# De cruce et latrone (homilia 1) 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone (homilia 1), Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-cruce-et-latrone-homilia-1/2.1

Βούλει μαθεῖν αὐτοῦ καὶ ἕτερον κατόρθωμα; Τὸν παράδεισον πεντακισχίλια ἔτη καὶ πλείω κεκλεισμένον σήμερον ἡμῖν ἠνέῳξεν. Ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ, ἐν ταύτῃ τῇ ὥρᾳ, τὸν λῃστὴν εἰσήγαγεν ὁ Θεὸς, δύο κατορθώματα ἐργασάμενος· ἓν μὲν, ὅτι παράδεισον ἠνέῳξεν, ἕτερον δὲ, ὅτι λῃστὴν εἰσήγαγε. Σήμερον ἀπέδωκεν ἡμῖν τὴν ἀρχαίαν πατρίδα, σήμερον ἐπανήγαγεν ἡμᾶς ἐπὶ τὴν πατρῴαν πόλιν, καὶ τὴν οἰκίαν ἐχαρίσατο τῇ κοινῇ τῶν ἀνθρώπων φύσει· Σήμερον γὰρ, φησὶν, μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Τί λέγεις; ἐσταύρωσαι καὶ προσήλωσαι, καὶ παράδεισον ἐπαγγέλλῃ; Ναὶ, φησὶν, ἵνα ἐν τῷ σταυρῷ τὴν δύναμιν τὴν ἐμὴν καταμάθῃς. Ἐπειδὴ γὰρ τὸ πρᾶγμα σκυθρωπὸν ἦν, ἵνα μὴ τῇ φύσει τοῦ σταυροῦ πρόσχῃς, ἀλλὰ τὴν δύναμιν τοῦ σταυρουμένου μάθῃς, ἐν σταυρῷ τὸ θαῦμα ἐργάζεται τοῦτο, ὃ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχύν. Οὐ γὰρ νεκρὸν ἀναστήσας, οὐ θαλάττῃ καὶ πνεύμασιν ἐπιτιμήσας, οὐ δαίμονας ἀπελάσας, ἀλλὰ σταυρούμενος, προσηλούμενος, ὑβριζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, διασυρόμενος ἴσχυσε τὴν πονηρὰν τοῦ λῃστοῦ διάνοιαν μεταθεῖναι, ἵνα ἑκατέρωθεν τὴν δύναμιν αὐτοῦ ἴδῃς. Τήν τε γὰρ κτίσιν ἐκλόνησεν ἅπασαν, καὶ τὰς πέτρας διέῤῥηξε, τῆς πέτρας τε ἀναισθητοτέραν τοῦ λῃστοῦ ψυχὴν ἐπεσπάσατο καὶ ἐτίμησε· Σήμερον γὰρ μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, φησί. Καίτοι τὰ χερουβὶμ ἐτήρει τὸν παράδεισον· ἀλλ' οὗτος καὶ τῶν χερουβὶμ Δεσπότης· φλογίνη ῥομφαία ἐκεῖ στρέφεται· ἀλλ' αὐτὸς καὶ φλογὸς καὶ γεέννης καὶ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχει. Καίτοι γε βασιλεὺς οὐδεὶς ἄν ποτε ἀνάσχοιτο λῃστὴν ἄνθρωπον, ἢ ἕτερόν τινα τῶν ὁμοδούλων μεθ' ἑαυτοῦ καθίσας, οὕτως εἰς πόλιν εἰσαγαγεῖν. Ἀλλ' ὁ Χριστὸς τοῦτο ἐποίησε, καὶ εἰς τὴν ἱερὰν εἰσερχόμενος πατρίδα, μεθ' ἑαυτοῦ τὸν λῃστὴν εἰσάγει, οὐ καταπατῶν τὸν παράδεισον, οὐδὲ καταισχύνων τοῖς ποσὶ τοῦ λῃστοῦ, ἀλλὰ μᾶλλον τιμῶν τὸν παράδεισον· τιμὴ γὰρ παραδείσου, τὸ τοιοῦτον ἔχειν δεσπότην, ὡς καὶ λῃστὴν ἄξιον ποιῆσαι τῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ. Καὶ γὰρ ὅτε τελώνας καὶ πόρνας εἰσήγαγεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐκ ἀτιμάζων τοῦτο ἐποίει, ἀλλὰ μᾶλλον ἐτίμα, δεικνὺς ὅτι τοιοῦτός ἐστιν ὁ Κύριος τῆς βασιλείας τῶν οὐρανῶν, ὡς καὶ πόρνας καὶ τελώνας οὕτως ἐργάσασθαι δοκίμους, ὡς ἀξίους φανῆναι τῆς ἐκεῖσε τιμῆς καὶ δωρεᾶς. Καθάπερ γὰρ ἰατρὸν τότε μάλιστα θαυμάζομεν, ὅταν ἴδωμεν ἀνθρώπους ἀνίατα παθήματα ἔχοντας ἀπαλλάττοντα τῆς ἀῤῥωστίας καὶ πρὸς ὑγείαν ἐπανάγοντα· οὕτω καὶ τὸν Χριστὸν θαυμάζειν δίκαιον, ὅταν τραύματα ἀνίατα θεραπεύῃ, ὅταν τελώνην καὶ πόρνην εἰς τοσαύτην ὑγείαν ἐπαναγάγῃ, ὡς ἀξίους ἀποφῆναι τῶν οὐρανῶν. Καὶ τί τοιοῦτον ὁ λῃστὴς ἐπεδείξατο, φησὶν, ἵνα παραδείσου τύχῃ μετὰ σταυρόν; Βούλει συντόμως εἴπω τὴν ἀνδρείαν αὐτοῦ; Ὅτε Πέτρος ἠρνήσατο κάτω, τότε ἐκεῖνος ὡμολόγησεν ἄνω. Καὶ ταῦτα οὐ τοῦ Πέτρου κατηγορῶν λέγω, μὴ γένοιτο, ἀλλὰ τοῦ λῃστοῦ τὴν μεγαλοψυχίαν δεῖξαι βουλόμενος. Ὁ μαθητὴς ἀπειλὴν οὐκ ἤνεγκεν εὐτελοῦς κορασίου· ὁ δὲ λῃστὴς ὁρῶν δῆμον ὁλόκληρον περιεστῶτα, βοῶντα, μαινόμενον, βλασφημίας καὶ σκώμματα ἐξακοντίζοντα, οὐ προσέσχεν ἐκείνοις, οὐκ ἐνενόησε τὴν φαινομένην εὐτέλειαν τοῦ σταυρουμένου, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα ταῦτα παραδραμὼν, καὶ τὰ ταπεινὰ κωλύματα ἀφεὶς, ἐπέγνω τὸν τῶν οὐρανῶν Δεσπότην, καὶ αὐτῷ προσπεσὼν ἔλεγε· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μὴ δὴ παραδράμωμεν ἁπλῶς τὸν λῃστὴν τοῦτον, μηδὲ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν, ὃν οὐκ ἐπῃσχύνθη ὁ Δεσπότης ὁ ἡμέτερος πρῶτον εἰσαγαγεῖν εἰς τὸν παράδεισον· μὴ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν ἄνθρωπον πρὸ τῆς φύσεως ἁπάσης ἄξιον φανέντα τῆς πολιτείας τῆς ἐν τοῖς οὐρανοῖς, ἀλλὰ τὸ καθ' ἕκαστον ἀκριβῶς ἐξετάσωμεν, ἵνα μάθωμεν τοῦ σταυροῦ τὴν δύναμιν. Οὐκ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τὸν Πέτρον· Δεῦρο ὀπίσω μου, καὶ ποιήσω σε ἁλιέα ἀνθρώπων· οὐδὲ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τοὺς δώδεκα, ὅτι Καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· μᾶλλον δὲ οὐδὲ ῥήματος αὐτὸν ὅλως ἠξίωσεν· οὐ θαῦμα ἔδειξεν, οὐ νεκρὸν ἀνιστάμενον ἐθεάσατο, οὐ δαίμονας ἀπελαυνομένους· οὐ θάλατταν εἶδεν ὑπακούσασαν, οὐ περὶ βασιλείας αὐτῷ τι εἶπεν, οὐ περὶ γεέννης· καὶ πρὸ πάντων αὐτὸν ὡμολόγησε, καὶ ταῦτα, τοῦ ἑτέρου λοιδοροῦντος· ἐλοιδόρει γὰρ αὐτὸν ὁ ἄλλος λῃστής. Καὶ γὰρ καὶ ἄλλος λῃστὴς ἦν ἐσταυρωμένος μετ' αὐτοῦ, ἵνα πληρωθῇ ἐκεῖνο, ὅτι Ἐν τοῖς ἀνόμοις ἐλογίσθη. Ἐβούλοντο γὰρ καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν οἱ Ἰουδαῖοι, καὶ πανταχόθεν ἐπηρέαζον τοῖς γινομένοις· ἀλλὰ πανταχόθεν διέλαμπεν ἡ ἀλήθεια, καὶ ηὔξετο διὰ τῶν κωλυμάτων αὐτῶν. Ἐλοιδόρει τοίνυν αὐτὸν ὁ ἄλλος λῃστής. Εἶδες λῃστὴν καὶ λῃστήν; ἀμφότεροι ἐν σταυρῷ, ἀμφότεροι ἀπὸ βίου λῃστρικοῦ, ἀμφότεροι ἀπὸ πονηρίας· ἀλλ' οὐκ ἀμφότεροι ἐν τοῖς αὐτοῖς, ἀλλ' ὁ μὲν βασιλείαν ἐκληρονόμησεν, ὁ δὲ εἰς γέενναν ἐπέμπετο. Οὕτω καὶ χθές· μαθηταὶ καὶ μαθητὴς, Ἰούδας καὶ οἱ ἕνδεκα· ἀλλ' ἐκεῖνοι μὲν ἔλεγον· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; οὗτος δὲ προδοσίαν παρεσκευάζετο καὶ ἔλεγε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; κἀκεῖνοι μὲν πρὸς διακονίαν ηὐτρεπίζοντο καὶ τὴν θείαν μυσταγωγίαν, οὗτος δὲ πρὸς τὸ προδοῦναι ἔσπευδεν. Οὕτω καὶ ἐνταῦθα λῃστὴς καὶ λῃστής· ἀλλ' ὁ μὲν λοιδορεῖ, ὁ δὲ προσκυνεῖ· καὶ ὁ μὲν βλασφημεῖ, ὁ δὲ εὐφημεῖ, καὶ τὸν βλασφημοῦντα ἐπιστομίζει λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone (homilia 1). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg032.local001/.
