Ancient Greek · ~15 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone (homilia 1) 4.1
Not analysed yet
Εἶδες πῶς καὶ βασιλείας ὁ σταυρὸς σύμβολον; Βούλῃ καὶ ἑτέρωθεν τοῦτο μαθεῖν; Οὐκ ἀφῆκεν αὐτὸν εἶναι ἐπὶ τῆς γῆς, ἀλλ' ἀνέσπασεν αὐτὸν, καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε. Πόθεν τοῦτο δῆλον; Ἐπειδὴ μετ' αὐτοῦ μέλλει ἔρχεσθαι ἐν τῇ δευτέρᾳ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ, ἵνα μάθῃς πῶς σεμνὸν πρᾶγμα ὁ σταυρὸς, διὸ καὶ δόξαν αὐτὸν ἐκάλεσεν. Ἀλλ' ἴδωμεν πῶς μετὰ τοῦ σταυροῦ ἔρχεται· ἀναγκαῖον γὰρ ἐπαναγαγεῖν τὴν ἀπόδειξιν. Ἐὰν εἴπωσι, φησὶν, ἰδοὺ ἐν τοῖς ταμείοις ἐστὶν ὁ Χριστὸς, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστὶ, μὴ ἀπέλθητε· περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας λέγων τῆς ἐνδόξου διὰ τοὺς ψευδοχρίστους, διὰ τοὺς ψευδοπροφήτας, διὰ τὸν Ἀντίχριστον, ἵνα μή τις πλανηθεὶς ἐκείνῳ περιπέσῃ. Ἐπειδὴ γὰρ πρὸ τοῦ Χριστοῦ ὁ Ἀντίχριστος ἔρχεται, ἵνα μὴ ζητῶν τις τὸν ποιμένα τῷ λύκῳ περιπέσῃ, διὰ τοῦτό σοι λέγω γνώρισμα τῆς τοῦ ποιμένος παρουσίας. Ἐπειδὴ γὰρ ἡ πρώτη αὐτοῦ παρουσία λανθάνουσα γέγονεν, ἵνα μὴ νομίσῃς, ὅτι καὶ ἡ δευτέρα τοιαύτη γίνεται, τοῦτο δέδωκε τὸ σημεῖον. Αὕτη μὲν γὰρ λανθάνουσα εἰκότως γέγονεν· ἦλθε γὰρ ζητῶν τὸ ἀπολωλός· ἐκείνη δὲ οὐχ οὕτως· ἀλλὰ πῶς, εἰπέ; Ὥσπερ γὰρ ἐξέρχεται ἡ ἀστραπὴ ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ἀθρόον ἅπασι φανήσεται, καὶ οὐ δεήσεται οὐδεὶς ἐρωτῆσαι, εἴτε ἐνταῦθα, εἴτε ἐκεῖ ὁ Χριστός. Ὥσπερ γὰρ ἀστραπῆς φαινομένης οὐ δεόμεθα ἐξετάζειν εἰ ἐγένετο· οὕτω τῆς παρουσίας γινομένης τοῦ Χριστοῦ, οὐ δεόμεθα ἐξετάζειν, εἰ παρεγένετο ὁ Χριστός. Ἀλλὰ τὸ ζητούμενον, εἰ μετὰ σταυροῦ ἔρχεται· μὴ γὰρ δὴ ἐπιλαθώμεθα τῆς ὑποσχέσεως. Ἄκουσον τοίνυν τῶν ἑξῆς. Τότε, φησί· τότε, πότε; Ὅταν ἔρχηται ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τοσαύτη γὰρ ἔσται τοῦ φωτὸς τότε ἡ ὑπερβολὴ, ὡς καὶ τὰ φαιδρότατα ἄστρα ἀποκρυβῆναι. Τότε καὶ οἱ ἀστέρες πεσοῦνται, τότε τὸ σημεῖον φανήσεται τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Εἶδες πόση ἀρετὴ τοῦ σημείου τοῦ σταυροῦ; Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ φανήσεται· ἐκεῖνο δὲ λάμπει καὶ φαίνει, ἵνα μάθῃς ὅτι καὶ ἡλίου καὶ σελήνης φαιδρότερον. Καὶ καθάπερ βασιλέως εἰς πόλιν εἰσιόντος, οἱ στρατιῶται προλαμβάνοντες τὰ λεγόμενα σίγνα, βαστάζουσιν ἐπὶ τῶν ὤμων αὐτῶν, προαγγέλλοντες τὴν εἴσοδον αὐτοῦ· οὕτω καὶ τοῦ Κυρίου κατιόντος ἐκ τῶν οὐρανῶν προέρχεται τὰ στρατόπεδα τῶν ἀγγέλων καὶ ἀρχαγγέλων, τὸ σημεῖον ἐκεῖνο φέροντες ἐπὶ τῶν ὤμων, καὶ τὴν βασιλικὴν αὐτοῦ εἴσοδον ἀπαγγέλλοντες ἡμῖν. Τότε σαλευθήσονται αἱ δυνάμεις τῶν οὐρανῶν, περὶ τῶν ἀγγέλων φησί· τρόμος λήψεται αὐτοὺς τότε καὶ φόβος πολύς. Καὶ τίνος ἕνεκεν, εἰπέ μοι; Φοβερὸν ἔσται τὸ δικαστήριον ἐκεῖνο· πᾶσα γὰρ ἡμῶν ἡ φύσις μέλλει κρίνεσθαι καὶ παρίστασθαι τῷ φοβερῷ δικαστῇ. Τίνος οὖν ἕνεκεν οἱ ἄγγελοι δεδοίκασι καὶ φρίττουσιν; οὐ γὰρ ἐκεῖνοι μέλλουσι κρίνεσθαι. Καθάπερ γὰρ ἄρχοντος δικάζοντος, οὐχὶ οἱ ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ οἱ τῆς τάξεως, οἱ μηδὲν ἑαυτοῖς συνειδότες δεδοίκασι καὶ φρίττουσι διὰ τὸν φόβον τοῦ δικαστοῦ· οὕτω καὶ τότε, τῆς φύσεως τῆς ἡμετέρας κρινομένης, καὶ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἄγγελοι δεδοίκασι διὰ τὴν ὑπερβολὴν τοῦ φόβου τοῦ δικαστοῦ. Ἀλλὰ διὰ τί ὁ σταυρὸς φαίνεται τότε, καὶ διὰ τί ἔχων αὐτὸν ἔρχεται; Ἵνα μάθωσι τὴν οἰκείαν αὐτῶν ἀγνωμοσύνην οἱ σταυρώσαντες αὐτὸν, διὰ τοῦτο αὐτὸ τὸ σύμβολον τῆς ἀναισχυντίας αὐτῶν δείκνυσι. Καὶ ὅτι διὰ τοῦτο αὐτὸν φέρει, ἄκουσον τοῦ προφήτου λέγοντος· Τότε κόψονται αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα. Καὶ τί θαυμάζεις, εἰ τὸν σταυρὸν φέρων ἔρχεται, ὅπου γε καὶ αὐτὰ τὰ τραύματα τότε δείκνυσιν· Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν; Καθάπερ γὰρ ἐπὶ τοῦ Θωμᾶ ἐποίησε, βουλόμενος ἀπιστίαν διορθώσασθαι μαθητοῦ, καὶ ἀναστὰς ἔδειξεν αὐτῷ τὸν τύπον τῶν ἥλων, καὶ τὰ τραύματα, εἰπὼν, Βάλε τὴν χεῖρά σου, καὶ βλέπε, ὅτι πνεῦμα σάρκα καὶ ὀστᾶ οὐκ ἔχει· οὕτω καὶ τότε δείξει τὰ τραύματα καὶ τὸν σταυρὸν, ἵνα δείξῃ ὅτι οὗτος ἦν ἐκεῖνος ὁ σταυρωθείς.