Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone (homilia 2) 4.1
Not analysed yet
Βούλει μαθεῖν πῶς καὶ βασιλείας σύμβολον ὁ σταυρὸς, καὶ πῶς σεμνὸν τὸ πρᾶγμά ἐστιν; Οὐκ ἀφῆκεν αὐτὸν εἶναι ἐπὶ τῆς γῆς, ἀλλ' ἀνέσπασεν αὐτὸν καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε. Πόθεν δῆλον τοῦτο; Μετ' αὐτοῦ μέλλει ἔρχεσθαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ. Ἀλλ' ἴδωμεν καὶ πῶς μέλλει μετ' αὐτοῦ ἔρχεσθαι. Ἄκουσον αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· Ἐὰν εἴπωσιν ὑμῖν, Ἰδοὺ ἐν τοῖς ταμιείοις ἐστὶν ὁ Χριστὸς, ἰδοὺ ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε· περὶ τῆς δευτέρας αὑτοῦ παρουσίας λέγων, διὰ τοὺς ψευδοχρίστους, διὰ τοὺς ψευδοπροφήτας, διὰ τὸν Ἀντίχριστον, ἵνα μή τις πλανηθεὶς ἐκείνῳ περιπέσῃ. Ἐπειδὴ γὰρ πρὸ τοῦ Χριστοῦ ὁ Ἀντίχριστος ἔρχεται, ἵνα μὴ ζητοῦντες, φησὶ, τὸν ποιμένα, τῷ λύκῳ περιπέσητε, διὰ τοῦτο ὑμῖν λέγω γνωρίσματα τῆς τοῦ ποιμένος παρουσίας. Ἐπειδὴ γὰρ ἡ πρώτη αὐτοῦ παρουσία λανθάνουσα ἐγένετο, μὴ νομίσητε, φησὶν, ὅτι καὶ ἡ δευτέρα τοιαύτη ἔσται. Ἐκείνη γὰρ εἰκότως λανθάνουσα ἐγένετο· ἦλθε γὰρ ζητῆσαι τὸ ἀπολωλός· αὕτη δὲ οὐχ οὕτως, ἀλλὰ πῶς; εἰπὲ καὶ δίδαξον. Ὥσπερ ἐξέρχεται, φησὶν, ἡ ἀστραπὴ ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ἀθρόον πᾶσι φανεῖται· οὐ δεήσεται οὐδεὶς ἐρωτῆσαι. Ὥσπερ γὰρ ἀστραπῆς φαινομένης, οὐ δεόμεθα ἐξετάζειν, εἰ ἐγένετο ἀστραπή· οὔτω τῆς παρουσίας αὐτοῦ γενομένης, οὐ δεησόμεθα ἐξετάζειν εἰ παρεγένετο ὁ Χριστός. Ἀλλὰ τὸ ζητούμενον οὐδέπω καὶ νῦν εἰρήκαμεν, εἰ μετὰ τοῦ σταυροῦ ἔρχεται. Ἄκουε τοίνυν καὶ τοῦτο σαφῶς αὐτοῦ δηλοῦντος. Τότε, φησὶ, τουτέστιν, ὅταν ἔρχωμαι, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τοσαύτη γὰρ ἔσται τοῦ φωτὸς τότε ἡ ὑπερβολὴ, ὡς καὶ τὰ φανότατα ἄστρα ἀποκρύπτεσθαι. Καὶ οἱ ἀστέρες γὰρ, φησὶ, πεσοῦνται, καὶ οὕτω τὸ σημεῖον φανήσεται τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Εἶδες πόση ἡ ὑπερβολὴ τοῦ σημείου, πόση φαιδρότης, πόση λαμπηδών; Ὁ ἥλιος σκοτίζεται, ἡ σελήνη οὐ φαίνει, τὰ ἄστρα πίπτει· ἐκεῖνο δὲ μόνον φαίνεται, ἵνα μάθῃς ὅτι καὶ σελήνης φανότερον καὶ ἡλίου φαιδρότερόν ἐστι. Καθάπερ γὰρ βασιλέως εἰσιόντος, τὰ στρατόπεδα προλαμβάνοντα τὰ σημεῖα φέρει ἐπὶ τῶν ὤμων, καὶ προαγγέλλει τοῦ βασιλέως τὴν εἴσοδον· οὕτω τοῦ τῆς κτίσεως Δεσπότου καταβαίνοντος ἐκ τῶν οὐρανῶν, προλαμβάνει τὰ στρατόπεδα τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων τὸ σημεῖον ἐκεῖνο βαστάζοντα, καὶ τὴν βασιλικὴν εἴσοδον ἡμῖν ἀπαγγέλλοντα. Τότε, φησὶ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, περὶ τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων λέγων, καὶ πασῶν τῶν ἀοράτων δυνάμεων· τρόμος γὰρ αὐτοὺς λήψεται, καὶ φόβος πολὺς καὶ ἀγωνία. Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ αἱ δυνάμεις ἐκεῖναι ἐν φόβῳ καθεστήκασιν; Εἰκότως. Φοβερὸν ἔσται τότε τὸ δικαστήριον, ἅπασα ἡ τῶν ἀνθρώπων φύσις μέλλει κρίνεσθαι καὶ εὐθύνας ὑπέχειν καὶ παρίστασθαι βήματι φοβερῷ. Τί δήποτε δὲ καὶ οἱ ἄγγελοι τότε τρέμουσι, καὶ αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι δεδοίκασιν; οὐδὲ γὰρ ἐκεῖνοι μέλλουσι κρίνεσθαι. Καθάπερ δικαστοῦ τοὺς ὑπευθύνους καταδικάζοντος, καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος καθεζομένου, οὐχὶ οἱ ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ οἱ τῆς τάξεως αὐτῆς παρεστῶτες, οἱ μηδὲν ἑαυτοῖς συνειδότες, ὅμως δεδοίκασι καὶ φρίττουσι διὰ τὸν φόβον τοῦ δικαστοῦ· οὕτω καὶ τότε, τῆς φύσεως τῆς ἡμετέρας κρινομένης καὶ τῶν πλημμελημάτων τὰς εὐθύνας ἀπαιτουμένης, καὶ οἱ μηδὲν συνειδότες ἑαυτοῖς ἄγγελοι, καὶ αἱ λοιπαὶ δυνάμεις δεδοίκασι καὶ τρέμουσι διὰ τὴν ἀπειλὴν τοῦ δικαστοῦ. Ἀλλὰ τοῦτο μὲν ἔγνωμεν· τίνος δὲ ἕνεκεν καὶ διὰ τί ἔχων τὸν σταυρὸν ἔρχεται; Μάνθανε καὶ τούτου τὴν αἰτίαν. Ἵνα γὰρ δι' αὐτῶν τῶν ἔργων μάθωσιν οἱ σταυρώσαντες τὴν οἰκείαν ἀγνωμοσύνην, διὰ τοῦτο αὐτὸν τὸν ἔλεγχον τῆς μανίας αὐτοῖς δείκνυσι. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο αὐτὸν φέρει, ἵνα αὐτῶν καθάψηται, ἄκουε πάλιν αὐτοῦ τοῦ εὐαγγελιστοῦ λέγοντος· Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα. Καὶ τί θαυμάζεις, εἰ τὸν σταυρὸν φέρων ἔρχεται; αὐτὰ τὰ τραύματα μεθ' ἑαυτοῦ φέρων ἔρχεται. Πόθεν δῆλον, ὅτι αὐτὰ τὰ τραύματα φέρει μεθ' ἑαυτοῦ; Ἄκουε τοῦ προφήτου λέγοντος· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Καθάπερ γὰρ ἐπὶ τοῦ Θωμᾶ ἐποίησε, βουλόμενος τὴν ἀπιστίαν διορθῶσαι τοῦ μαθητοῦ, καὶ ἔδειξεν αὐτῷ τοὺς τύπους τῶν ἥλων, καὶ αὐτὰ τὰ τραύματα, καὶ λέγει, Βάλε τὸν δάκτυλόν σου, καὶ φέρε τὴν χεῖρά σου, καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, ἵνα δείξῃ αὐτῷ, ὅτι ἀληθῶς ἀνέστη· οὕτω καὶ τότε φέρει τὰ τραύματα καὶ τὸν σταυρὸν, ἵνα αὐτοῖς δείξῃ, ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ σταυρωθείς. Μέγα ἄρα ἀγαθὸν καὶ σωτήριον, καὶ τεκμήριον ἐναργὲς τῆς τοῦ Θεοῦ φιλανθρωπίας.