# De cruce et latrone (homilia 1) 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone (homilia 1), Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-cruce-et-latrone-homilia-1/3.1

Εἶδες παῤῥησίαν λῃστοῦ; εἶδες παῤῥησίαν ἐν σταυρῷ; εἶδες φιλοσοφίαν ἐν τιμωρίᾳ, καὶ εὐλάβειαν ἐν κολάσει; Ὅτι γὰρ ἐν ἑαυτῷ ἦν, ὅτι φρένας εἶχε, τῶν ἥλων αὐτῷ ἐμπεπαρμένων, τίς οὐκ ἂν ἐκπλαγείη, Ὁ δὲ οὐ μόνον ἐν ἑαυτῷ ἦν, ἀλλὰ καὶ τὰ καθ' ἑαυτὸν ἀφεὶς, τὰ τῶν ἄλλων ἐφρόντιζε, διδάσκαλος ἐν σταυρῷ γινόμενος, καὶ ἐπιτιμῶν καὶ λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; Μὴ πρόσεχε, φησὶ, τῷ κάτω δικαστηρίῳ· ἔστιν ἕτερος κριτὴς ἀόρατος, ἔστιν ἀδέκαστον δικαστήριον. Μὴ τοίνυν ἴδῃς, ὅτι κατεκρίθη κάτω· τὰ γὰρ ἄνω οὐ τοιαῦτα· ἐνταῦθα μὲν γὰρ ἐν τῷ κάτω δικαστηρίῳ καὶ δίκαιοι κατακρίνονται, καὶ ἄδικοι διαφεύγουσι, καὶ ὑπεύθυνοι ἀφίενται, καὶ ἀνεύθυνοι κολάζονται. Καὶ γὰρ ἑκόντες καὶ ἄκοντες πολλὰ ἁμαρτάνουσιν οἱ δικάζοντες· ἢ γὰρ ἀγνοοῦντες τὸ δίκαιον καὶ ἀπατώμενοι, ἢ εἰδότες μὲν, ὑπὸ χρημάτων δὲ διαφθαρέντες, προέδωκαν πολλάκις τὴν ψῆφον. Ἄνω δὲ οὐδὲν τοιοῦτόν ἐστιν· ὁ γὰρ Θεὸς κριτὴς δίκαιος, καὶ τὸ κρῖμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται οὐκ ἔχον σκότος οὐδὲ ἄγνοιαν. Ἵνα γὰρ μὴ λέγῃ, ὅτι κατεδικάσθη κάτω καὶ κατεκρίθη, ἀνήγαγεν αὐτὸν πρὸς τὸ ἄνω δικαστήριον· ἀνέμνησεν ἐκείνου τοῦ φοβεροῦ βήματος, μονονουχὶ λέγων· Ἐκεῖ βλέπε, καὶ οὐκ οἴσεις τὴν κατακρίνουσαν ψῆφον, οὐδὲ στήσῃ μετὰ τῶν κάτω διεφθαρμένων κριτῶν, ἀλλ' ἀποδέξῃ τὴν ἄνω γενομένην κρίσιν. Εἶδες φιλοσοφίαν λῃστοῦ; εἶδες σύνεσιν καὶ διδασκαλίαν; Ἀθρόον ἀπὸ τοῦ σταυροῦ εἰς τὸν οὐρανὸν ἀνεπήδησεν. Εἶτα καὶ ἐκ περιουσίας αὐτὸν ἐπιστομίζων, Οὐ δέδοικας, φησὶν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Τί ἐστιν, Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Ἐν τῇ αὐτῇ κολάσει. Μὴ γὰρ οὐχὶ καὶ σὺ ἐν τῷ σταυρῷ εἶ; Ἐκεῖνον τοίνυν ὀνειδίζων, ἑαυτὸν πρὸ ἐκείνου προβάλλῃ. Ὥσπερ γὰρ ὁ ἐν ἁμαρτήμασιν ὢν, ἕτερον κατηγορῶν, ἑαυτὸν πρὸ ἐκείνου κατηγορεῖ, οὕτω καὶ ὁ ἐν συμφορᾷ ὢν καὶ ὀνειδίζων ἑτέρῳ συμφορὰν, ἑαυτὸν πρὸ ἐκείνου ὀνειδίζει. Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Ἀποστολικὸν αὐτῷ νόμον ἀναγινώσκει, εὐαγγελικὰ ῥήματα λέγοντα· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Τί ποιεῖς, ὦ λῃστά; ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ ἐπιχειρῶν, κοινωνὸν σαυτὸν ἐποίησας τοῦ λῃστοῦ; Οὐχὶ, φησί· διορθοῦμαι τὴν ὑπόνοιαν ταύτην διὰ τῶν ἑξῆς. Ἵνα γὰρ μὴ διὰ τὴν κοινωνίαν τῆς τιμωρίας νομίσῃς ὅτι κοινωνὸν αὐτὸν ἐποίησε τῆς ἁμαρτίας, ἐπήγαγε τὴν διόρθωσιν, λέγων· Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν πεπόνθαμεν. Εἶδες ἐξομολόγησιν ἀπηρτισμένην; εἶδες πῶς ἐν τῷ σταυρῷ τὰ ἁμαρτήματα ἀπεδύσατο; Λέγε γὰρ, φησὶ, σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Οὐδεὶς ἠνάγκασεν, οὐδεὶς ἐβιάσατο, ἀλλ' αὐτὸς ἑαυτὸν ἐξεπόμπευσεν, εἰπών· Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐποιήσαμεν πεπόνθαμεν· οὗτος δὲ οὐδὲν πονηρὸν ἐποίησε. Καὶ μετὰ ταῦτά φησι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Οὐκ ἐτόλμησε πρότερον εἰπεῖν, Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου, ἕως ὅτε διὰ τῆς ἐξομολογήσεως ἀπέθετο τῶν ἁμαρτιῶν τὸ φορτίον. Ὁρᾷς πόσον ἐστὶν ἐξομολόγησις; Ἐξωμολογήσατο, καὶ τὸν παράδεισον ἠνέῳξεν· ἐξωμολογήσατο, καὶ παῤῥησίαν ἔλαβε τοσαύτην, ὡς ἀπὸ λῃστείας βασιλείαν αἰτῆσαι. Ὁρᾷς πόσων ἀγαθῶν ἡμῖν αἴτιος ὁ σταυρός; Βασιλείας μέμνησαι; Τί γὰρ ὁρᾷς τοιοῦτον, εἰπέ μοι; Ἧλοι καὶ σταυρὸς τὰ ὁρώμενα· ἀλλ' αὐτὸς οὗτος ὁ σταυρὸς, φησὶ, τῆς βασιλείας ἐστὶ σύμβολον. Διὰ τοῦτο δὲ αὐτὸν βασιλέα καλῶ, ἐπειδὴ βλέπω αὐτὸν σταυρούμενον· βασιλέως γάρ ἐστι τὸ ὑπὲρ τῶν ἀρχομένων ἀποθνήσκειν. Αὐτὸς δι' ἑαυτοῦ εἶπεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Οὐκοῦν καὶ ὁ βασιλεὺς ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν ἀρχομένων. Ἐπεὶ οὖν τὴν ψυχὴν αὑτοῦ ἔθηκεν, διὰ τοῦτο αὐτὸν βασιλέα καλῶ. Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone (homilia 1). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg032.local001/.
