὸ ὄνομα εἰς παραμυθίαν συμφορᾶς. Μάθε ποῦ ἄγεις· εἰς κοιμητήριον· καὶ πότε ἄγεις· μετὰ τὸν τοῦ Χριστοῦ θάνατον, ὅτε τὰ νεῦρα ἐξεκόπη τοῦ θανάτου. Ὥστε καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τοῦ καιροῦ πολλὴν δύνασθε καρπώσασθαι τὴν παραμυθίαν. Μάλιστα πρὸς γυναῖκας ἡμῖν οὗτος ὁ λόγος ἁρμόζει, ἐπειδὴ συμπαθέστερόν πως τὸ γένος τοῦτο καὶ πρὸς ἀθυμίαν εὐέμπτωτόν ἐστιν. Ἀλλ' ἀρκοῦν ἔχεις φάρμακον τῆς ἀθυμίας, τοῦ τόπου τὸ ὅνομα. Διὰ τοῦτο ἐνταῦθα συναγόμεθα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De coemeterio et de cruce. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg031.local001/.
