# De decem millium talentorum debitore 7.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De decem millium talentorum debitore, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-decem-millium-talentorum-debitore/7.1

Ὁρᾷς ὅσον ἐστὶν ἀγαθὸν ἁμαρτημάτων μεμνῆσθαι; Καὶ γὰρ οὗτος, εἰ διηνεκῶς τούτων ἐμέμνητο, οὐκ ἂν οὕτως ἄγριος ἐγένετο καὶ ἀπάνθρωπος. Διὰ τοῦτο συνεχῶς λέγω, καὶ λέγων οὐ παύσομαι, ὅτι χρήσιμον σφόδρα καὶ ἀναγκαῖον τὸ διηνεκῶς μνημονεύειν ἡμᾶς τῶν πεπλημμελημένων ἡμῖν ἁπάντων· οὐδὲν γὰρ οὕτω φιλόσοφον καὶ ἐπιεικῆ καὶ πρᾶον τὴν ψυχὴν ἐργάσασθαι δύναται, ὡς ἡ διηνεκὴς τῶν ἁμαρτημάτων μνήμη. Διὰ τοῦτο καὶ ὁ Παῦλος οὐ μόνον τῶν μετὰ τὸ λουτρὸν, ἀλλὰ καὶ τῶν πρὸ τοῦ βαπτίσματος ἁμαρτημάτων ἐμέμνητο, καίτοι γε ἀφανισθέντων καθάπαξ. Εἰ δὲ ἐκεῖνος τῶν πρὸ τοῦ βαπτίσματος ἐμέμνητο, πολλῷ μᾶλλον ἡμᾶς τῶν μετὰ τὸ βάπτισμα μεμνῆσθαι δεῖ· οὐ γὰρ δὴ μόνον αὐτὰ διαλύομεν τῇ μνήμῃ, ἀλλὰ καὶ πρὸς ἅπαντας ἀνθρώπους ἐπιεικέστερον διακεισόμεθα, καὶ τῷ Θεῷ μετὰ πλείονος δουλεύσομεν τῆς εὐνοίας, τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν ἐκ τῆς τούτων μνήμης καταμανθάνοντες. Ὅπερ οὗτος οὐκ ἐποίησεν, ἀλλ' ἐπιλαθόμενος τοῦ μεγέθους τῶν ὀφλημάτων, καὶ τῆς εὐεργεσίας ἐπελάθετο· τῆς δὲ εὐεργεσίας ἐπιλαθόμενος, πονηρὸς περὶ τὸν σύνδουλον ἐγένετο, καὶ διὰ τῆς εἰς ἐκεῖνον πονηρίας ἅπαντα, ἅπερ ἐκέρδανεν ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἀπώλεσε. Κρατήσας γὰρ αὐτὸν ἔπνιγε λέγων· Ἀπόδος μοι, εἴ τι ὀφείλεις. Οὐκ εἶπεν, Ἀπόδος μοι τὰ ἑκατὸν δηνάρια· ᾐσχύνετο γὰρ τοῦ χρέους τὴν εὐτέλειαν· ἀλλ', Ἀπόδος, εἴ τι ὀφείλεις. Ὁ δὲ πεσὼν ἐπὶ τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν, λέγων· Μακροθύμησον ἐπ' ἐμοῦ, καὶ πάντα σοι ἀποδώσω. Διὰ τῶν ῥημάτων, δι' ὧν ἐκεῖνος εὕρετο τὴν συγχώρησιν, διὰ τούτων καὶ οὗτος ἀξιοῖ σωθῆναι. Ὁ δὲ ὑπὸ τῆς ἄγαν ὠμότητος οὐδὲ τούτοις τοῖς λόγοις κατεκάμπτετο, οὐδὲ ἐνενόησεν, ὅτι διὰ τούτων ἐσώθη τῶν ῥημάτων. Καίτοι γε καὶ εἰ συνεχώρησεν, οὐδὲ οὕτω φιλανθρωπία τὸ πρᾶγμα λοιπὸν ἦν, ἀλλ' ὀφειλὴ καὶ χρέος. Εἰ μὲν γὰρ, πρὶν ἢ γενέσθαι τὸ λογοθέσιον, καὶ τὴν ψῆφον ἐξενεχθῆναι ἐκείνην, καὶ τοσαύτης ἀπολαῦσαι εὐεργεσίας, τοῦτο ἐποίησεν, οἰκείας μεγαλοψυχίας ἦν τὸ γινόμενον· νυνὶ δὲ μετὰ τοσαύτην δωρεὰν καὶ τοσούτων ἁμαρτημάτων ἄφεσιν, ὥσπερ ἀναγκαίου τινὸς ὀφλήματος λοιπὸν ὑπεύθυνος ἦν τῆς περὶ τὸν σύνδουλον ἀνεξικακίας. Ἀλλ' ὅμως οὐδὲ τοῦτο ἐποίησεν, οὐδὲ ἐνενόησεν ὅσον τὸ μέσον ἦν τῆς ἀφέσεως, ἧς τε αὐτὸς ἀπήλαυσε, καὶ ἣν περὶ τὸν σύνδουλον ἐπιδείκνυσθαι ἔμελλεν· οὐ γὰρ δὴ τῇ ποσότητι τῶν ὀφλημάτων, οὐδὲ τῷ ἀξιώματι τῶν προσώπων μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ τρόπῳ πολλὴν τὴν διαφορὰν ἴδοι τις ἄν. Ἐκεῖνα μὲν γὰρ μύρια τάλαντα ἦν, ταῦτα δὲ ἑκατὸν δηνάρια· καὶ οὗτος μὲν εἰς τὸν δεσπότην ὕβρισεν, ὁ δὲ ὀφείλων αὐτῷ εἰς τὸν σύνδουλον· καὶ οὗτος μὲν εὖ παθὼν ἔμελλε χαριεῖσθαι, δεσπότης δὲ οὐ μικρὸν, οὐ μέγα ἀγαθὸν ἰδὼν παρ' αὐτοῦ γενόμενον, πάντα ἀφῆκεν. Ἀλλ' ὅμως οὐδὲν τούτων ἐνενόησεν, ἀλλὰ καθάπαξ ὑπὸ τῆς ὀργῆς πηρωθεὶς ἦγχεν αὐτὸν, καὶ εἰς τὸ δεσμωτήριον ἐνέβαλεν. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ, φησὶν, ἠγανάκτησαν, καὶ πρὸ τοῦ δεσπότου οἱ σύνδουλοι καταψηφίζονται, ἵνα μάθῃς τοῦ δεσπότου τὸ ἥμερον. Ἀκούσας δὲ ὁ δεσπότης αὐτοῦ, καὶ καλέσας αὐτὸν, πάλιν κρίνεται πρὸς αὐτὸν, καὶ οὐδὲ οὕτως ἁπλῶς ἐκφέρει τὴν καταδίκην, ἀλλὰ πρότερον δικαιολογεῖται. Καὶ τί φησι; Δοῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι. Τί τούτου γένοιτ' ἂν ἀγαθώτερον τοῦ δεσπότου; Ὅτε μὲν αὐτῷ ὤφειλε τὰ μύρια τάλαντα, οὐδὲ μέχρι ῥήματος αὐτὸν ἐλύπησεν, οὐδὲ πονηρὸν ἐκάλεσεν, ἀλλὰ πραθῆναι μόνον ἐκέλευσε· καὶ τοῦτο, ἵνα ἀπαλλάξῃ τῶν ὀφλημάτων. Ἐπειδὴ δὲ εἰς τὸν σύνδουλον πονηρὸς ἐγένετο, τότε ὀργίζεται καὶ παροξύνεται, ἵνα μάθῃς ὅτι εὐκολώτερον τὰ εἰς αὐτὸν ἀφίησιν, ἢ τὰ εἰς τοὺς πλησίον ἁμαρτήματα. Καὶ οὐκ ἐνταῦθα μόνον τοῦτο ποιεῖ, ἀλλὰ καὶ ἀλλαχοῦ. Ἐὰν γὰρ προσφέρῃς τὸ δῶρόν σου, φησὶν, ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Ὁρᾷς πῶς πανταχοῦ τῶν αὑτοῦ τὰ ἡμέτερα προτιμᾷ, καὶ τῆς εἰρήνης καὶ τῆς ἀγάπης τῆς εἰς τὸν πλησίον οὐδὲν ἀνώτερον τίθησιν; Καὶ πάλιν ἀλλαχοῦ· Ὁ ἀπολύων τὴν γυναῖκα αὑτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Διὰ δὲ Παύλου οὕτως ἐνομοθέτει· Εἴ τις ἀνὴρ γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Ἂν μὲν γὰρ πορνεύσῃ, φησὶν, ἔκβαλε· ἂν δὲ ἄπιστος ᾖ, μὴ ἐκβάλῃς· ἐὰν εἰς σὲ ἁμάρτῃ, φησὶν, ἀπόκοψον· ἐὰν δὲ εἰς ἐμὲ ἁμάρτῃ, κάτεχε. Οὕτω καὶ ἐνταῦθα, ὅτε μὲν εἰς αὐτὸν ἥμαρτεν ἁμαρτήματα τοσαῦτα, συνεχώρησεν· ὅτε δὲ εἰς τὸν σύνδουλον ἥμαρτεν ἐλάττονα πολλῷ καὶ βραχίω τῶν εἰς τὸν δεσπότην, οὐκ ἀφῆκεν, ἀλλ' ἐπεξῆλθε· καὶ ἐνταῦθα μὲν πονηρὸν ἐκάλεσεν, ἐκεῖ δὲ οὐδὲ μέχρι ῥήματος αὐτὸν ἐλύπησε. Διὰ τοῦτο μὲν καὶ ἐνταῦθα καὶ τοῦτο πρόσκειται, ὅτι ὀργισθεὶς παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς· ἡνίκα δὲ αὐτὸν ἀπῄτει λόγον τῶν μυρίων ταλάντων, οὐδὲν τοιοῦτον προσέθηκεν· ἵνα μάθῃς, ὅτι ἐκείνη μὲν ἡ ψῆφος οὐχὶ ὀργῆς ἦν, ἀλλὰ κηδεμονίας πρὸς συγχώρησιν ἐπαγομένης· αὕτη δὲ αὐτὸν μάλιστα παρώξυνεν ἡ ἁμαρτία. Ἄρα τί γένοιτ' ἂν μνησικακίας χεῖρον, ὅταν φιλανθρωπίαν ἐξενεχθεῖσαν ἀνακαλεῖται Θεοῦ, καὶ ἅπερ οὐκ ἴσχυσεν αὐτὸν διαθεῖναι τὰ ἁμαρτήματα, ταῦτα ἰσχύει αὐτὸν ἐργάσασθαι ἡ κατὰ τοῦ πλησίον ὀργή; Καίτοι γε γέγραπται, ὅτι Ἀμεταμέλητα τὰ χαρίσματα τοῦ Θεοῦ. Πῶς οὖν ἐνταῦθα μετὰ τὸ ἐξενεχθῆναι τὴν δωρεὰν, μετὰ τὸ προχωρῆσαι τὴν φιλανθρωπίαν, ἀνεκλήθη πάλιν ἡ ψῆφος; Διὰ τὴν μνησικακίαν· ὥστε οὐκ ἄν τις ἁμάρτοι, πάσης ἁμαρτίας ταύτην χαλεπωτέραν ἀποφηνάμενος εἶναι· αἱ μὲν γὰρ ἄλλαι πᾶσαι ἠδυνήθησαν συγχώρησιν εὑρέσθαι, αὕτη δὲ οὐ μόνον οὐκ ἴσχυσε συγγνώμης τυχεῖν, ἀλλὰ καὶ τὰς ἑτέρας ἀφανισθείσας καθάπαξ ἀνενέωσε πάλιν. Ὥστε διπλοῦν κακὸν ἡ μνησικακία, ὅτι τε οὐδεμίαν ἀπολογίαν ἔχει παρὰ τῷ Θεῷ, καὶ ὅτι τὰ λοιπὰ ἡμῶν ἁμαρτήματα, κἂν συγχωρηθῇ, πάλιν ἀνακαλεῖται, καὶ καθ' ἡμῶν ἵστησιν· ὅπερ οὖν καὶ ἐνταῦθα ἐποίησεν. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ὁ Θεὸς μισεῖ καὶ ἀποστρέφεται, ὡς ἄνθρωπον μνησίκακον καὶ διατηροῦντα ὀργήν. Καὶ τοῦτο μάλιστα μὲν ἐντεῦθεν ἐπεδείξατο, καὶ ἀπὸ τῆς εὐχῆς δὲ αὐτῆς ἐκέλευσεν ἡμῖν λέγειν οὕτως· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Ταῦτα οὖν ἅπαντα εἰδότες, καὶ τὴν παραβολὴν ἐγγράψαντες ταύτην ἐν ταῖς καρδίαις, ὅταν ἐννοήσωμεν ἅπερ πεπόνθαμεν παρὰ τῶν συνδούλων, λογισώμεθα ἅπερ ἐποιήσαμεν εἰς τὸν Δεσπότην· καὶ τῷ φόβῳ τῶν οἰκείων ἁμαρτημάτων τὸν θυμὸν τὸν ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι ταχέως ἀπώσασθαι δυνησόμεθα· εἰ γὰρ δεῖ μεμνῆσθαι ἁμαρτημάτων, τῶν οἰκείων δεῖ μεμνῆσθαι μόνον· ἐὰν δὲ τῶν οἰκείων μνημονεύσωμεν, οὐδέποτε τὰ ἀλλότρια λογιούμεθα· ὥσπερ οὖν ἂν τούτων ἐπιλανθανώμεθα, ἐκεῖνα ῥᾳδίως ἐμφιλοχωρήσει τοῖς ἡμετέροις λογισμοῖς. Καὶ γὰρ οὗτος εἰ τῶν μυρίων ταλάντων ἐμέμνητο, οὐκ ἂν ἐμνήσθη τῶν ἑκατὸν δηναρίων· ἀλλ' ἐπειδὴ ἐκείνων ἐπελάθετο, διὰ τοῦτο ὑπὲρ τούτων ἦγχε τὸν σύνδουλον, καὶ ὀλίγα βουλόμενος ἀπαιτῆσαι, οὔτε ἐκείνων ἐπέτυχεν, ἀλλὰ καὶ τῶν μυρίων ταλάντων τὸν ὄγκον εἰς τὴν ἑαυτοῦ κεφαλὴν ἐπεσπάσατο. Διὰ τοῦτο θαῤῥῶν ἂν εἴποιμι, ὅτι πάσης ἁμαρτίας αὕτη χαλεπωτέρα· μᾶλλον δὲ οὐκ ἐγὼ τοῦτο, ἀλλὰ ὁ Χριστὸς διὰ τῆς παραβολῆς ταύτης τοῦτο ἀπεφήνατο. Εἰ γὰρ μὴ μυρίων ταλάντων, λέγω δὴ τῶν ἀφάτων ἁμαρτημάτων, αὕτη χαλεπωτέρα ἦν, οὐκ ἂν διὰ ταύτην κἀκεῖνα ἀνεκαλέσατο. Οὕτω μηδὲν τοίνυν σπουδάζωμεν, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην· ὥσπερ οὖν ἐὰν ταύτης περιγενώμεθα τῆς ἁμαρτίας, κἂν μυρία ἔχωμεν πλημμελήματα, δυνησόμεθά τινος συγγνώμης τυχεῖν. Καὶ οὐχὶ ἐμὸς ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ μέλλοντος ἡμᾶς τότε κρίνειν Θεοῦ. Καθάπερ γὰρ ἐνταῦθα εἶπεν, ὅτι Οὕτω ποιήσει καὶ ὁ Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος ἀπὸ τῶν καρδιῶν ὑμῶν· οὕτω καὶ ἀλλαχοῦ φησιν· Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ἵνα οὖν καὶ ἐνταῦθα πρᾶον καὶ ἤρεμον διάγωμεν βίον, κἀκεῖ συγχωρήσεως καὶ ἀφέσεως τύχωμεν, σπουδάζωμεν καὶ πραγματευώμεθα, ὅσους ἐὰν ἔχωμεν ἐχθροὺς, καταλλάττειν ἡμῖν· οὕτω γὰρ καὶ τὸν Δεσπότην ἡμῶν, κἂν μυρία ὦμεν ἡμαρτηκότες, καταλλάξομεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De decem millium talentorum debitore. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg061.local001/.
