Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ Αʹ Εἰς τὰ κατὰ τὸν Δαυῒδ καὶ τὸν Σαοὺλ, καὶ περὶ ἀνεξικακίας, καὶ τοῦ δεῖν φείδεσθαι τῶν ἐχθρῶν, καὶ μηδὲ ἀπόντας λέγειν κακῶς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Davide et Saule (homiliae 1-3) 2.1
Not analysed yet
Τίνας οὖν εὐηργέτησεν ὁ Δαυῒδ εὐεργεσίας τὸν Σαοὺλ, καὶ πότε καὶ πῶς, ἀνάσχεσθε διὰ βραχέων διηγουμένου. Πολέμου γάρ ποτε τοὺς Ἰουδαίους καταλαβόντος χαλεπωτάτου, καὶ πάντων κατεπτηχότων καὶ δεδοικότων, καὶ οὐδενὸς προκύψαι τολμῶντος, ἀλλ' ἐν ἐσχάτοις τῆς πόλεως οὔσης ἁπάσης, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἑκάστου βλέποντος, καὶ καθ' ἑκάστην ἀποθανεῖσθαι τὴν ἡμέραν προσδοκώντων ἁπάντων, καὶ τῶν ἐπὶ τὸ βάραθρον ἀγομένων ἀθλιώτερον ζώντων τὸν βίον, εἰσελθὼν οὗτος ἀπὸ τῶν προβάτων ἐπὶ τὴν παράταξιν, καὶ τῆς ἡλικίας καὶ τῆς τέχνης ἀτέλειαν παρεχούσης αὐτῷ τῶν πολεμικῶν πόνων, τὸν ἁπάντων αὐτὸς ἀνεδέξατο πόλεμον, καὶ κατώρθωσεν ἐλπίδος ἁπάσης κρείττονα κατορθώματα. Καίτοι εἰ καὶ μηδὲν ἦν κατωρθωκὼς, τῆς προθυμίας αὐτὸν καὶ τῆς προθέσεως ἕνεκεν στεφανοῦν ἔδει μόνον. Τὸ μὲν γὰρ στρατιώτην τινὰ τῶν ἐν ἡλικίᾳ ποιῆσαι τοῦτο, θαυμαστὸν οὐδέν· ὁ γὰρ τῆς στρατείας νόμος τοῦτο ἀπῄτει. Οὗτος δὲ οὐδεμίαν ὁρῶν ἀνάγκην ἐπικειμένην, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων (καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετίμησε, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας ἄωρον καὶ τὸ τῶν κινδύνων ἀφόρητον βλέπων, κατεῖχε καὶ μένειν ἐκέλευε λέγων· Οὐ δυνήσῃ πορευθῆναι, ὅτι σὺ παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ), ἀλλ' ὅμως οὐδεμιᾶς αὐτὸν ἑλκούσης προφάσεως, οἴκοθεν καὶ παρ' ἑαυτοῦ διαθερμανθεὶς θείῳ ζήλῳ καὶ τῷ τῆς πατρίδος ἔρωτι, ὥσπερ πρόβατα μᾶλλον ἢ ἀνθρώπους ὁρῶν, καὶ ὡς κύνας μᾶλλον ἢ στρατόπεδον ἀνθρώπων τοιοῦτον μέλλων ἐλαύνειν, οὕτω μετὰ ἀδείας ἐπὶ τοὺς βαρβάρους ἔτρεχε· καὶ τοσαύτην περὶ τὸν βασιλέα κηδεμονίαν ἐπεδείξατο τότε, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ' ὄψιν αὐτὸν κείμενον ἀναστῆσαι. Οὐ γὰρ δὴ μόνον αὐτὸν τοῖς ἔργοις μετὰ ταῦτα ὠφέλει, ἀλλὰ καὶ πρὸ τούτου τοῖς ῥήμασι παρεκάλει καὶ θαῤῥεῖν ἔπειθε, καὶ χρηστὰς περὶ τοῦ μέλλοντος ἐλπίδας ἔχειν, οὕτω λέγων· Μὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ' αὐτὸν, ὅτι ὁ δοῦλός σου πορεύσεται, καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. Ἆρα μικρὸν τοῦτο, εἰπέ μοι, τὸν μηδεμίαν ἀνάγκην ἔχοντα, τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτοῦ. καὶ ὑπὲρ τῆς ἐκείνων ὠφελείας εἰς μέσους πηδῆσαι τοὺς πολεμίους, μηδὲν μηδέποτε παρ' αὐτῶν εὖ παθόντα; Ἆρα οὐκ ἔδει αὐτὸν μετὰ ταῦτα δεσπότην ἐπιγράφεσθαι, καὶ σωτῆρα κοινὸν τῆς πόλεως ἀναγορεύειν, τὸν καὶ τὸ σχῆμα τῆς βασιλείας, καὶ τὸ τῶν πόλεων ἔδαφος, καὶ τὴν ἁπάντων ζωὴν μετὰ τὴν τοῦ Θεοῦ χάριν διατηρήσαντα; Ποία γὰρ ταύτης εὐεργεσίας μείζων ἑτέρα ἦν; Οὐ γὰρ εἰς χρήματα, οὐδὲ εἰς δόξαν καὶ δυναστείαν, ἀλλ' εἰς αὐτὴν αὐτοῦ τὴν ψυχὴν τὴν εὐεργεσίαν κατέθετο, καὶ ἐξ αὐτῶν αὐτὸν ἀνεκαλέσατο τῶν τοῦ θανάτου πυλῶν, καὶ τό γε εἰς ἄνθρωπον ἧκον, δι' ἐκεῖνον ἔζη λοιπὸν ὁ βασιλεὺς, καὶ ἀπέλαυε τῆς ἀρχῆς. Τίσιν οὖν αὐτὸν μετὰ ταῦτα ἠμείψατο; Εἰ μὲν γὰρ αὐτό τις τῶν κατορθωμάτων ἴδοι τὸ μέγεθος, οὐδ' εἰ τὸν στέφανον ἀπὸ τῆς αὐτοῦ λαβὼν κεφαλῆς ἐπὶ τὴν τοῦ Δαυῒδ ἔθηκεν, οὐδέπω τὴν ἀξίαν ἦν ἀποδεδωκὼς, ἀλλὰ τὸ πλέον ὀφείλων. Ἐκεῖνος μὲν γὰρ καὶ ζωὴν καὶ βασιλείαν αὐτῷ ἐχαρίσατο· οὗτος δὲ βασιλείας αὐτῷ παραχωρεῖν ἔμελλε μόνης. Πλὴν ἀλλ' ἴδωμεν αὐτοῦ τὰς ἀμοιβάς. Τίνες οὖν ἦσαν αὗται; Δι' ὑποψίας εἶχεν αὐτὸν λοιπὸν, καὶ ὑπεβλέπετο ἀπὸ τῆς ἡμέρας ἐκείνης. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἀναγκαῖον γὰρ καὶ τῆς ὑποψίας τὴν αἰτίαν εἰπεῖν. Οὐδὲν μὲν γὰρ, ὅπερ ἂν εἴπῃ τις, ἐρεῖ δίκαιον. Πρὸς γὰρ τὸν τὴν ψυχὴν χαρισάμενον, καὶ τὴν ζωὴν δωρησάμενον, ποία δικαίας ὑποψίας πρόφασις ἦν; Πλὴν ἀλλὰ καὶ αὐτὴν τὴν αἰτίαν τῆς ἔχθρας ἴδωμεν, ἵνα μάθητε, ὅτι καὶ τῆς νίκης οὐκ ἔλαττον καὶ διὰ ταῦτα τιμᾶσθαι δίκαιος ἦν, δι' ἅπερ ὑπωπτεύετο καὶ ἐπεβουλεύετο μετὰ ταῦτα. Τίς οὖν ἡ αἰτία τῆς ὑποψίας ἦν; Ἐπειδὴ τοῦ βαρβάρου τὴν κεφαλὴν ἔλαβε, καὶ τὰ λάφυρα ἔχων ἐπανῄει, Ἐξῆλθον αἱ χορεύουσαι, φησὶν, ᾄδουσαι καὶ λέγουσαι· Ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυῒδ ἐν μυριάσιν αὐτοῦ. Καὶ ὠργίσθη Σαοὺλ, καὶ ἦν ὑποβλεπόμενος τὸν Δαυῒδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. Τίνος ἕνεκεν, εἰπέ μοι; Μάλιστα μὲν γὰρ, εἰ καὶ ἀδίκως ταῦτα ἐλέγετο, οὐδὲ οὕτως πρὸς αὐτὸν ἀπεχθῶς διατεθῆναι ἔδει, ἀλλ' ἀπὸ τῶν γεγενημένων τὴν εὔνοιαν αὐτοῦ μαθόντα, καὶ ὅτι μηδενὸς ἀναγκάζοντος, μηδὲ βιαζομένου, ἐξ οἰκείας εὐνοίας τοσοῦτον ὑπέμεινε κίνδυνον, μηδὲν μηκέτι λοιπὸν ὑποπτεύειν περὶ αὐτοῦ πονηρόν. Νυνὶ δὲ καὶ τὸ δίκαιον εἶχον αἱ εὐφημίαι· καὶ εἰ χρή τι θαυμαστὸν εἰπεῖν, τῷ Σαοὺλ ἐχαρίσαντο μᾶλλον, ἢ τῷ Δαυῒδ ταῦτα λέγουσαι· καὶ ἀγαπᾷν αὐτὸν ἐχρῆν, ὅτι τὰς χιλιάδας γοῦν ἔδωκαν αὐτῷ. Τί οὖν ἀγανακτεῖ, ὅτι ἔδωκαν τὰς μυριάδας ἐκείνῳ; Εἰ μὲν γὰρ ἦν τι συντελέσας εἰς τὸν πόλεμον, καὶ μικρὰν γοῦν τινα μοῖραν εἰσενεγκὼν, καλῶς ταῦτα ἐλέγετο, ὅτι Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυῒδ ἐν μυριάσιν. Εἰ δὲ αὐτὸς μὲν δεδοικὼς καὶ τρέμων ἔνδον ἐκάθητο, καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶν, οὗτος δὲ τὸ πᾶν εἰργάσατο, πῶς οὐκ ἄτοπον ἦν, τὸν μηδὲν εἰς τοὺς κινδύνους ἐκείνους συμβαλλόμενον ἀγανακτεῖν, ὅτι μὴ τὸ πλέον τῆς εὐφημίας ἔλαβεν; Εἰ γὰρ ἀγανακτεῖν ἐχρῆν, τὸν Δαυῒδ ἀγανακτεῖν ἔδει, ὅτι τὸ πᾶν αὐτὸς κατορθώσας, μεριστὴν ἕτερον ἔσχε τῆς εὐφημίας.