Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De decem millium talentorum debitore 5.1
Not analysed yet
Καὶ τί λέγω ῥήματα καὶ ἀκοὴν, ὅπου γε καὶ ἐνθυμημάτων εὐθύνας ὑπέχομεν; Καὶ τοῦτο αὐτὸ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Καὶ ὁ Ψαλμῳδὸς δέ φησιν, ὅτι Ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Τί ἐστιν, Ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι; Οἷον, εἰ μετὰ δόλου καὶ πονηρᾶς γνώμης πρὸς τὸν ἀδελφὸν διελέχθης, εἰ διὰ τοῦ στόματος αὐτὸν ἐπαινῶν καὶ τῆς γλώττης, κατὰ διάνοιαν ἐκάκωσας καὶ ἐφθόνησας αὐτῷ. Πάλιν γὰρ τοῦτο αὐτὸ ὁ Χριστὸς αἰνιττόμενος, ὅτι οὐχὶ ἔργων μόνον, ἀλλὰ καὶ ἐνθυμημάτων δίδομεν δίκην, ἔλεγεν· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ. Καίτοι οὐ προῆλθεν εἰς ἔργον ἡ ἁμαρτία, ἀλλ' ἐν διανοίᾳ τέως ἐστίν· ἀλλ' οὐδὲ οὕτως ἀνέγκλητος δύναται μεῖναι ὁ διὰ τοῦτο περισκοπῶν κάλλη γυναικῶν, ἵνα ἀνάψῃ πορνείας ἐπιθυμίαν. Ὅταν οὖν ἀκούσῃς, ὅτι συναίρει λόγον μετὰ τῶν δούλων αὐτοῦ, μὴ παρέλθῃς ἁπλῶς τὴν ῥῆσιν, ἀλλ' ἐννόησον πᾶσαν ἀξίαν, πᾶσαν ἡλικίαν, ἑκατέραν τὴν φύσιν, τῶν τε ἀνδρῶν, τῶν τε γυναικῶν· ἐννόησον οἷον ἔσται τότε τὸ δικαστήριον, ἀναλόγισαι τὰ ἡμαρτημένα σοι πάντα. Κἂν γὰρ αὐτὸς ἐπιλάθῃ τῶν πεπλημμελημένων, Θεὸς οὐδέποτε ἐπιλήσεται, ἀλλὰ πάντα πρὸ τῶν ὀφθαλμῶν στήσει τῶν ἡμετέρων, ἂν μὴ προλαβόντες αὐτὰ καταλύσωμεν νῦν διὰ μετανοίας καὶ ἐξομολογήσεως, καὶ τοῦ μηδέποτε μνησικακεῖν τοῖς πλησίον. Τίνος δὲ ἕνεκεν ποιεῖ τὸ λογοθέσιον; Οὐχ ὡς αὐτὸς ἀγνοῶν, (πῶς γὰρ, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν;) ἀλλ' ἵνα σε πείσῃ τὸν οἰκέτην, ὅτι δικαίως ὀφείλεις, ὅπερ ἂν ὀφείλῃς· μᾶλλον δὲ οὐχ ἵνα μάθῃς μόνον, ἀλλ' ἵνα καὶ ἀπονίψῃ· ἐπεὶ καὶ τῷ προφήτῃ διὰ τοῦτο ἐκέλευσε τὰ ἁμαρτήματα λέγειν τῶν Ἰουδαίων. Λέγε γὰρ, φησὶ, τὰς ἀνομίας αὐτῶν τῷ οἴκῳ Ἰακὼβ, καὶ τὰς ἁμαρτίας αὐτῶν τῷ οἴκῳ Ἰσραήλ· οὐχ ἵνα ἀκούσωσι μόνον, ἀλλ' ἵνα διορθώσωνται. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Ἆρα πόσα ἐνεπιστεύθη, ὅτι τοσαῦτα κατέφαγε; Μέγας ὁ τῶν ὀφλημάτων ὄγκος· καὶ οὐχὶ μόνον τοῦτο ἦν τὸ χαλεπὸν, ἀλλ' ὅτι καὶ πρῶτος προσηνέχθη τῷ δεσπότῃ. Εἰ μὲν γὰρ μετὰ πολλοὺς ἑτέρους εὐγνωμονήσαντας οὗτος προσηνέχθη, οὐχ οὕτω θαυμαστὸν ἦν τὸ μὴ παροξυνθῆναι τὸν δεσπότην· ἡ γὰρ τῶν φθασάντων εὐγνωμοσύνη τοῖς μετὰ ταῦτα ἠγνωμονηκόσιν ἡμερώτερον αὐτὸν ἔμελλε ποιεῖν. Τὸ δὲ πρῶτον εἰσαχθέντα ἀγνώμονα φανῆναι, καὶ οὕτως ἀγνώμονα γενόμενον, φιλανθρώπου τυχεῖν δεσπότου, τοῦτό ἐστι τὸ μάλιστα θαυμαστὸν καὶ παράδοξον. Ἄνθρωποι μὲν οὖν, ἐπειδὰν εὕρωσι τοὺς ὀφείλοντας, ὥσπερ θήραν καὶ ἄγραν εὑρόντες, οὕτω γεγήθασι, καὶ πάντα ποιοῦσιν, ὅπως τὸ πᾶν ἀπαιτήσωσι· κἂν μὴ δυνηθῶσι διὰ τὴν πενίαν τῶν ὀφειλόντων, τὴν ὑπὲρ τῶν χρημάτων ὀργὴν εἰς τὸ ταλαίπωρον σῶμα τῶν ἀθλίων ἐκχέουσιν, αἰκίζοντες καὶ τύπτοντες καὶ μυρία αὐτῷ διατιθέντες κακά. Ὁ δὲ Θεὸς τοὐναντίον ἅπαντα ἐκίνει καὶ ἐπραγματεύετο, ὅπως αὐτὸν ἀπαλλάξῃ τῶν ὀφλημάτων. Ἐπὶ γὰρ ἡμῶν τὸ ἀπαιτῆσαι, πλοῦτος· ἐπὶ δὲ Θεοῦ τὸ συγχωρῆσαι, πλοῦτος· ἡμεῖς ἐπειδὰν λάβωμεν τὰ ὀφειλόμενα, τότε εὐπορώτεροι γινόμεθα· ὁ δὲ Θεὸς ἐπειδὰν συγχωρήσῃ τὰ πλημμελήματα, τότε μάλιστα πλουτεῖ· πλοῦτος γὰρ Θεοῦ τῶν ἀνθρώπων ἡ σωτηρία, καθάπερ ὁ Παῦλός φησιν· Ὁ πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ πῶς ὁ βουλόμενος ἀφεῖναι καὶ συγχωρῆσαι τὰ ἐγκλήματα, ἐκέλευσεν αὐτὸν πραθῆναι; Αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοῦ τὴν φιλανθρωπίαν δείκνυσιν. Ἀλλὰ μὴ ἐπειγώμεθα, ἀλλὰ τάξει προβαίνωμεν ἐπὶ τὴν τῆς παραβολῆς διήγησιν. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, φησί. Τί ἐστι, Μὴ ἔχοντος αὐτοῦ ἀποδοῦναι; Πάλιν ἐπίτασις ἀγνωμοσύνης· ὅταν γὰρ εἴπῃ, Μὴ ἔχοντος αὐτοῦ ἀποδοῦναι, οὐδὲν ἄλλο λέγει, ἀλλ' ἢ ὅτι κατορθωμάτων ἔρημος ἦν, καὶ οὐδὲν εἶχεν ἔργον ἀγαθὸν, ὥστε λογισθῆναι αὐτῷ εἰς τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγήν· λογίζεται γὰρ, λογίζεται πάντως ἡμῖν ἐπὶ ἁμαρτημάτων ἀπαλλαγῇ κατορθώματα, καθάπερ οὖν καὶ πίστις εἰς δικαιοσύνην. Τῷ γὰρ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Καὶ τί λέγω πίστιν καὶ κατορθώματα, ὅπου γε καὶ θλίψεις λογίζονται ἡμῖν εἰς ἁμαρτημάτων ἀνάλυσιν; Καὶ τοῦτο δηλοῖ μὲν ὁ Χριστὸς διὰ τῆς τοῦ Λαζάρου παραβολῆς, εἰσάγων τὸν Ἀβραὰμ λέγοντα πρὸς τὸν πλούσιον, ὅτι Λάζαρος ἀπέλαβεν ἐν τῇ ζωῇ αὐτοῦ τὰ κακὰ, καὶ διὰ τοῦτο ὧδε παρακαλεῖται. Δηλοῖ δὲ καὶ ὁ Παῦλος Κορινθίοις ἐπιστέλλων περὶ τοῦ πεπορνευκότος, καὶ λέγων οὕτω· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ ἑτέρους δὲ ἡμαρτηκότας παραμυθούμενος οὕτως ἔλεγε· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἰ δὲ πειρασμὸς, καὶ νόσος, καὶ ἀσθένεια, καὶ σαρκὸς ὄλεθρος, ἅπερ ἀβουλήτως ὑπομένομεν, οὐκ αὐτοὶ κατασκευάζοντες, λογίζεται ἡμῖν εἰς ἁμαρτίας διάλυσιν, πολλῷ μᾶλλον κατορθώματα, ἅπερ ἑκόντες καὶ σπουδάζοντες μετερχόμεθα. Ἀλλ' οὗτος ἔρημος μὲν ἀγαθοῦ παντὸς ἦν, φορτίον δὲ ἁμαρτημάτων ἀφόρητον εἶχε· διὰ τοῦτό φησι· Μὴ ἔχοντος αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν πραθῆναι· ὅθεν μάλιστα ἔστι τοῦ Δεσπότου τὴν φιλανθρωπίαν καταμαθεῖν, ὅτι καὶ τὸ λογοθέσιον ἐποίησε, καὶ πραθῆναι ἐκέλευσεν· ἀμφότερα γὰρ ταῦτα εἰργάσατο, ὥστε αὐτὸν μὴ πραθῆναι. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τοῦ τέλους· εἰ γὰρ πραθῆναι αὐτὸν ἐβούλετο, τίς ὁ κωλύων ἦν; τίς ὁ ἐμποδίζων;