# De Davide et Saule (homiliae 1-3) 6.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Davide et Saule (homiliae 1-3), ΟΜΙΛΙΑ Γʹ Ὅτι ἐπισφαλὲς τὸ εἰς θέατρα ἀναβαίνειν, καὶ ὅτι μοιχοὺς ἀπηρτισμένους ποιεῖ, καὶ ὅτι ἀθυμίας αἴτιον καὶ πολέμου τοῦτο· καὶ ὅτι πᾶν ἀνεξικακίας εἶδος ὑπερεβάλετο ὁ Δαυῒδ ἐν τοῖς κατὰ τὸν Σαούλ· καὶ ὅτι τὸ φέρειν ἁρπαγὴν πράως τοῦ δοῦναι ἐλεημοσύνην ἴσον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-davide-et-saule-homiliae-1-3/6.1-2

Τοῦτο γίνεται καὶ ἐπὶ τοῦ χειμῶνος. Οὐκ ἀφίησι τοῦ οὐρανοῦ τὸ κάλλος ἡ τῶν νεφῶν φαίνεσθαι συνδρομή· ἀλλὰ κἂν μυριάκις ὀξυδερκὲς ἔχωμεν τὸ ὄμμα, οὐκ ἰσχύομεν ἀντιλαβέσθαι τῆς ἄνω φαιδρότητος. Ἐπειδὰν δ' ἡ τῆς ἀκτῖνος θερμότης ἐνδιατρίψασα καὶ διαῤῥήξασα τὸ νέφος, δείξῃ τὸν ἥλιον, δείκνυσι καὶ τὴν τοῦ οὐρανοῦ πάλιν εὐπρέπειαν. Οὕτω καὶ ἐφ' ἡμῶν ὀργιζομένων γίνεται· καὶ καθάπερ νέφος πεπυκνωμένον πρὸ τῶν ὀφθαλμῶν καὶ πρὸ τῶν ἀκοῶν ἑστῶσα ἡ ἔχθρα, ἑτέρας καὶ τὰς φωνὰς καὶ τὰς ὄψεις ποιεῖ φαίνεσθαι. Ἐπειδὰν δὲ φιλοσοφήσας τις τὴν ἔχθραν ἀπόθηται καὶ διαῤῥήξῃ τῆς λύπης τὸ νέφος, τότε ἀδεκάστῳ λογισμῷ καὶ ὄψεται πάντα, καὶ ἀκούσεται· ὅπερ οὖν καὶ ὁ Σαοὺλ οὗτος ἔπαθεν. Ἐπειδὴ γὰρ τὸ νέφος διεῤῥάγη τῆς ἔχθρας, ἐπέγνω τοῦ Δαυῒδ τὴν φωνὴν, καί φησιν· Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; Ποία Αὕτη; Ἡ τὸν Γολιὰθ κατενεγκοῦσα, καὶ τὴν πόλιν ἐξαρπάσασα τῶν κινδύνων, καὶ περὶ δουλείας καὶ περὶ θανάτου κινδυνεύοντας ἅπαντας καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς ἐλευθερίαν ἐπανάγουσα πάλιν, ἡ τὴν ἐκείνου καταστέλλουσα μανίαν, πολλὰ καὶ μεγάλα αὐτὸν ἐργασαμένη καλά. Αὕτη γὰρ ἡ φωνὴ τὸν βάρβαρον ἐκεῖνον κατήνεγκε· πρὸ γὰρ τοῦ λίθου, ἡ τῆς εὐχῆς δύναμις αὐτὸν ἐχειρώσατο. Οὐ γὰρ ἁπλῶς τὸν λίθον ἔῤῥιψεν, ἀλλὰ πρότερον εἰπὼν, Σὺ ἔρχῃ πρός με ἐν τοῖς θεοῖς σου· ἐγὼ δὲ ἔρχομαι πρὸς σὲ ἐν ὀνόματι Κυρίου Σαβαὼθ, ὃν ὠνείδισας σήμερον, οὕτως ἀφῆκε. Καὶ αὕτη τὸν λίθον ἐχειραγώγησεν ἡ φωνὴ, αὕτη τὴν ἀγωνίαν ἐνέβαλε τῷ βαρβάρῳ, αὕτη τὸ θράσος ἐξέκοψε τοῦ πολεμίου. Καὶ τί θαυμάζεις, εἰ θυμὸν καταστέλλει φωνὴ δικαίου, καὶ πολεμίους καθαιρεῖ, ὅπου γε καὶ δαίμονας ἀπελαύνει; Ἐφθέγγοντο γοῦν μόνον οἱ ἀπόστολοι, καὶ πᾶσαι ἐδραπέτευον αἱ ἀντικείμεναι δυνάμεις. Ἡ φωνὴ τῶν ἁγίων καὶ τὰ στοιχεῖα πολλάκις ἔστησε, καὶ τὰς ἐνεργείας αὐτῶν μετέβαλεν. Εἶπε γοῦν ὁ Ἰησοῦς τοῦ Ναυῆ μόνον, Στήτω ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ ἔστη· οὕτω καὶ ὁ Μωϋσῆς θάλατταν ἐπέδησε, καὶ ἀνῆκεν· οὕτως οἱ παῖδες οἱ τρεῖς τὴν ἐνέργειαν τοῦ πυρὸς ἔσβεσαν διὰ τῶν ὕμνων ἐκείνων καὶ διὰ τῆς φωνῆς. Διὰ τοῦτο καὶ πρὸς αὐτὴν τὴν φωνὴν διαθερμανθεὶς ὁ Σαοὺλ ἔλεγεν· Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; Τί γοῦν ὁ Δαυΐδ; Δοῦλός σου, κύριέ μου βασιλεῦ. Ἅμιλλα λοιπὸν καὶ φιλονεικία γίνεται, τίς τὸν πλησίον μειζόνως τιμήσει. Ἐκεῖνος εἰς συγγένειαν ἤγαγεν, οὗτος δεσπότην αὐτὸν ὠνόμασεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἓν ζητῶ μόνον, φησὶ, σωτηρίαν τὴν σὴν, καὶ τὴν ἐπίδοσιν τῆς ἀρετῆς. Τέκνον με ἐκάλεσας, ἐγὼ δὲ ἀγαπῶ καὶ στέργω, ἐὰν δοῦλόν με ἔχῃς, μόνον μετὰ τοῦ ἀποθέσθαι τὴν ὀργὴν, μόνον μετὰ τοῦ μηδὲν ὑποπτεύειν περὶ ἐμοῦ πονηρὸν, καὶ μὴ νομίζειν ἐπίβουλον εἶναι καὶ πολέμιον. Τὸν γὰρ ἀποστολικὸν ἐκεῖνον ἐπλήρου νόμον, τὸν κελεύοντα τῇ τιμῇ ἀλλήλους προηγεῖσθαι, ὑπερέχοντας ἑαυτῶν· οὐ καθάπερ πολλοὶ, βοσκημάτων διακείμενοι χεῖρον, οὐδὲ προσειπεῖν τὸν πλησίον ἀνέχονται πρότεροι, νομίζοντες ὑβρίζεσθαι καὶ ἐλαττοῦσθαι, εἰ ψιλῆς τινι μεταδοῖεν προσρήσεως. Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν καταγελαστότερον; τί τοῦ τύφου τούτου καὶ τῆς ἀπονοίας αἰσχρότερον; Τότε γὰρ, τότε ἠλαττόνηκας, ὦ ἄνθρωπε, τότε ὑβρίσθης, τότε ἠτιμάσθης, ὅταν ἀναμείνῃς τὸν πλησίον πρότερόν σε προσειπεῖν. Τί γὰρ ἀπονοίας χεῖρον; τί δὲ τύφου καὶ κενοδοξίας καταγελαστότερον; Ἂν μὲν γὰρ πρότερος προσείπῃς, καὶ ὁ Θεὸς ἐπαινέσεται, ὃ πάντων μεῖζον, καὶ ἄνθρωποι δὲ ἀποδέξονται, καὶ τῆς ἐκείνου προσρήσεως σὺ τὸν μισθὸν ἅπαντα λήψῃ· ἂν δ' ἀναμείνῃς πρότερον τιμηθεὶς οὕτω τιμῆσαι, οὐδὲν μέγα εἰργάσω λοιπόν. Ὁ γὰρ τῆς εἰς σὲ κατάρξας τιμῆς, αὐτὸς καὶ τῆς παρὰ σοῦ γενομένης εἰς αὐτὸν θεραπείας τὸν μισθὸν ἅπαντα λήψεται. Μὴ ἀναμένωμεν τοίνυν τιμᾶσθαι παρ' ἑτέρων πρότεροι· ἀλλ' ἐπιτρέχωμεν ταῖς εἰς τὸν πλησίον τιμαῖς, καὶ τῆς προσρήσεως ἀεὶ κατάρχωμεν, καὶ μὴ νομίζωμεν ψιλὸν εἶναι καὶ εὐτελὲς τὸ κατόρθωμα τοῦτο, τὸ γενέσθαι εὐπροσήγορον καὶ φιλοπροσήγορον. Πολλὰς γοῦν φιλίας ἐλλειφθὲν τοῦτο διέκοψε, πολλὰς ἔχθρας εἰργάσατο· ὡσπεροῦν μετὰ σπουδῆς πληρούμενον χρονίους πολέμους κατέλυσε, καὶ τὰς οὔσας φιλίας ἀπέσφιγξε. Μὴ τοίνυν ἀμελῇς, ἀγαπητὲ, τῆς περὶ ταῦτα σπουδῆς· ἀλλ' εἰ μὲν οἷόν τε, τοὺς ἀπαντῶντας, οἷοί τινες ἂν ὦσι, καὶ ἐν ταῖς προσρήσεσι, καὶ ἐν τοῖς ἄλλοις ἅπασι πρότεροι θεραπεύωμεν. Ἂν δέ σε ἕτερος φθάσῃ, μείζονα ἐπίδειξαι τὴν τιμὴν πάλιν. Καὶ γὰρ καὶ τοῦτο παρῄνεκεν ὁ Παῦλος, οὕτως εἰπών· Ἀλλήλους ἡγεῖσθε ὑπερέχοντας ἑαυτῶν. Οὕτως ὁ Δαυῒδ ἐποίησε, καὶ πρότερος ἐτίμησε, καὶ τιμηθεὶς πάλιν μειζόνως ἀντετίμησεν, εἰπών· Δοῦλός σου, κύριέ μου βασιλεῦ. Καὶ ὅρα ὅσον εἰργάσατο κέρδος. Ἐπειδὴ γὰρ εἶπε τοῦθ' ὁ Δαυῒδ, οὐκ ἤνεγκεν ἀδακρυτὶ λοιπὸν ταύτην ἀκοῦσαι τὴν φωνὴν ὁ Σαούλ· ἀλλ' ὠλόλυξε πικρὸν, τὴν ὑγίειαν τὴν ἐν τῇ ψυχῇ, καὶ τὴν φιλοσοφίαν, ἣν ὁ Δαυῒδ ἐνέθηκε, διὰ τῶν δακρύων δηλῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Davide et Saule (homiliae 1-3). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg115.local001/.
