# De diabolo tentatore (homiliae 1-3) 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De diabolo tentatore (homiliae 1-3), Πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ ἀνθρώπινα διοικοῦσι, καὶ δυσχεραίνοντας ἐπὶ ταῖς τοῦ Θεοῦ κολάσεσι, καὶ σκανδαλιζομένους ἐπὶ ταῖς τῶν φαύλων εὐημερίαις καὶ δυσπραγίαις τῶν δικαίων. Ὁμιλία αʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-diabolo-tentatore-homiliae-1-3/2.1

Τοῦτο καὶ ἐπὶ τῶν ἔξωθεν γίνεται τραπεζῶν· οἱ μὲν θᾶττον, οἱ δὲ βραδύτερον ἐμπίπλανται, καὶ οὔτε οὗτοι ἐγκαλοῦσιν ἐκείνοις, οὔτε ἐκεῖνοι τούτων καταγινώσκουσιν· ἀλλ' ἐκεῖ μὲν τὸ ταχύτερον ἀποστῆναι, ἐγκώμιον, ἐνταῦθα δὲ τὸ ταχύτερον ἀποστῆναι, οὐχὶ ἐγκώμιον, ἀλλὰ συγγνώμης ἄξιον· ἐκεῖ τὸ βραδύτερον παύσασθαι, κατηγορία καὶ μέμψις, ἐνταῦθα τὸ βραδύτερον ἀποστῆναι, ἔπαινος καὶ εὐφημία μεγίστη. Τί δήποτε; Ὅτι ἐκεῖ μὲν ἐξ ἀδδηφαγίας ἡ βραδύτης γίνεται, ἐνταῦθα δὲ ἐξ ἐπιθυμίας πνευματικῆς καὶ θείας ὀρέξεως ἡ παραμονὴ καὶ ἡ καρτερία συνίσταται. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· ἡμεῖς δὲ λοιπὸν ἐπὶ τὸ χρέος ἐκεῖνο βαδιούμεθα, ὅπερ ἐξ ἐκείνης ἡμῖν ὑπελείφθη τῆς ἡμέρας. Τί οὖν τὸ λεγόμενον τότε ἦν; Ὅτι μία φωνὴ πᾶσιν ἀνθρώποις ἦν, καθάπερ καὶ φύσις μία, καὶ οὐδεὶς ἑτερόφωνος ἢ ἑτερόγλωσσος ἦν. Πόθεν οὖν ἡ τοσαύτη διαφωνία; Ἀπὸ τῆς ῥᾳθυμίας τῶν λαβόντων τὸ δῶρον· ἅπερ ἀμφότερα τότε εἰρήκαμεν, καὶ διὰ τῆς ὁμοφωνίας τὴν τοῦ Δεσπότου φιλανθρωπίαν δεικνύντες, καὶ διὰ τῆς διαφωνίας τὴν ἀγνωμοσύνην τῶν οἰκετῶν. Ὁ μὲν γὰρ καὶ προειδὼς, ὅτι ἀπολοῦμεν τὸ δῶρον, ὅμως ἔδωκεν· οἱ δὲ ἐμπιστευθέντες κακοὶ περὶ τὴν παρακαταθήκην ἐγένοντο. Εἷς μὲν οὖν ἀπολογίας οὗτος ὁ τρόπος, ὅτι οὐχ ὁ Θεὸς ἐξέβαλε τῆς δωρεᾶς, ἀλλ' ἡμεῖς ἀπωλέσαμεν τὰ δοθέντα· δεύτερος δὲ μετ' ἐκεῖνον, ὅτι μείζονα τῶν ἀπολωλότων τὰ δοθέντα ὕστερον ἐλάβομεν· ἀντὶ πόνων προσκαίρων ἐτίμησεν αἰωνίῳ ζωῇ, ἀντὶ ἀκανθῶν καὶ τριβόλων τὸν καρπὸν τοῦ Πνεύματος ἐν ταῖς ψυχαῖς ἡμῶν βλαστῆσαι παρεσκεύασεν. Οὐδὲν ἦν εὐτελέστερον ἀνθρώπου, καὶ οὐδὲν γέγονε τιμιώτερον ἀνθρώπου. Τὸ ἔσχατον μέρος τῆς λογικῆς κτίσεως οὗτος ἦν· ἀλλ' οἱ πόδες ἐγένοντο κεφαλὴ, καὶ εἰς τὸν θρόνον ἀνηνέχθησαν τὸν βασιλικὸν διὰ τῆς ἀπαρχῆς. Καθάπερ γὰρ ἄνθρωπός τις φιλότιμος καὶ μεγαλόδωρος ἰδών τινα ἐκ ναυαγίου διαφυγόντα, καὶ τὸ σῶμα γυμνὸν ἀπὸ τῶν κυμάτων διασῶσαι δυνηθέντα μόνον, δεξάμενος ὑπτίαις ταῖς χερσὶ, λαμπρὰν περιβάλοι στολὴν, καὶ πρὸς τιμὴν ἀγάγοι τὴν ἀνωτάτω· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας ἐποίησε· πάντα ἀπέβαλεν, ὅσα εἶχεν, ὁ ἄνθρωπος, τὴν παῤῥησίαν, τὴν πρὸς Θεὸν ὁμιλίαν, τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν, τὸν ἀταλαίπωρον βίον, καὶ καθάπερ ἐκ ναυαγίου, γυμνὸς ἐκεῖθεν ἐξῆλθεν· ἀλλ' ὁ Θεὸς αὐτὸν δεξάμενος περιέστειλεν εὐθέως, καὶ κατὰ μικρὸν χειραγωγῶν πρὸς τὸν οὐρανὸν ἀνήγαγε· καίτοι οὐκ ἦν συγγνώμης τὸ ναυάγιον ἄξιον. Οὐ γὰρ παρὰ τὴν τῶν πνευμάτων βίαν, ἀλλὰ παρὰ τὴν τοῦ πλέοντος ῥᾳθυμίαν ἅπαν συνέβη τὸ κλυδώνιον τοῦτο. Ἀλλ' οὐ πρὸς τοῦτο εἶδεν ὁ Θεὸς, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς κατηλέησε, καὶ τὸν ἐν λιμένι παθόντα ναυάγιον, καθάπερ ἐν μέσῳ τῷ πελάγει τοῦτο ὑπομείναντα, οὕτω φιλοφρόνως ἐδέξατο· τὸ γὰρ ἐν παραδείσῳ πεσεῖν, ἐν λιμένι ναυάγιόν ἐστιν ὑπομεῖναι. Τί δήποτε; Ὅτι οὐδέπω λύπης, οὐδέπω φροντίδος, οὐδὲ πόνων, οὐδὲ μόχθων, οὐδὲ τῶν μυρίων τῆς ἐπιθυμίας κυμάτων ἐπικωμαζόντων τῇ φύσει τῇ ἡμετέρᾳ, ὑπεσκελίσθη καὶ κατέπεσε. Καὶ καθάπερ οἱ τὴν θάλατταν πλέοντες κακοῦργοι, μικρῷ σιδήρῳ πολλάκις τὴν ναῦν διατρήσαντες, ἅπασαν ἐπεισάγουσι κάτωθεν τῷ πλοίῳ τὴν θάλατταν· οὕτω δὴ καὶ τότε ἰδὼν τὸ πλοῖον τοῦ Ἀδὰμ ὁ διάβολος, τουτέστι τὴν ψυχὴν πολλῶν γέμουσαν ἀγαθῶν, ὥσπερ τινὶ σιδήρῳ μικρῷ, τῇ ψιλῇ φωνῇ προσελθὼν καὶ διατρήσας, ἅπαντα ἐκένωσεν ἐκείνου τὸν πλοῦτον, καὶ τὸ σκάφος αὐτὸ κατέδυσεν. Ἀλλ' ὁ Θεὸς μείζω τῆς ζημίας τὴν ἐμπορίαν ἐποιήσατο, καὶ πρὸς τὸν θρόνον τὸν βασιλικὸν τὴν φύσιν ἀνήγαγε τὴν ἡμετέραν. Διὸ καὶ Παῦλος βοᾷ, λέγων· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς. Τί λέγεις; ἤδη τὸ πρᾶγμα γέγονε καὶ τέλος ἔχει, καὶ λέγεις· Ἵνα ἐν τοῖς αἰῶσι ἐνδείξηται τοῖς ἐπερχομένοις; οὐ γὰρ ἐνεδείξατο; Ἐνεδείξατο μὲν ἤδη, ἀλλ' οὐχὶ πᾶσιν ἀνθρώποις, ἀλλ' ἐμοὶ τῷ πιστῷ· ὁ δὲ ἄπιστος οὐδέπω τὸ θαῦμα εἶδε. Τότε δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις εἰς μέσον ἐλθοῦσα θαυμάσεται τὸ γεγενημένον, ἄλλως τε καὶ ἡμῖν τότε φανερώτερον ἔσται. Πιστεύομεν γὰρ καὶ νῦν, ἀλλ' οὐχ ὁμοίως τὸ θαῦμα παρίστησιν ἀκοὴ καὶ ὄψις· ἀλλ' ὥσπερ ἐπὶ τῶν βασιλέων ἀκούοντες τὴν ἁλουργίδα καὶ τὸ διάδημα καὶ τὰ χρυσᾶ ἱμάτια καὶ τὸν θρόνον τὸν βασιλικὸν, θαυμάζομεν μὲν, μειζόνως δὲ τοῦτο πάσχομεν, ὅταν τῶν παραπετασμάτων συνελκυσθέντων ἴδωμεν αὐτὸν ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθήμενον· οὕτω καὶ ἐπὶ τοῦ Μονογενοῦς· ὅταν ἴδωμεν τὰ παραπετάσματα τῶν οὐρανῶν συνελκυσθέντα, καὶ καταβαίνοντα τὸν βασιλέα τῶν ἀγγέλων ἐκεῖθεν καὶ δορυφορούμενον ὑπὸ τῶν οὐρανίων δήμων, τότε μεῖζον ἀπὸ τῆς ὄψεως τὸ θαῦμα δεχόμεθα. Ἐννόησον γάρ μοι, οἷόν ἐστιν ἰδεῖν τὴν φύσιν τὴν ἡμετέραν ἐπὶ τῶν Χερουβὶμ ὀχουμένην, καὶ πᾶσαν αὐτῇ τὴν ἀγγελικὴν περικεχυμένην δύναμιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De diabolo tentatore (homiliae 1-3). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg026.local001/.
