# De decem millium talentorum debitore 6.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De decem millium talentorum debitore, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-decem-millium-talentorum-debitore/6.1

Τίνος οὖν ἕνεκεν ἐκέλευσε, μὴ μέλλων ποιεῖν; Ἵνα αὐξήσῃ τὸν φόβον· τὸν δὲ φόβον ηὔξησε διὰ τῆς ἀπειλῆς, ἵνα αὐτὸν εἰς ἱκετηρίαν ἐμβάλῃ· εἰς ἱκετηρίαν δὲ αὐτὸν ἐνέβαλεν, ἵνα ἀφορμὴν λάβῃ συγχωρήσεως. Ἠδύνατο μὲν γὰρ καὶ πρὸ τῆς παρακλήσεως αὐτὸν ἀφεῖναι, ἀλλ' ἵνα μὴ χείρονα ἐργάσηται, τοῦτο οὐκ ἐποίησεν. Ἠδύνατο καὶ πρὸ τοῦ λογοθεσίου ποιῆσαι τὴν συγχώρησιν, ἀλλ' ἵνα μὴ τὸν ὄγκον ἀγνοῶν τῶν ἁμαρτημάτων, ἀπανθρωπότερος γένηται καὶ ὠμότερος περὶ τοὺς πλησίον, διὰ τοῦτο αὐτὸν πρότερον ἐδίδαξε τὸ μέγεθος τοῦ χρέους, καὶ τότε ἀφῆκεν ἅπαν. Εἰ γὰρ τοῦ λογοθεσίου γενομένου, καὶ τοῦ ὀφειλήματος δειχθέντος, καὶ τῆς ἀπειλῆς ἐπενεχθείσης, καὶ τῆς καταδίκης γενομένης δήλης, ἣν ὑπομεῖναι δίκαιος ἦν, οὕτως ἄγριος καὶ ὠμὸς περὶ τὸν σύνδουλον ἐγένετο· εἰ μηδὲν τούτων ἐξέβη, ποῦ οὐκ ἂν ἐξώλισθεν ἀγριότητος; Διὰ τοῦτο ταῦτα πάντα ὁ Θεὸς ἐποίει καὶ ἐπραγματεύετο, προαναστέλλων αὐτοῦ τὴν ἀπήνειαν ἐκείνην. Εἰ δὲ μηδενὶ διωρθώθη τούτων, οὐ παρὰ τὸν διδάσκαλον, ἀλλὰ παρ' ἐκεῖνον τὸν μὴ δεξάμενον τὴν διόρθωσιν ἡ αἰτία. Πλὴν ἀλλ' ἴδωμεν πῶς αὐτῷ μεθοδεύει τὸ ἕλκος. Πεσὼν οὖν, φησὶ, παρὰ τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Καὶ μὴ μὴν εἶπεν, ὅτι οὐκ εἶχεν ἀποδοῦναι· ἀλλὰ τοιοῦτον τῶν ὀφειλόντων τὸ ἔθος, κἂν μηδὲν ἔχωσιν ἀποδοῦναι, ἐπαγγέλλονται, ὥστε τῶν παρόντων ἀπαλλαγῆναι δεινῶν. Ἀκούσωμεν ὅσοι ῥᾳθυμοῦμεν εὐχῆς, πόση τῶν δεήσεων ἡ δύναμις. Οὐ νηστείαν ἐπεδείξατο οὗτος, οὐκ ἀκτημοσύνην, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ' ἔρημος ὢν καὶ γυμνὸς πάσης ἀρετῆς, ἐπειδὴ παρεκάλεσε τὸν δεσπότην μόνον, ἴσχυσεν αὐτὸν ἐπισπάσασθαι πρὸς ἔλεον. Μὴ τοίνυν ἀπαγορεύωμεν ἐν ταῖς δεήσεσι. Τίς γὰρ τούτου γένοιτ' ἂν ἁμαρτωλότερος, ὃς τοσούτοις μὲν ἐγκλήμασιν ὑπεύθυνος ἦν, κατόρθωμα δὲ οὐ μικρὸν, οὐ μέγα ἐκέκτητο; Ἀλλ' ὅμως οὐκ εἶπε πρὸς ἑαυτόν· Ἀπαῤῥησίαστός εἰμι, αἰσχύνης γέμω, πῶς δύναμαι προσελθεῖν; πῶς δύναμαι παρακαλέσαι; ὃ πολλοὶ τῶν ἁμαρτανόντων λέγουσι, διαβολικὴν νοσοῦντες εὐλάβειαν. Ἀπαῤῥησίαστος εἶ; Διὰ τοῦτο πρόσελθε, ἵνα κτήσῃ παῤῥησίαν πολλήν. Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ μέλλων σοι καταλλάττεσθαι, ἵνα αἰσχυνθῇς καὶ ἐρυθριάσῃς; Θεός ἐστιν, ὁ σοῦ μᾶλλον βουλόμενος ἀπαλλάξαι σε τῶν ἐγκλημάτων· οὐχ οὕτω σὺ τῆς σεαυτοῦ ἀσφαλείας ἐπιθυμεῖς, ὡς ἐκεῖνος ἐφίεταί σου τῆς σωτηρίας· καὶ τοῦτο δι' αὐτῶν τῶν ἔργων ἡμᾶς ἐπαίδευσεν. Οὐκ ἔχεις παῤῥησίαν; Διὰ τοῦτο δυνήσῃ παῤῥησίαν ἔχειν, ὅτι οὕτω διάκεισαι· μεγίστη γὰρ παῤῥησία, τὸ μὴ νομίζειν ἔχειν παῤῥησίαν· ὥσπερ οὖν αἰσχύνη μεγίστη, τὸ δικαιοῦν ἑαυτὸν ἐνώπιον Κυρίου. Ἐκεῖνος ἀκάθαρτός ἐστι, κἂν ἁπάντων ἀνθρώπων ἁγιώτερος ᾖ· ὥσπερ οὖν δίκαιος γίνεται ὁ πείσας ἑαυτὸν πάντων ἔσχατον εἶναι. Καὶ μάρτυρες τῶν λεγομένων ὁ Φαρισαῖος καὶ ὁ τελώνης. Μὴ τοίνυν ἀπογινώσκωμεν ἐν τοῖς ἁμαρτήμασι, μηδὲ ἀπαγορεύωμεν, ἀλλὰ προσερχώμεθα τῷ Θεῷ, προσπίπτωμεν, παρακαλῶμεν, ὅπερ οὗτος ἐποίησε, μέχρι τούτου καλῇ τῇ γνώμῃ χρησάμενος. Τό τε μὴ ἀπαγορεῦσαι, τό τε μὴ ἀπογνῶναι, τό τε ὁμολογῆσαι τὰ ἡμαρτημένα, τό τε αἰτῆσαι ἀναβολήν τινα καὶ μέλλησιν, ταῦτα πάντα καλὰ, καὶ διανοίας συντετριμμένης, καὶ τεταπεινωμένης ψυχῆς. Τὰ δὲ ἐντεῦθεν οὐκ ἔτι ὅμοια τοῖς προτέροις· ἅπερ γὰρ διὰ τῆς ἱκετηρίας συνήγαγε, ταῦτα ἀθρόον ἐξέχεεν ἅπαντα διὰ τῆς εἰς τὸν πλησίον ὀργῆς. Ἀλλὰ τέως ἐπὶ τὸν τρόπον τῆς συγχωρήσεως ἔλθωμεν· ἴδωμεν πῶς αὐτὸν ἀφῆκε, καὶ πόθεν ἐπὶ τοῦτο ἦλθεν ὁ δεσπότης. Σπλαγχνισθεὶς ὁ κύριος αὐτοῦ, φησὶν, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐκεῖνος μέλλησιν ᾔτησεν, οὗτος συγχώρησιν ἔδωκεν· ὥστε πλέον οὗ ᾔτησεν, ἔλαβεν ἐκεῖνος. Διὸ καὶ Παῦλός φησι· Τῷ δυναμένῳ πάντα ποιῆσαι ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Οὐδὲ γὰρ ἰσχύεις ἐννοῆσαι τοσαῦτα, ὅσα ἐκεῖνός σοι παρεσκεύασται δοῦναι. Μὴ τοίνυν αἰσχυνθῇς, μηδὲ ἐρυθριάσῃς· μᾶλλον δὲ αἰςχύνου μὲν ἐπὶ τοῖς ἁμαρτήμασι, μὴ ἀπογίνωσκε δὲ, μηδὲ ἀφίστασο τῆς εὐχῆς, ἀλλὰ πρόσελθε καὶ ἁμαρτωλὸς ὢν, ἵνα καταλλάξῃς σου τὸν Δεσπότην, ἵνα δῷς αὐτῷ τὴν οἰκείαν φιλανθρωπίαν ἐν τῇ συγχωρήσει τῶν ἁμαρτιῶν τῶν σῶν ἐπιδείξασθαι· ὡς ἐὰν φοβηθῇς προσελθεῖν ἐνεπόδισας αὐτοῦ τῇ ἀγαθότητι, διεκώλυσας αὐτοῦ τῆς χρηστότητος τὴν δαψίλειαν, τό γε εἰς σὲ ἧκον. Μὴ τοίνυν ἀναπίπτωμεν, μηδὲ ὀκνῶμεν ἐν ταῖς εὐχαῖς. Κἂν γὰρ πρὸς αὐτὸ τῆς κακίας κατενεχθῶμεν τὸ βάραθρον, ταχέως ἐκεῖθεν ἡμᾶς ἀνασπάσαι δυνήσεται. Οὐδεὶς τοσαῦτα ἥμαρτεν, ὅσα οὗτος· καὶ γὰρ ἅπαν εἶδος πονηρίας ἐπῆλθε· καὶ τοῦτο δηλοῖ τὰ μύρια τάλαντα· οὐδεὶς ἔρημος οὕτως ἦν, ὡς οὗτος· τοῦτο γὰρ δηλοῖ τὸ μὴ ἔχειν αὐτὸν ἀποτῖσαι. Ἀλλ' ὅμως τὸν πάντοθεν προδοθέντα ἴσχυσεν εὐχῆς ἐξαρπάσαι δύναμις. Καὶ τοσοῦτον δύναται, φησὶν, εὐχὴ, ὡς τὸν δι' ἔργων καὶ μυρίων πραγμάτων προσκρούσαντα τῷ Δεσπότῃ ἀπαλλάξαι κολάσεως καὶ τιμωρίας; Ναὶ, τοσοῦτον δύναται, ἄνθρωπε. Οὐδὲ γὰρ αὕτη μόνη ἐστὶν ἡ τὸ πᾶν ἀνύουσα, ἀλλ' ἔχει σύμμαχον καὶ βοηθὸν μέγιστον τὴν φιλανθρωπίαν τοῦ δεχομένου τὴν εὐχὴν Θεοῦ, ἥτις ἐνταῦθα τὸ πᾶν εἰργάσατο, καὶ τὴν εὐχὴν ἐποίησε δυνατήν. Τοῦτο γοῦν καὶ αἰνιττόμενος ἔλεγε· Σπλαγχνισθεὶς ὁ κύριος αὐτοῦ, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ· ἵνα μάθῃς ὅτι μετὰ τῆς εὐχῆς, καὶ πρὸ τῆς εὐχῆς, τοῦ δεσπότου τὰ σπλάγχνα τὸ πᾶν ἐποίησεν. Ἐξελθὼν δὲ ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὑτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια· καὶ κρατήσας αὐτὸν ἔπνιγε, λέγων· Ἀπόδος μοι, εἴ τι ὀφείλεις. Ἆρα τί τούτου γένοιτ' ἂν μιαρώτερον; Ἔναυλον ἔχων τὴν εὐεργεσίαν, ἐπελήσθη τῆς τοῦ δεσπότου φιλανθρωπίας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De decem millium talentorum debitore. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg061.local001/.
