# De cruce et latrone (homilia 2) 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone (homilia 2), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-cruce-et-latrone-homilia-2/1.1

Ἑορτὴν ἄγομεν σήμερον καὶ πανήγυριν, ἀγαπητοί· ὁ γὰρ Δεσπότης ὁ ἡμέτερος ἐπὶ τοῦ σταυροῦ τυγχάνει τοῖς ἥλοις πεπαρμένος. Καὶ μὴ ξενισθῇς, εἰ τοῦ πράγματος σκυθρωποῦ τυγχάνοντος ἡμεῖς ἑορτάζομεν· τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικὰ, ἀπεναντίας τῇ συνηθείᾳ τῇ ἀνθρωπίνῃ ἐστί. Καὶ ἵνα μάθῃς τοῦτο ἀκριβῶς, ὁ σταυρὸς πρότερον καταδίκης ὄνομα καὶ τιμωρίας ἦν, νῦν δὲ πρᾶγμα γέγονε τίμιον καὶ ποθεινόν· ὁ σταυρὸς πρότερον αἰσχύνης ἦν καὶ κολάσεως ὑπόθεσις, νῦν δὲ γέγονε δόξης καὶ τιμῆς ἀφορμή. Καὶ ὅτι δόξα ὁ σταυρὸς, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ, δόξαν τὸν σταυρὸν καλῶν. Σταυρὸς τὸ κεφάλαιον τῆς σωτηρίας τῆς ἡμετέρας· σταυρὸς ἡ τῶν μυρίων ἀγαθῶν ὑπόθεσις. Διὰ τοῦτον οἱ πρότερον ἠτιμωμένοι καὶ ἔκπτωτοι, νῦν εἰς τὴν τῶν υἱῶν τάξιν ἐδέχθημεν· διὰ τοῦτον οὐκέτι πλανώμεθα, ἀλλὰ τὴν ἀλήθειαν ἐπέγνωμεν· διὰ τοῦτον οἱ ξύλα καὶ λίθους προσκυνοῦντες πρότερον, νῦν ἐπέγνωμεν τὸν τῶν ἁπάντων δημιουργόν· διὰ τοῦτον οἱ δοῦλοι τῆς ἁμαρτίας εἰς τὴν ἐλευθερίαν τῆς δικαιοσύνης ἀνήχθημεν· διὰ τοῦτον ἡ γῆ οὐρανὸς λοιπὸν γέγονεν. Οὗτος ἡμᾶς τῆς πλάνης ἠλευθέρωσεν, οὗτος πρὸς τὴν ἀλήθειαν ἐχειραγώγησεν, οὗτος καταλλαγὰς Θεοῦ πρὸς ἀνθρώπους ἐποιήσατο, οὗτος ἀπὸ τοῦ βυθοῦ τῆς κακίας ἡμᾶς ἀνασπάσας, εἰς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἀνήγαγεν, οὗτος τῶν δαιμόνων τὴν πλάνην ἔσβεσεν, οὗτος τὴν ἀπάτην καθεῖλε. Διὰ τοῦτον οὐκέτι καπνὸς καὶ κνίσσα καὶ αἱμάτων ἀλόγων ἔκχυσις, ἀλλὰ πανταχοῦ λατρεῖαι πνευματικαὶ, ὕμνοι καὶ εὐχαί· διὰ τοῦτον δαίμονες δραπετεύουσι, διὰ τοῦτον ὁ διάβολος φυγαδεύεται, διὰ τοῦτον ἡ ἀνθρωπίνη φύσις πρὸς τὴν ἀγγελικὴν πολιτείαν ἁμιλλᾶται, διὰ τοῦτον παρθενία ἐπὶ γῆς πολιτεύεται. Ἀφ' οὗ γὰρ ὁ ἐκ Παρθένου προῆλθε, τῆς ἀρετῆς ταύτης τὴν ὁδὸν ἐπέγνω ἡ τῶν ἀνθρώπων φύσις. Οὗτος ἡμᾶς ἐν σκότει καθημένους ἐφώτισεν, οὗτος ἡμᾶς ἐκπεπολεμωμένους κατήλλαξεν, οὗτος μακρὰν ὄντας ἐγγὺς εἶναι πεποίηκεν, οὗτος ἀπηλλοτριωμένους ὄντας ᾠκείωσεν, οὗτος ξένους γεγονότας, οὐρανοῦ πολίτας κατεσκεύασεν, οὗτος ἡμῖν πολέμων ἀναίρεσις γέγονεν, οὗτος ἡμῖν εἰρήνης ἀσφάλεια κατέστη. Διὰ τοῦτον οὐκέτι φοβούμεθα τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου· τὴν γὰρ πηγὴν τῆς ζωῆς εὕρομεν· διὰ τοῦτον οὐκ ἐσμὲν ἐν χηρείᾳ· τὸν γὰρ νυμφίον ἀπελάβομεν· διὰ τοῦτον οὐκέτι δεδοίκαμεν τὸν λύκον· τὸν γὰρ ποιμένα τὸν καλὸν ἐπέγνωμεν· Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ποιμὴν ὁ καλός. Διὰ τοῦτον οὐκέτι φρίττομεν τὸν τύραννον· τῷ γὰρ βασιλεῖ προσεδράμομεν. Ὁρᾷς πόσων ἡμῖν ἀγαθῶν ὑπόθεσις ὁ σταυρός; Εἰκότως οὖν ἑορτὴν ἄγομεν. Οὕτω καὶ Παῦλος ἑορτάζειν παραινεῖ λέγων· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Καὶ τίνος ἕνεκεν ἑορτάζειν ἡμᾶς κελεύεις, ὦ μακάριε Παῦλε; Εἰπὲ τὴν αἰτίαν, Ὅτι τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν, φησὶν, ἐτύθη Χριστὸς ὁ Θεός. Ὁρᾷς πῶς ἑορτὴ ὁ σταυρός; Ἔμαθες ὅτι διὰ τὸν σταυρὸν κελεύει ἑορτάζειν; Ἐν γὰρ τῷ σταυρῷ ἐτύθη· ὅπου δὲ θυσία, ἐκεῖ ἁμαρτημάτων ἀναίρεσις, ἐκεῖ καταλλαγὴ Δεσπότου, ἐκεῖ ἑορτὴ καὶ χαρά. Τὸ Πάσχα ἡμῶν, φησὶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ποῦ ἐτύθη, εἰπέ; Ἐφ' ὑψηλοῦ σταυροῦ. Καινὸν καὶ ξένον τὸ θυσιαστήριον, ἐπειδὴ ξένη καὶ παρηλλαγμένη ἡ θυσία. Ὁ αὐτὸς γὰρ καὶ θυσία καὶ ἱερεύς· θυσία μὲν, κατὰ σάρκα, ἱερεὺς δὲ κατὰ πνεῦμα· ὁ αὐτὸς καὶ προσῆγε καὶ προσήγετο. Ἄκουε πάλιν τοῦ Παύλου λέγοντος· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν. Ὅθεν ἀνάγκη ἔχειν τι καὶ τοῦτον, ὃ προσενέγκῃ. Ἰδοὺ τέως προσφέρει. Ἀλλαχοῦ δὲ πάλιν φησίν· Οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας. Ἰδοὺ ἐνταῦθα προσηνέχθη, ἐκεῖ ἑαυτὸν προσήνεγκεν. Εἶδες πῶς καὶ θυσία καὶ ἱερεὺς ἐγένετο, καὶ θυσιαστήριον ἦν ὁ σταυρός; Ἀλλ' ἀναγκαῖον μαθεῖν, τίνος ἕνεκεν οὐκ ἐν τῷ ναῷ ἡ θυσία προσφέρεται, ἐν τῷ ναῷ λέγω τῷ Ἰουδαϊκῷ, ἀλλ' ἔξω τῆς πόλεως, ἔξω τῶν τειχῶν. Ἔξω γὰρ τῆς πόλεως ἐσταυρώθη, καθάπερ τις κατάδικος, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου, ὅτι Καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη. Τίνος οὖν ἕνεκεν ἔξω τῆς πόλεως, ἐφ' ὑψηλοῦ, καὶ οὐχ ὑπὸ στέγην τινά; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο, ἀλλ' ἵνα τοῦ ἀέρος καθάρῃ τὴν φύσιν. Διὰ τοῦτο καὶ ἐφ' ὑψηλοῦ, καὶ οὐκ ἐπικειμένης στέγης, ἀλλ' ἀντὶ στέγης ἐπικειμένου τοῦ οὐρανοῦ, ἵνα καθαρθῇ ὁ οὐρανὸς ἅπαξ, ἐφ' ὑψηλοῦ θυομένου τοῦ προβάτου. Ἐκαθάρθῃ οὖν οὐρανὸς, ἐκαθάρθη δὲ καὶ ἡ γῆ. Ἔσταξε γὰρ τὸ αἷμα ἀπὸ τῆς πλευρᾶς ἐπὶ τὴν γῆν, καὶ τὸν μολυσμὸν αὐτῆς ἅπαντα ἐξεκάθηρεν. Ἀλλ' ὑπὸ στέγην μὲν ταύτης ἕνεκεν τῆς αἰτίας οὐ προσφέρεται ἡ θυσία· τίνος δὲ ἕνεκεν οὐχὶ ἐν αὐτῷ τῷ ναῷ τῷ Ἰουδαϊκῷ; Καὶ τοῦτο πάλιν οὐχ ἁπλῶς, ἀλλ' ἵνα μὴ ἰδιοποιήσωνται τὴν θυσίαν οἱ Ἰουδαῖοι, ἵνα μὴ νομίσῃς ὑπὲρ τοῦ ἔθνους ἐκείνου μόνου τὴν θυσίαν προσφέρεσθαι, διὰ τοῦτο ἔξω τῆς πόλεως, ἔξω τῶν τειχῶν, ἵνα μάθῃς ὅτι καθολική ἐστιν ἡ θυσία, ἵνα μάθῃς, ὅτι ὑπὲρ τῆς γῆς ἁπάσης ἐστὶν ἡ προσφορὰ, καὶ ὅτι κοινὸς τῆς φύσεως ἡμῶν ἁπάσης ἐστὶν ὁ καθαρισμός. Τοῖς μὲν γὰρ Ἰουδαίοις διὰ τοῦτο ἐκέλευσεν ὁ Θεὸς πᾶσαν τὴν γῆν ἀφιέναι, καὶ εἰς ἕνα τόπον προσφέρειν, εἰς ἕνα τόπον εὔχεσθαι· ἐπειδὴ πᾶσα ἡ γῆ τότε ἀκάθαρτος ἦν ἀπὸ τοῦ καπνοῦ, καὶ τῆς κνίσσης, καὶ τῶν εἰδωλικῶν αἱμάτων, καὶ τῶν ἄλλων μολυσμῶν τῶν Ἑλληνικῶν· διὰ τοῦτο αὐτοῖς ἕνα τόπον ἐπέταξεν. Ἀλλ' ἐλθὼν ὁ Χριστὸς, καὶ τῆς πόλεως ἔξω παθὼν, πᾶσαν τὴν γῆν ἐκάθηρε, πάντα τόπον εὐκτήριον εἰργάσατο. Βούλει μαθεῖν πῶς πᾶσα ἡ γῆ λοιπὸν ναὸς ἐγένετο, καὶ πῶς πᾶς τόπος εὐκτήριος κατέστη; Ἄκουσον πάλιν τοῦ μακαρίου Παύλου λέγοντος· Ἐν παντὶ τόπῳ ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Εἶδες πῶς ἐκάθηρε τὴν οἰκουμένην; εἶδες πῶς πανταχοῦ ἐπαίρειν ὁσίους χεῖρας δυνάμεθα; Πᾶσα γὰρ ἡ γῆ γέγονεν ἁγία λοιπὸν, μᾶλλον δὲ καὶ τῶν παρὰ Ἰουδαίοις ἁγίων ἁγιωτέρα. Πῶς; Ὅτε ἐκεῖ μὲν ἄλογον, ἐνταῦθα δὲ λογικὸν προσήχθη πρόβατον. Ὅσῳ τοίνυν κρεῖττον τὸ λογικὸν τοῦ ἀλόγου, τοσούτῳ πλείων ἐνταῦθα καὶ ὁ ἁγιασμός. Οὐκοῦν ἀληθῶς ἑορτὴ ὁ σταυρός.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone (homilia 2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg033.local001/.
