Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De decem millium talentorum debitore 2.1
Not analysed yet
Ἐπειδὴ δὲ οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν μιᾶς ἐντολῆς ὑποδοχὴ, φέρε τήμερον καὶ ἐπὶ ἑτέραν ὑμᾶς μεταγάγωμεν· καὶ γὰρ καὶ εἰ μὴ πάντες κατώρθωσαν τὸν πρότερον νόμον, ἀλλά γε τοῦ χρόνου προϊόντος τοὺς φθάσαντας οἱ ὑστερήσαντες καταλήψονται. Καὶ γὰρ ἔγνων, ὡς τοσαύτη τοῦ πράγματος γίνεται σπουδὴ, ὡς καὶ ἐπὶ οἰκίας καὶ ἐπὶ τραπέζης ἀνδράσι πρὸς γυναῖκας, δούλοις πρὸς ἐλευθέρους ἅμιλλαν εἶναι περὶ τῆς ἐντολῆς ταύτης, καὶ ἐμακάρισα τοὺς οὕτως ἑστιωμένους. Τί γὰρ τῆς τραπέζης ἐκείνης ἁγιώτερον γένοιτ' ἂν, ἔνθα μέθη μὲν καὶ ἀδηφαγία καὶ πᾶσα ἀσωτία ἀπελήλαται, θαυμαστὴ δέ τις ἀντεισενήνεκται περὶ τῆς φυλακῆς τῶν τοῦ Θεοῦ νόμων ἅμιλλα, καὶ παρατηρεῖ μὲν ἀνὴρ τὴν γυναῖκα, ὅπως εἰς τὰ τῆς ἐπιορκίας μηδέποτε ἐμπέσῃ βάραθρα, φυλάττει δὲ γυνὴ τὸν ἄνδρα, καὶ καταδίκη τῷ παραβάντι κεῖται μεγίστη· οὐκ ἐπαισχύνεται δὲ οὐδὲ ὑπὸ τῶν δούλων ὁ δεσπότης ἐλέγχεσθαι, οὐδὲ τοὺς οἰκέτας αὐτοῦ ἐπὶ τούτοις διορθοῦν; Οὐκ ἄν τις ἁμάρτοι τὴν τοιαύτην οἰκίαν ἐκκλησίαν Θεοῦ προσειπών. Ὅπου γὰρ σωφροσύνη τοσαύτη, ὡς ἐν καιρῷ τρυφῆς μεριμνᾷν ὑπὲρ τῶν θείων νόμων, καὶ τοὺς παρόντας ἅπαντας ὑπὲρ τούτου πρὸς ἀλλήλους ἀγωνίζεσθαι καὶ φιλονεικεῖν, εὔδηλον, ὅτι δαίμων μὲν ἅπας καὶ πονηρὰ δύναμις ἀπελήλαται, Χριστὸς δὲ πάρεστι χαίρων ἐπὶ τῇ καλῇ τῶν δούλων φιλονεικίᾳ, πᾶσαν αὐτοῖς ἐπιδαψιλευόμενος εὐλογίαν. Διὰ δὴ ταῦτα ταύτην ἀφεὶς λοιπὸν τὴν ἐντολὴν (οἶδα γὰρ ὅτι Θεοῦ χάριτι πᾶσαν ἐπιδραμεῖται τὴν πόλιν ὑμῖν θερμὰ προοίμια ἀναλαβοῦσι καὶ ἀρχὴν ἰσχυρὰν), ἐφ' ἑτέραν μεταβήσομαι· τὴν τῆς ὀργῆς ὑπεροψίαν. Ὥσπερ γὰρ ἐπὶ τῆς κιθάρας οὐκ ἀρκεῖ μόνον ἀπὸ μιᾶς νευρᾶς τὴν μελῳδίαν ἐργάσασθαι, ἀλλὰ πάσας ἐπιέναι δεῖ μετὰ ῥυθμοῦ τοῦ προσήκοντος· οὕτω καὶ ἐπὶ τῆς κατὰ ψυχὴν ἀρετῆς οὐκ ἀρκεῖ μόνος ἡμῖν εἰς σωτηρίαν εἷς νόμος, καθάπερ ἔφθην εἰπὼν, ἀλλὰ δεῖ πάντας αὐτοὺς μετὰ ἀκριβείας φυλάττειν, εἰ δὴ μέλλοιμεν τὴν ἁπάσης ἁρμονίας ἡδίω καὶ χρησιμωτέραν μελῳδίαν ἐργάζεσθαι. Ἔμαθέ σου τὸ στόμα μὴ ὀμνύναι; ἐπαιδεύθη ἡ γλῶττα Ναὶ καὶ Οὒ λέγειν πανταχοῦ; Μαθέτω καὶ λοιδορίαν ἀποστρέφεσθαι ἅπασαν, καὶ πλείονα περὶ τὴν ἐντολὴν ταύτην εἰσφέρειν σπουδὴν, ἐπειδὴ καὶ πλείονος ἡμῖν δεῖται καὶ πόνου. Ἐκεῖ μὲν γὰρ συνηθείας περιγενέσθαι μόνον ἔδει, ἐπὶ δὲ τῆς ὀργῆς εὐτονωτέρας δεῖ τῆς σπουδῆς· τυραννικὸν γὰρ τὸ πάθος, καὶ πολλάκις παρασύρει τοὺς νήφοντας, καὶ πρὸς τὸ βάραθρον αὐτὸ κατάγει τῆς ἀπωλείας. Ἀνάσχεσθε τοίνυν τοῦ μήκους τῶν λόγων. Καὶ γὰρ ἄτοπον καθ' ἑκάστην ἡμέραν τραυματιζομένους ἐν ἀγοραῖς, ἐν οἰκίαις, ὑπὸ φίλων, ὑπὸ συγγενῶν, ὑπὸ ἐχθρῶν, ὑπὸ γειτόνων, ὑπὸ οἰκετῶν, ὑπὸ γυναικὸς, ὑπὸ παιδίου, ὑπὸ οἰκείων λογισμῶν, μηδὲ ἅπαξ τῆς ἑβδομάδος ἁπάσης ὑπὲρ τῆς θεραπείας τῶν τραυμάτων ἐκείνων φροντίζειν, καὶ ταῦτα εἰδότας ὡς ἀδάπανός τε καὶ ἀνώδυνος οὗτος τῆς θεραπείας ὁ τρόπος. Οὐδὲ γὰρ τὸ σιδήριον ἐν τῇ χειρὶ κατέχω νῦν, ἀλλὰ λόγον ἀντὶ σιδηρίου μεταχειρίζομαι, σιδηρίου μὲν παντὸς ὄντα τομώτερον, καὶ πᾶσαν τῆς ἁμαρτίας ἐκκόπτοντα τὴν σηπεδόνα, οὐ παρέχοντα δὲ ὀδύνην τῷ τεμνομένῳ. Οὐκ ἔχω πῦρ ἐν τῇ δεξιᾷ, ἀλλ' ἔχω διδασκαλίαν πυρὸς σφοδροτέραν, οὐ καυτῆρα ἐπάγουσαν, ἀλλ' ἀναστέλλουσαν μὲν τὴν νομὴν τῆς κακίας, ἀντὶ δὲ ἀλγηδόνος πολλὴν τῷ τῆς κακίας ἀπαλλαττομένῳ παρέχουσαν τὴν ἡδονήν. Οὐ χρεία χρόνων ἐνταῦθα, οὐ χρεία πόνων, οὐ χρεία χρημάτων· ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα τὰ τῆς ἀρετῆς ἡμῖν κατώρθωται· κἂν ἐννοήσωμεν τὸ ἀξίωμα τοῦ κελεύοντος Θεοῦ καὶ νομοθετοῦντος, ἱκανὴν ληψόμεθα διδασκαλίαν καὶ παραίνεσιν· οὐδὲ γὰρ οἴκοθεν φθεγγόμεθα, ἀλλ' ἐπὶ τὸν νομοθέτην ἅπαντας ὑμᾶς ἄγομεν. Ἕπεσθε τοίνυν, τῶν θείων ἀκούετε νόμων. Ποῦ τοίνυν περὶ ὀργῆς καὶ τοῦ μνησικακεῖν διελέχθη; Πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ, μάλιστα δὲ διὰ τῆς παραβολῆς ἐκείνης, ἣν πρὸς τοὺς μαθητὰς ἔλεγεν, οὑτωσί πως ἀρξάμενος· Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὑτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦλος ἐκεῖνος εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν, λέγων· Κύριε, μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας ἔπνιγεν αὐτὸν λέγων· Ἀπόδος μοι ὅ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ ἠγανάκτησαν, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ αὐτῶν. Τότε καλέσας αὐτὸν ὁ κύριος αὐτοῦ εἶπε· Δοῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Τότε παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ Πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὑτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.