# De continentia [Sp.] 576

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De continentia [Sp.], Pg 576. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-continentia-sp/576

ἐν καιρῷ τοῦτο πεποιηκέναι δικαίως ἂν παρὰ πάντων νομίζοιτο· καὶ δὴ καὶ ἡμεῖς ἑωρακότες τοὺς τοῦ σωτῆρος ἀθλητὰς δύναμιν λαβόντας παρὰ τοῦ πνεύματος διὰ τῶν θείων μυστηρίων εἰκότως ἂν ὑπὲρ σωφροσύνης διαλεχθέντες ἐπὶ τὸν ἀγῶνα τὸν πνευματικὸν παραπέμψοιμεν. Ἐν μὲν οὖν τοῖς ἀνθρωπίνοις ἀγωνίσμασι μετὰ τὴν νίκην οἱ στέφανοι, ἐν δὲ τοῖς τοῦ Χριστοῦ σταδίοις πρὸ τῆς νίκης οἱ στέφανοι. Τίνος οὖν ἕνεκεν στεφανώσας ἡμᾶς ἐπὶ τὸν ἀγῶνα παρέπεμψεν ὁ Χριστός; Ὁμοῦ μὲν φόβον ἐμβαλεῖν τοῖς ἀντιπάλοις βουλόμενος, ὁμοῦ δὲ καὶ τὰ ἡμέτερα διεγείρων φρονήματα, ἵνα πρὸς τὴν τιμὴν ὁρῶντες τὴν παρὰ τοῦ Χριστοῦ δεδομένην ἀξίως τῆς παρὰ τοῦ δεσπότου τιμῆς ἅπαντα καὶ ποιῶμεν καὶ λέγωμεν. Εἰ γάρ τις βασιλεὺς ἁλουργίδα περιθέμενος, στεφάνῳ τὴν κεφαλὴν κοσμηθείς, εἶτα ἐξενεχθεὶς ὑπὸ τῶν τῆς φύσεως παθημάτων ἀνάξιόν τι τῆς βασιλείας ποιῆσαι, ἅμα τε ἀπέβλεψεν εἰς τὴν τοῦ πράγματος στολὴν καὶ κρείττων ἐγένετο τῶν αἰσχρῶν· σὺ δὲ ὁ τὸν Χριστὸν ἐνδεδυμένος, ὅταν ἴδῃς αἰσχρὰν ἐπιθυμίαν τῇ ψυχῇ διενοχλοῦσαν, ἀπόβλεψον εὐθέως εἰς τὴν θείαν στολὴν καὶ ταχέως κρείττων γενήσῃ τῆς τοῦ πονηροῦ μηχανῆς. Σωφροσύνην τοίνυν καλὸν μὲν ἐγκωμιάζειν, κάλλιον δὲ κεκτῆσθαι· οἱ δὲ συνεχῶς περὶ ταύτης καὶ ἀκούοντες καὶ λέγοντες οὐ μικρὰν ἐγκρατείας παράκλησιν ἀπὸ τῶν λόγων λαμβάνουσι. Διὰ τοῦτο γὰρ καὶ τὰς ἀρετὰς τῶν ἁγίων περιβοήτους γενέσθαι διὰ τῶν θείων γραφῶν προςέταξεν ὁ θεός, ἵνα πάντας ἀνθρώπους εἰς τὸν ἐκείνων ἐπισπάσηται ζῆλον καὶ πείσῃ σωφροσύνην ἀσκεῖν τοῖς ἴχνεσι τῶν δικαίων ἀκριβῶς ἑπομένους. Εἰ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πολλοὶ πολλάκις τοὺς ἀθλητὰς ἐστεφανωμένους ἰδόντες ταχέως ἀποδυσάμενοι τῶν ἀγώνων ἥψαντο καὶ

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De continentia [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg212.local001/.
