# De cruce et latrone (homilia 2) 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone (homilia 2), Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-cruce-et-latrone-homilia-2/2.1

Βούλει μαθεῖν αὐτοῦ καὶ ἕτερον κατόρθωμα μέγιστον, πᾶσαν ὑπερβαῖνον ἀνθρωπίνην διάνοιαν; Τὸν παράδεισον ἀποκεκλεισμένον σήμερον ἀνέῳξε· σήμερον γὰρ τὸν λῃστὴν εἰσήγαγεν ἐν αὐτῷ. Δύο τὰ μέγιστα κατορθώματα, καὶ τὸν παράδεισον ἀνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγεν· ἀπέδωκεν αὐτῷ τὴν ἀρχαίαν πατρίδα, ἐπανήγαγεν αὐτὸν ἐπὶ τὴν πατρῴαν πόλιν. Σήμερον μετ' ἐμοῦ ἔσῃ, φησὶν, ἐν τῷ παραδείσῳ. Τί λέγεις; ἐσταύρωσαι καὶ προσήλωσαι ἐν τῷ σταυρῷ ἥλοις, καὶ παράδεισον ἐπαγγέλλῃ; πῶς οὖν τοιαῦτα χαρίζῃ; Καὶ μὴν ὁ Παῦλος λέγει, ὅτι Ἐσταυρώθη ἐξ ἀσθενείας· ἀλλ' ἄκουε τῶν ἐπαγομένων· Ἀλλὰ ζῇ, φησὶν, ἐκ δυνάμεως Θεοῦ. Καὶ πάλιν ἀλλαχοῦ· Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Διὰ τοῦτο ἐν τῷ σταυρῷ νῦν, φησὶν, ἐπαγγέλλομαι, ἵνα καὶ διὰ τούτου τὴν ἐμὴν καταμάθῃς δύναμιν. Ἐπειδὴ γὰρ τὸ πρᾶγμα σκυθρωπόν ἐστιν, ἵνα μὴ κατηφὴς γένῃ τῇ φύσει τοῦ σταυροῦ προσέχων, ἀλλὰ πρὸς τὴν τοῦ σταυρουμένου δύναμιν ἀποβλέψας, φαιδρὸς ᾖς καὶ γεγανωμένος, διὰ τοῦτο ἐκεῖ ἐπιδείκνυσί σοι τὴν ἰσχὺν τὴν ἑαυτοῦ. Οὐ γὰρ νεκρὸν ἀναστήσας, οὐ θαλάττῃ ἐπιτάξας, οὐ δαίμοσιν ἐπιτιμήσας, ἀλλ' ἐσταυρωμένος, προσηλωμένος, ὑβριζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, χλευαζόμενος, παρὰ πάντων διασυρόμενος ἴσχυσε τὴν πονηρὰν τοῦ λῃστοῦ διάνοιαν ἐφ' ἑαυτὸν ἐπισπάσασθαι. Ὅρα ἑκατέρωθεν αὐτοῦ τὴν δύναμιν διαλάμπουσαν. Τὴν κτίσιν ἐκλόνησε, τὰς πέτρας διέῤῥηξε, τὴν πέτρας ἀναισθητοτέραν τοῦ λῃστοῦ ψυχὴν κηροῦ μαλακωτέραν εἰργάσατο. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Τί λέγεις; Τὰ χερουβὶμ τηρεῖ τὸν παράδεισον καὶ ἡ φλογίνη ῥομφαία, καὶ σὺ τῷ λῃστῇ τὴν ἐκεῖ εἴσοδον ἐπαγγέλλῃ; Ναὶ, φησίν. Ἐγὼ γὰρ καὶ τῶν χερουβίμ εἰμι δεσπότης, καὶ φλογὸς καὶ γεέννης καὶ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχω· διὸ καὶ λέγει· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἂν ἴδωσι τὸν Δεσπότην αἱ δυνάμεις ἐκεῖναι, εὐθέως παραχωροῦσι καὶ ὑπεξίστανται. Καίτοι γε βασιλεὺς οὐδεὶς ἄν ποτε ἀνάσχοιτο λῃστὴν ἄνθρωπον, ἢ ἕτερόν τινα τῶν ὁμοδούλων μεθ' ἑαυτοῦ εἰσκαθίσας, οὕτως εἰς τὴν πόλιν εἰσελαύνειν· ὁ δὲ φιλάνθρωπος Δεσπότης τοῦτο ἐποίησεν. Εἰς τὴν ἱερὰν γὰρ εἰσιὼν πατρίδα, τὸν λῃστὴν μεθ' ἑαυτοῦ εἰσφέρει, οὐχὶ ἀτιμάζων τὸν παράδεισον, μὴ γένοιτο, τοῖς ποσὶ τοῦ λῃστοῦ, ἀλλὰ ταύτῃ μᾶλλον τιμῶν. Τιμὴ γὰρ παραδείσου, τὸ τοιοῦτον ἔχειν Δεσπότην, οὕτω δυνατὸν καὶ φιλάνθρωπον, ὡς καὶ λῃστὴν δύνασθαι ποιῆσαι ἄξιον τῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ. Καὶ γὰρ ὅτε τελώνας καὶ πόρνας εἰς τὴν βασιλείαν ἐκάλει, οὐ καταισχύνων τὴν βασιλείαν τοῦτο ἐποίει, ἀλλὰ τιμῶν μάλιστα, καὶ δεικνὺς ὅτι τοιοῦτός ἐστιν ὁ Κύριος τῆς τῶν οὐρανῶν βασιλείας, ὡς καὶ πόρνας καὶ τελώνας οὕτως ἐργάσασθαι δοκίμους, ὡς ἀξίους φανῆναι τῆς ἐκεῖ τιμῆς καὶ δωρεᾶς. Καθάπερ οὖν ἰατρὸν τότε θαυμάζομεν, ὅταν ἴδωμεν ὅτι ἀνθρώπους ἀνίατα νοσήματα ἔχοντας ἀπαλλάξας τῆς ἀῤῥωστίας, πρὸς καθαρὰν ὑγίειαν ἐπανήγαγεν· οὕτω καὶ τὸν Χριστὸν θαύμασον, ἀγαπητὲ, καὶ ἐκπλάγηθι, ὅτι λαβὼν ἀνίατα νοσήματα ψυχῆς ἔχοντας ἀνθρώπους, ἴσχυσε καὶ τῆς κακίας ἀπαλλάξαι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξίους ἀποφῆναι τοὺς πρὸς τὴν ἐσχάτην πονηρίαν ἐληλακότας. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Μεγάλη τιμὴ, πολὺ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἄφατος ἡ ὑπερβολὴ τῆς ἀγαθότητος· τοῦ γὰρ εἰς τὸν παράδεισον εἰσελθεῖν μείζων τιμὴ τὸ μετὰ τοῦ Δεσπότου εἰσελθεῖν. Τί γέγονεν, εἰπέ μοι; τί τοιοῦτον ὁ λῃστὴς ἐπεδείξατο, ἵνα ἀθρόον παραδείσου ἄξιος φανῇ ἀπὸ τοῦ σταυροῦ; Βούλει συντόμως εἴπω, καὶ δείξω τοῦ λῃστοῦ τὴν εὐγνωμοσύνην; Ὅτε Πέτρος ἠρνεῖτο κάτω ὁ τῶν μαθητῶν κορυφαῖος, τότε ἐκεῖνος ἄνω ἐπὶ τοῦ σταυροῦ τυγχάνων ὡμολόγησε. Καὶ τοῦτο οὐ τοῦ Πέτρου κατηγορῶν εἶπον, μὴ γένοιτο, ἀλλὰ τοῦ λῃστοῦ τὴν μεγαλοψυχίαν δεῖξαι βουλόμενος, καὶ τὴν ὑπερβάλλουσαν φιλοσοφίαν. Ἐκεῖνος οὐκ ἤνεγκε κόρης ἀπειλὴν εὐτελοῦς· οὗτος δὲ ὁρῶν δῆμον ὁλόκληρον μεμηνότα καὶ περιεστῶτα καὶ βοῶντα καὶ μυρία εἰς τὸν ἐσταυρωμένον λοιδορούμενον, οὐκ εἶδε πρὸς τὴν ὕβριν τοῦ ἐσταυρωμένου, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα ταῦτα παραδραμὼν, καὶ τὰ ταπεινὰ καὶ τὰ κωλύματα κάτω ἀφεὶς, ἐπέγνω τὸν τῶν οὐρανῶν Δεσπότην, εἰπὼν τὰ βραχέα ἐκεῖνα ῥήματα καὶ τοῦ παραδείσου ἄξιον αὐτὸν ἀποφήναντα· Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου. Μὴ παραδράμωμεν ἁπλῶς τὸ εἰρημένον, μηδὲ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν τὸν λῃστὴν, ὃν οὐκ ἐπῃσχύνθη ὁ Δεσπότης ὁ ἡμέτερος πρῶτον εἰς τὸν παράδεισον εἰσαγαγεῖν· μὴ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν ἄνθρωπον, πρὸ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἄξιον φανέντα τῆς πολιτείας τῆς ἐν τῷ παραδείσῳ. Καθ' ἕκαστον τοίνυν τῶν ῥημάτων ἐξετάσωμεν, ἵνα μάθωμεν καὶ ἐντεῦθεν τοῦ σταυροῦ τὴν δύναμιν. Οὐδὲ γὰρ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς Πέτρον καὶ Ἀνδρέαν· Δεῦτε, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· οὐδὲ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τοὺς δώδεκα μαθητὰς, ὅτι Καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ὅλως δὲ οὐδὲ ῥήματος αὐτὸν ἠξίωσεν. Οὐδὲ θαύματα εἶδεν, οὐ νεκρὸν ἀνιστάμενον, οὐ δαίμονας ἐλαυνομένους, οὐ θάλατταν εἴκουσαν αὐτοῦ τῷ ἐπιτάγματι, οὐ περὶ βασιλείας αὐτῷ διελέχθη· πόθεν δὲ ᾔδει καὶ τῆς βασιλείας τὸ ὄνομα; Ἴδωμεν αὐτοῦ τὴν σύνεσιν τὴν πολλήν. Ἐλοιδόρει αὐτὸν, φησὶν, ὁ ἕτερος λῃστής· καὶ γὰρ ἕτερος ἦν λῃστὴς συνεσταυρωμένος, ἵνα πληρωθῇ τὸ παρὰ τοῦ προφήτου εἰρημένον, ὅτι Καὶ μετὰ ἀνόμων ἐλογίσθη. Ἐβούλοντο γὰρ καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν οἱ ἀγνώμονες Ἰουδαῖοι, καὶ πανταχόθεν ἐπηρέαζον τοῖς γινομένοις· ἀλλὰ διὰ πάντων ἡ ἀλήθεια ηὔξανε, καὶ δι' αὐτῶν τῶν κωλυμάτων λαμπροτέρα ἐγίνετο. Ἐλοιδόρει τοίνυν αὐτὸν ὁ ἕτερος λῃστής· εἷς δέ τις τῶν εὐαγγελιστῶν φησιν, ὅτι ἀμφότεροι ἐλοιδόρουν τὸν Ἰησοῦν· καὶ τοῦτο δὲ ἀληθὲς, ὃ καὶ μάλιστα ἐπιτείνει τούτου τὴν εὐγνωμοσύνην. Εἰκὸς γὰρ αὐτὸν λοιδορῆσαι μὲν παρὰ τὴν ἀρχὴν, ἀθρόον δὲ τοσαύτην τὴν μεταβολὴν ἐπιδείξασθαι. Ἐλοιδόρει τοίνυν αὐτὸν, φησὶν, ὁ ἕτερος λῃστής. Εἶδες λῃστὴν καὶ λῃστήν; ἀμφότεροι ἐν τῷ σταυρῷ, ἀμφότεροι ἀπὸ πονηρίας, ἀμφότεροι ἀπὸ βίου λῃστικοῦ, ἀλλ' οὐκ ἀμφότεροι ἐν τοῖς αὐτοῖς· ἀλλ' ὁ μὲν βασιλείαν ἐκληρονόμησεν, ὁ δὲ εἰς γέενναν παρεπέμπετο. Οὕτω καὶ χθὲς, μαθητὴς καὶ μαθηταί· ἀλλ' ὁ μὲν πρὸς προδοσίαν παρεσκευάζετο, οἱ δὲ πρὸς διακονίαν εὐτρεπίζοντο· καὶ ἐκεῖνος μὲν ἔλεγε τοῖς Φαρισαίοις· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οὗτοι δὲ προσῆλθον τῷ Ἰησοῦ λέγοντες· Ποῦ θέλεις ἑτοιμάζωμέν σοι φαγεῖν τὸ Πάσχα; Οὕτω καὶ ἐνταῦθα, λῃστὴς καὶ λῃστής· ἀλλ' ὁ μὲν ἐλοιδορεῖτο, ὁ δὲ ἐπιστομίζει· ὁ μὲν βλασφημεῖ, ὁ δὲ ἐγκαλεῖ, καὶ ταῦτα ὁρῶν ἐσταυρωμένον αὐτὸν, κατακεκριμένον, τὸν δῆμον κάτωθεν λοιδορούμενον, ἐπιβοῶντα μεγάλα· ἀλλ' ὅμως οὐδὲν τούτων αὐτὸν παρέτρεψεν, οὐδὲ τῆς προσηκούσης δόξης ἀπήγαγεν, ἀλλὰ καὶ τῷ ἑτέρῳ λῃστῇ σφοδρῶς ἐπιτίθεται, καί φησι πρὸς αὐτόν· Οὐδὲ φοβῇ τὸν Θεὸν σύ;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone (homilia 2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg033.local001/.
