Ancient Greek · ~22 min
Πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ ἀνθρώπινα διοικοῦσι, καὶ δυσχεραίνοντας ἐπὶ ταῖς τοῦ Θεοῦ κολάσεσι, καὶ σκανδαλιζομένους ἐπὶ ταῖς τῶν φαύλων εὐημερίαις καὶ δυσπραγίαις τῶν δικαίων. Ὁμιλία αʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De diabolo tentatore (homiliae 1-3) 3.1
Not analysed yet
Σκόπει δέ μοι καὶ τὴν Παύλου σοφίαν, πόσα ὀνόματα ἐπιζητεῖ, ὥστε παραστῆσαι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς τὴν χάριν, οὐδὲ τὸν πλοῦτον ἁπλῶς, ἀλλὰ τί; Τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος ἐν χρηστότητι. Ἀλλ' ὅμως καὶ οὕτως ἠτόνησε. Καὶ καθάπερ τὰ ὀλισθηρὰ τῶν σωμάτων μυρίαις κατεχόμενα χερσὶ, διαφεύγει τὰς λαβὰς ἡμῶν καὶ διολισθαίνει ῥᾳδίως· οὕτω καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ὅσοις ἂν αὐτὴν κατάσχωμεν ὀνόμασιν, οὐδὲ οὕτω δυνάμεθα περιλαβεῖν, ἀλλὰ νικᾷ τὸ μέγεθος αὐτῆς ἐκ πολλῆς περιουσίας τῶν ἡμετέρων ῥημάτων τὴν ἀτονίαν. Ὅπερ οὖν καὶ Παῦλος παθὼν, καὶ ἰδὼν ἡττωμένην τῶν ῥημάτων τὴν δύναμιν τοῦ μεγέθους αὐτῆς, ἓν εἰπὼν ῥῆμα ἀπέστη. Ποῖον δὲ τοῦτο; Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Οὔτε γὰρ λόγος, οὔτε νοῦς οὐδεὶς παραστῆσαι δυνήσεται τοῦ Θεοῦ τὴν κηδεμονίαν. Διὰ τοῦτο ἐνταῦθα μὲν ἀνεκδιήγητον αὐτὴν εἶναί φησιν, ἀλλαχοῦ δὲ, καὶ τὸν νοῦν ἡμῶν ὑπερβαίνειν, οὑτωσὶ λέγων· Ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν. Ἀλλ' ὅπερ ἔλεγον, δύο μὲν οὗτοι τέως ἀπολογίας εὕρηνται τρόποι, εἷς μὲν, ὅτι οὐχ ὁ Θεὸς ἐξέβαλεν, ἀλλ' ἡμεῖς ἀπωλέσαμεν· δεύτερος δὲ, ὅτι πλείω τῶν ἀπολωλότων καὶ μείζονα τὰ δοθέντα ἡμῖν ἀγαθά. Βούλομαι δὲ καὶ τρίτον εἰπεῖν. Τίς οὖν ἐστιν ὁ τρίτος; Ὅτι εἰ καὶ μὴ ἔδωκε μείζω τῶν ἀπολωλότων τὰ μετὰ ταῦτα, ἀλλ' ἀφείλετο μόνον τὰ δοθέντα ἡμῖν, ἡμῶν παρεχόντων τὴν αἰτίαν (τοῦτο γὰρ προσκείσθω)· καὶ τοῦτο ἱκανὸν καθ' ἑαυτὸ δεῖξαι τὴν κηδεμονίαν αὐτοῦ τὴν εἰς ἡμᾶς. Οὐ γὰρ τὸ δοῦναι μόνον, ἀλλὰ καὶ τὸ ἀφελέσθαι τὰ δοθέντα, μεγίστης φιλανθρωπίας ἐστί· καὶ, εἰ βούλεσθε, ἐπὶ τοῦ παραδείσου τὸν λόγον γυμνάσωμεν. Ἔδωκε τὸν παράδεισον· τοῦτο τῆς αὐτοῦ κηδεμονίας· ἀνάξιοι τῆς δωρεᾶς ὤφθημεν· τοῦτο τῆς ἡμετέρας ἀγνωμοσύνης· ἀφείλετο τὴν δωρεὰν ἀναξίοις γενομένοις· τοῦτο τῆς αὐτοῦ γέγονεν ἀγαθότητος. Καὶ ποία ἀγαθότης, φησὶ, τὸ ἀφελέσθαι τὴν δωρεάν; Ἀνάμεινον, καὶ ἀκούσῃ πάντως. Ἐννόησον γὰρ τίς ἔμελλεν ὁ Κάϊν ἔσεσθαι, ἐν παραδείσῳ διατρίβων μετὰ τὴν μιαιφονίαν. Εἰ γὰρ καὶ ἐκπεσὼν ἐκείνης τῆς διαίτης, εἰ μόχθῳ καὶ πόνῳ καταδικασθεὶς καὶ τοῦ θανάτου τὴν ἀπειλὴν ἐπηρτημένην ὁρῶν, εἰ τοῦ πατρὸς πρὸ τῶν ὀφθαλμῶν βλέπων τὴν συμφορὰν καὶ ἐν χερσὶν ἔχων ἔτι τῆς ὀργῆς τοῦ Θεοῦ τὰ ἴχνη, καὶ τοσούτοις περιεστοιχισμένος δεινοῖς, εἰς τοσοῦτον ἐξελάκτισε πονηρίας, ὥστ' ἀγνοῆσαι τὴν φύσιν, καὶ ἐπιλαθέσθαι τῆς κοινωνίας τῶν ὠδίνων, καὶ τὸν οὐδὲν ἠδικηκότα σφάξαι, καὶ ἀδελφικοῦ σώματος ἅψασθαι καὶ αἱμάξαι τὴν δεξιὰν, καὶ τοῦ Θεοῦ παραινοῦντος ἡσυχάζειν μὴ ἀνέχεσθαι, ἀλλ' ὑβρίσαι τὸν πεποιηκότα, ἀτιμάσαι τοὺς γεγεννηκότας, εἰ ἐν παραδείσῳ διέτριβεν οὗτος, σκόπει πρὸς ὅσην ἂν ἤλασε κακίαν. Εἰ γὰρ τοσούτων ἐπικειμένων τῶν χαλινῶν, θανάσιμα ἐσκίρτησε σκιρτήματα, οἱ καὶ τὰ τειχία ταῦτα ἀνῄρητο, ποῦ οὐκ ἂν ἑαυτὸν κατεκρήμνισε; Βούλει καὶ ἀπὸ τῆς τούτου μητρὸς μαθεῖν, ὅσον ἀγαθὸν γέγονε τὸ τῆς τοῦ παραδείσου διαίτης ἐκπεσεῖν; Ἐξέτασον τίς ἦν ἡ Εὔα πρὸ τούτου, καὶ τίς ἐγένετο μετὰ ταῦτα. Πρὸ τούτου μὲν τὸν ἀπατεῶνα διάβολον, τὸν πονηρὸν δαίμονα ἐκεῖνον ἀξιοπιστότερον εἶναι ἐνόμισε τῶν τοῦ Θεοῦ προσταγμάτων, καὶ ἀπὸ ψιλῆς ὄψεως τοῦ δένδρου κατεπάτησε τὸν παρ' αὐτοῦ τεθέντα νόμον· ἐπειδὴ δὲ ἐξέπεσε τοῦ παραδείσου, σκόπει πῶς βελτίων ἐγένετο καὶ σωφρονεστέρα· τεκοῦσα γὰρ υἱὸν, φησίν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ἐπὶ τὸν Δεσπότην εὐθέως κατέφυγεν ἡ τοῦ Δεσπότου πρὸ τούτου καταφρονήσασα, καὶ οὐχὶ τῇ φύσει τὸ πρᾶγμα λογίζεται, οὐδὲ νόμῳ γάμου τὸν τόκον ἀνατίθησιν· ἀλλ' οἶδε τὸν τῆς φύσεως Δεσπότην, κἀκείνῳ χάριτας ὑπὲρ τῆς τοῦ παιδίου γεννήσεως ὁμολογεῖ. Καὶ ἡ πρὸ τούτου τὸν ἄνδρα ἀπατήσασα, ὕστερον καὶ τὸ παιδίον ἐπαίδευσε, καὶ ὄνομα ἐπιτίθησιν αὐτῷ τὸ δυνάμενον αὐτὸ εἰς ὑπόμνησιν ἄγειν τῆς τοῦ Θεοῦ δωρεᾶς· καὶ πάλιν ἕτερον τεκοῦσα, φησίν· Ἐξανέστησέ μοι ὁ Θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Μέμνηται τῆς συμφορᾶς, καὶ οὐκ ἀποδυσπετεῖ τὸ γύναιον, ἀλλ' εὐχαριστεῖ τῷ Θεῷ πάλιν, καὶ τὸ παιδίον ἀπὸ τῆς δωρεᾶς καλεῖ, διηνεκῆ παρέχουσα αὐτῷ διδασκαλίας ὑπόθεσιν. Οὕτω καὶ ἐν αὐτῷ τῷ ἀφελέσθαι μείζονα ἐχαρίσατο ὁ Θεὸς ἀγαθά· ἐξέπεσε τοῦ παραδείσου ἡ γυνὴ, ἀλλὰ πρὸς θεογνωσίαν ἐχειραγωγήθη διὰ τῆς ἐκβολῆς, ὥστε μεῖζον εὗρεν, ἢ ἀπώλεσε. Καὶ εἰ χρήσιμον ἦν, φησὶ, τὸ ἐκπεσεῖν τοῦ παραδείσου, τίνος ἕνεκεν ἐδίδου παρὰ τὴν ἀρχὴν τὸν παράδεισον ὁ Θεός; Χρησίμως τοῦτο διὰ τὴν ῥᾳθυμίαν, ἄνθρωπε, ἐγένετο τὴν ἡμετέραν· ὡς εἴ γε προσεῖχον ἑαυτοῖς ἐκεῖνοι καὶ τὸν Δεσπότην ἐπεγίνωσκον, καὶ σωφρονεῖν ἠπίσταντο καὶ μετριάζειν, ἔμειναν ἂν ἐπὶ τῆς τιμῆς· ἐπειδὴ δὲ ἐξύβρισαν εἰς τὴν δοθεῖσαν δωρεὰν, τηνικαῦτα χρήσιμον ἐγένετο τὸ ἐκβληθῆναι. Τίνος οὖν ἕνεκεν παρὰ τὴν ἀρχὴν ἔδωκεν ὁ Θεός; Ἵνα τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ ὅτι αὐτὸς μὲν παρεσκεύαστο πρὸς μείζονα τιμὴν ἄγειν ἡμᾶς ἀεὶ, ἡμεῖς δὲ αἴτιοι πανταχοῦ τῶν κολάσεων καὶ τῶν τιμωριῶν, ἐκβαλόντες ἑαυτοὺς διὰ ῥᾳθυμίας τῶν δεδομένων ἡμῖν ἀγαθῶν. Καθάπερ οὖν πατὴρ φιλόστοργος παρὰ μὲν τὴν ἀρχὴν ἀφίησιν ἐπὶ τῆς οἰκίας τὸν παῖδα τὸν ἑαυτοῦ διατρίβειν, καὶ τῶν πατρῴων ἀπολαύειν ἁπάντων· ἐπειδὰν δὲ ἴδῃ φαῦλον τῇ τιμῇ γεγενημένον, ἀπάγει τῆς τραπέζης καὶ πόῤῥωθεν τῆς οἰκείας ὄψεως καθίστησι, πολλάκις δὲ καὶ αὐτῆς ἐκβάλλει τῆς πατρῴας οἰκίας, ἵνα ἐκπεσὼν ἐκεῖνος καὶ βελτίων γενόμενος ταῖς ὕβρεσι ταύταις καὶ ταῖς ἀτιμίαις, ἄξιον ἑαυτὸν ἀποφήνῃ τῆς ἐπανόδου πάλιν, καὶ τὸν πατρῷον διαδέξηται κλῆρον· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν. Ἔδωκε τῷ ἀνθρώπῳ τὸν παράδεισον· ἀνάξιον φανέντα ἐξέβαλεν, ἵνα διὰ τῆς ἔξω διατριβῆς καὶ τῆς ἀτιμίας βελτίων γενόμενος καὶ σωφρονέστερος, ἄξιος φανῇ τῆς ἐπανόδου πάλιν. Ἐπειδὴ τοίνυν μετὰ ταῦτα βελτίων ἐγένετο, ἐπανάγει πάλιν αὐτὸν, καί φησι· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὁρᾷς ὅτι οὐ τὸ δοῦναι τὸν παράδεισον, ἀλλὰ καὶ τὸ ἐκβαλεῖν τοῦ παραδείσου, τῆς μεγίστης κηδεμονίας ἦν; εἰ μὴ γὰρ ἐξέπεσε τοῦ παραδείσου, οὐκ ἂν ἐφάνη τοῦ παραδείσου πάλιν ἄξιος.