# De Davide et Saule (homiliae 1-3) 9.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Davide et Saule (homiliae 1-3), ΟΜΙΛΙΑ Γʹ Ὅτι ἐπισφαλὲς τὸ εἰς θέατρα ἀναβαίνειν, καὶ ὅτι μοιχοὺς ἀπηρτισμένους ποιεῖ, καὶ ὅτι ἀθυμίας αἴτιον καὶ πολέμου τοῦτο· καὶ ὅτι πᾶν ἀνεξικακίας εἶδος ὑπερεβάλετο ὁ Δαυῒδ ἐν τοῖς κατὰ τὸν Σαούλ· καὶ ὅτι τὸ φέρειν ἁρπαγὴν πράως τοῦ δοῦναι ἐλεημοσύνην ἴσον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-davide-et-saule-homiliae-1-3/9.1

Μὴ τοίνυν καταῤῥᾳθυμῶμεν τῆς ἑαυτῶν σωτηρίας. Κἂν γὰρ πρὸς αὐτὰ κατενεχθῶμεν τῆς κακίας τὰ βάραθρα, δυνατὸν ἑαυτοὺς ἀνακτήσασθαι πάλιν, καὶ γενέσθαι βελτίους, καὶ πᾶσαν ἀποθέσθαι κακίαν. Εἶτα τί φησιν; Ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Δέησιν ὁ βασιλεὺς τῷ ἰδιώτῃ προσάγει, καὶ ἱκετηρίαν τίθησιν ὁ τὸ διάδημα περικείμενος, ὑπὲρ τῶν παίδων τῶν ἑαυτοῦ παρακαλῶν τὸν φυγάδα. Καὶ τοῦτο τῆς τοῦ Δαυῒδ ἀρετῆς τεκμήριον, τὸ περὶ τῶν τοιούτων θαῤῥῆσαι τὸν ἐχθρόν. Εἰ δ' ὅρκον ἀπαιτεῖ, οὐκ ἀπιστῶν τῷ τρόπῳ τοῦ Δαυῒδ, ἀλλ' ἐννοῶν ὅσα εἰς αὐτὸν εἰργάσατο κακά. Ὄμοσόν μοι, μὴ ἀφανίσαι τὸ σπέρμα μου ὀπίσω μου. Ἐπίτροπον τὸν πολέμιον καταλιμπάνει τῶν ἑαυτοῦ παίδων, καὶ ταῖς ἐκείνου χερσὶν ἐντίθησι τὰ ἔκγονα, μονονουχὶ τῆς δεξιᾶς αὐτῶν λαβόμενος διὰ τῶν ῥημάτων τούτων, καὶ τὸν Θεὸν μεσίτην εἰσάγων. Τί οὖν ὁ Δαυΐδ; Ἆρα κἂν μικρὸν εἰρωνεύσατο πρὸς ταῦτα; Οὐδαμῶς· ἀλλ' εὐθέως ἐπένευσε, καὶ τὴν χάριν ἔδωκε· καὶ τελευτήσαντος τοῦ Σαοὺλ, οὐ μόνον οὐκ ἀπέκτεινεν, ἀλλὰ καὶ πλέον, ὧν ὡμολόγησε, τότε παρέσχε. Τὸν γὰρ ἔκγονον τὸν τούτου, χωλὸν ὄντα καὶ πεπηρωμένον τὸ σκέλος, εἰς τὴν οἰκίαν εἰσήγαγε τὴν ἑαυτοῦ, καὶ ὁμοτράπεζον ἐποίησε, καὶ τῆς μεγίστης ἠξίωσε τιμῆς· καὶ οὐκ ἠρυθρία, οὐδ' ἐνεκαλύπτετο, οὐδὲ τὴν τράπεζαν ἐνόμιζε καταισχυνθῆναι τὴν βασιλικὴν τῇ πηρώσει τοῦ παιδός· ἀλλ' ἐνεκαλλωπίζετο καὶ ἐνηβρύνετο μᾶλλον. Καὶ γὰρ ἕκαστος τῶν συνδειπνούντων αὐτῷ, μεγάλην φιλοσοφίας διδασκαλίαν λαμβάνων ἀπῄει. Ὁρῶν γὰρ τὸν ἔκγονον τοῦ Σαοὺλ, τοῦ τοσαῦτα κακὰ ἐργασαμένου τὸν Δαυῒδ, τοσαύτης ἀπολαύοντα παρ' αὐτῷ τιμῆς, εἰ καὶ πάντων θηρίων ἀγριώτερος ἦν, αἰσχυνόμενος καὶ ἐρυθριῶν πρὸς ἅπαντας τοὺς ἐχθροὺς ἐσπένδετο. Καίτοι εἰ καὶ ἑτέρωθεν αὐτῷ τροφὴν ἐπέταξε, καὶ σιτηρέσιον ὥρισε τεταγμένον πολὺ, μέγα ἦν· τὸ δὲ καὶ εἰς αὐτὴν αὐτὸν ἀγαγεῖν τὴν τράπεζαν ὑπερβολὴν ἔχει φιλοσοφίας. Ἴστε γὰρ δήπου, ὡς οὐ σφόδρα εὔπορον ἐχθρῶν παῖδας φιλεῖν. Τί λέγω φιλεῖν; Μὴ μισεῖν μὲν οὖν, μηδ' ἐλαύνειν. Πολλοὶ γοῦν καὶ τελευτησάντων τῶν ἐχθρῶν εἰς τοὺς παῖδας τοὺς ἐκείνων τὴν πρὸς ἐκείνους ἀφῆκαν ὀργήν. Ἀλλ' οὐχ ὁ γενναῖος οὗτος, ἀλλὰ καὶ ζῶντα τὸν πολέμιον διετήρησε, καὶ ἀπελθόντος ἐκείνου, τὴν περὶ ἐκείνου εὔνοιαν εἰς τοὺς παῖδας ἐνεδείξατο. Τί τῆς τραπέζης τῆς ἐκείνου ἁγιώτερον, ἣν ἐχθροῦ παῖδες ἐκύκλουν, καὶ ἐχθροῦ σφαγέως; τί τῆς εὐωχίας ἐκείνης πνευματικώτερον, ἐν ᾗ τοσαῦται ἔβρυον εὐλογίαι; Ἀγγέλου μᾶλλον, ἢ ἀνθρώπου συγκροτοῦντος ἦν. Τὸ γὰρ ἀσπάζεσθαι καὶ φιλεῖν τοὺς παῖδας τοῦ μυριάκις αὐτὸν ἀνελεῖν ἐπιχειρήσαντος, καὶ οὕτω τὴν ζωὴν καταλύσαντος, εἰς ἐκεῖνον αὐτὸν τελεῖν ποιεῖ τὸν χορόν. Τοῦτο καὶ σὺ ποίησον, ἀγαπητὲ, καὶ ζώντων καὶ τελευτώντων τῶν ἐχθρῶν τοὺς παῖδας θεραπεύων· ζώντων μὲν, ἵνα τῷ τρόπῳ τούτῳ καταλλάξῃς αὐτῶν τοὺς πατέρας· ἀπελθόντων δὲ τοὺς παῖδας θεραπεύων, ἵνα παρὰ τοῦ Θεοῦ πολλὴν ἐπισπάσῃ τὴν εὔνοιαν, καὶ μυρίους ἀναδήσῃ στεφάνους, καὶ μυρίας δέξῃ παρὰ πάντων εὐχὰς, οὐχὶ τῶν εὖ πασχόντων μόνον, ἀλλὰ καὶ τῶν ὁρώντων. Τοῦτό σοι κατ' ἐκείνην προστήσεται τὴν ἡμέραν, καὶ μεγάλοι συνήγοροί σου εἰ εὐεργετηθέντες ἐχθροὶ κατὰ τὸν καιρὸν τῆς κρίσεως ἔσονται, καὶ πολλὰ διαλύσῃ τῶν ἁμαρτημάτων, καὶ ἀπαιτήσεις τὸν μισθόν. Κἂν μυρία πεπλημμεληκὼς ᾖς, τὴν εὐχὴν ἐκείνην προτεινόμενος τὴν λέγουσαν, Ἄφετε τοῖς ἐχθροῖς ὑμῶν, καὶ ὁ Πατὴρ ὑμῶν ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν, μετὰ πολλῆς τῆς παῤῥησίας τὴν ἄφεσιν λήψῃ τῶν ἡμαρτημένων ἁπάντων, καὶ ἐνταῦθα δὲ μετὰ χρηστῆς βιώσῃ τῆς ἐλπίδος, καὶ πάντας ἕξεις εὐνοϊκῶς πρὸς σὲ διακειμένους. Οἱ γὰρ ὁρῶντες ὅτι τοὺς ἐχθροὺς καὶ τοὺς ἐκείνων παῖδας οὕτω φιλεῖς, πῶς οὐχ αἱρήσονται φίλοι γενέσθαι καὶ ἐπιτήδειοι, καὶ πάνθ' ὑπὲρ σοῦ καὶ ποιῆσαι καὶ παθεῖν; Ὅταν οὖν τοσαύτης μὲν παρὰ τοῦ Θεοῦ τῆς εὐνοίας ἀπολαύῃς, οὕτω δὲ πάντας ἔχῃς τἀγαθά σοι συνευχομένους ἅπαντα, τίνος αἰσθήσῃ λυπηροῦ, τίνων δ' οὐ βιώσεις μακαριώτερον βίον; Ταῦτα μὴ ἐνταῦθα θαυμάζωμεν μόνον, ἀλλὰ καὶ ἐξελθόντες φυλάττωμεν, καὶ περιελθόντες, καὶ διερευνησάμενοι τοὺς ἐχθροὺς ἕκαστος τοὺς ἑαυτοῦ, καταλλάξωμεν ἡμῖν ἑαυτοῖς, καὶ φίλους ποιήσωμεν γνησίους. Κἂν ἀπολογήσασθαι δέῃ, καὶ συγγνώμην αἰτῆσαι παρ' ἐκείνων, μὴ παραιτώμεθα, κἂν αὐτοὶ ὦμεν ἠδικημένοι. Οὕτω μείζων ἡμῖν ὁ μισθὸς, οὕτω πλείων ἡ παῤῥησία, οὕτω τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτευξόμεθα πάντως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Davide et Saule (homiliae 1-3). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg115.local001/.
