Ancient Greek · ~21 min
Ὅτι ἐκ ῥᾳθυμίας ἡ κακία, καὶ ἀπὸ σπουδῆς ἡ ἀρετὴ, καὶ οὐδὲν οὔτε οἱ ἄνθρωποι πονηροὶ, οὔτε αὐτὸς ὁ διάβολος τὸν νήφοντα παραβλάψαι δύναται· καὶ ἡ ἀπόδειξις ἄλλοθέν τε πολλαχόθεν, καὶ ἐκ τῶν κατὰ τὸν Ἀδὰμ καὶ τὸν Ἰώβ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De diabolo tentatore (homiliae 1-3) 3.1-3
Not analysed yet
Διὰ τοῦτο ὁ Θεὸς δούλους καὶ δούλους ἵστησιν, ἵνα οὗτοι ἐκείνους κρίνωσι, κἀκεῖνοι διὰ τούτων κρινόμενοι μὴ ἔχωσι λοιπὸν κατηγορεῖν τοῦ Δεσπότου. Διὰ τοῦτό φησιν· Ἔρχεται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς δόξης τοῦ Πατρὸς αὐτοῦ. Ὅρα τῆς δόξης τὸ ἀπαράλλακτον· οὐκ εἶπεν, Ἐπὶ δόξης ὁμοίας τῇ δόξῃ τοῦ Πατρὸς, ἀλλ' Ἐπὶ τῆς δόξης τοῦ Πατρὸς, καὶ συνάξει τὰ ἔθνη πάντα· φοβερὸν τὸ κριτήριον, φοβερὸν τοῖς ἁμαρτάνουσι καὶ ὑπευθύνοις· ἐπεὶ τοῖς συνειδόσιν ἑαυτοῖς κατορθώματα ποθεινὸν καὶ προσηνές· Καὶ στήσει τὰ πρόβατα ἐκ δεξιῶν, καὶ τὰ ἐρίφια ἐξ εὐωνύμων· καὶ οὗτοι κἀκεῖνοι ἄνθρωποι. Διὰ τί οὖν ἐκεῖνοι μὲν πρόβατα, οὗτοι δὲ ἐρίφια; Οὐχ ἵνα τὴν ἐναλλαγὴν τῆς φύσεως, ἀλλ' ἵνα τὴν ἐναλλαγὴν τῆς προαιρέσεως μάθῃς. Διὰ τί δὲ οἱ μὴ διδόντες ἐλεημοσύνην ἐρίφια; Ὅτι ἄκαρπόν ἐστι τὸ ζῶον, καὶ οὔτε τὴν ἀπὸ τοῦ γάλακτος λειτουργίαν, οὔτε τὴν ἀπὸ τῶν γεννημάτων, οὔτε τὴν ἀπὸ τῶν τριχῶν εἰσφέρειν δύναται τοῖς κεκτημένοις, πανταχόθεν ἔρημον ὂν τῆς τοιαύτης εἰσφορᾶς διὰ τὸ τῆς ἡλικίας ἄωρον. Διὰ τοῦτο τοὺς οὐδένα καρπὸν ἐλεημοσύνης φέροντας ἐκάλεσεν ἐρίφια, τοὺς ἐκ δεξιῶν πρόβατα· ἀπὸ γὰρ τούτων πολλὴ ἡ φορὰ, ἐκ τῆς τοῦ ἐρίου φύσεως, ἐκ τῶν γεννημάτων, ἐκ τοῦ γάλακτος. Τί οὖν φησι πρὸς αὐτούς; Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε· γυμνὸν, καὶ περιεβάλετε· ξένον, καὶ συνηγάγετε. Πάλιν πρὸς ἐκείνους τὰ ἐναντία· καίτοι γε οἱ αὐτοὶ ἄνθρωποι καὶ οὗτοι κἀκεῖνοι, τὰς αὐτὰς ἔλαβον ἐπαγγελίας καὶ οὗτοι κἀκεῖνοι, τὰ αὐτὰ ἔπαθλα ἀμφοτέροις προέκειτο κατορθώσασιν, ὁ αὐτὸς καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους ἦλθε, μετὰ τῆς αὐτῆς γυμνότητος καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους, μετὰ τῆς αὐτῆς πείνης, καὶ ξένος ὁμοίως· πάντα ἴσα κἀκείνοις καὶ τούτοις. Πῶς οὖν τὸ τέλος οὐκ ἴσον; Ὅτι ἡ προαίρεσις οὐκ ἀφῆκεν· αὕτη γὰρ μόνη τὴν διαίρεσιν ἐποιήσατο. Διὰ τοῦτο ἐκεῖνοι μὲν εἰς γέενναν, οὗτοι δὲ εἰς βασιλείαν· εἰ δὲ ὁ διάβολος ἦν αὐτοῖς τῶν ἁμαρτημάτων ὁ αἴτιος, οὐκ ἂν, ἄλλου ἁμαρτόντος καὶ ὠθήσαντος, οὗτοι ἔμελλον κολάζεσθαι. Εἶδες ἐνταῦθα καὶ τοὺς ἁμαρτόντας, καὶ τοὺς κατορθώσαντας; εἶδες πῶς ἰδόντες τοὺς συνδούλους ἐπεστομίσθησαν; Φέρε σοι καὶ ἐφ' ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν. Παρθένοι, φησὶν, ἦσαν δέκα. Πάλιν ἐνταῦθα αἱ προαιρέσεις αἱ κατορθώσασαι, πάλιν αἱ διαμαρτοῦσαι, ἵνα ἐκ παραλλήλου καὶ τούτων τὰ ἁμαρτήματα ἴδῃς, κἀκείνων τὰ κατορθώματα· ἡ γὰρ σύγκρισις σαφέστερα ταῦτα ποιεῖ. Καὶ αὗται παρθένοι κἀκεῖναι, καὶ αὗται πέντε κἀκεῖναι· λαμπάδας εἶχον καὶ αὗται κἀκεῖναι· τὸν νυμφίον ἀνέμενον πᾶσαι. Πῶς οὖν αἱ μὲν εἰσῆλθον, αἱ δὲ οὐκ εἰσῆλθον; Ὅτι αἱ μὲν ἀπάνθρωποι ἦσαν, αἱ δὲ ἥμεροι καὶ φιλάνθρωποι. Ὁρᾷς πάλιν τὴν προαίρεσιν τοῦ τέλους αἰτίαν γινομένην, οὐχὶ τὸν διάβολον; εἶδες ἐκ παραλλήλου τὰς κρίσεις, καὶ ἐκ τῶν ὁμοίων φερομένην τὴν ψῆφον; Σύνδουλοι συνδούλους κρινοῦσι. Βούλει σοι δείξω καὶ ἐξ ἀνομοίων γινομένην σύγκρισιν; γίνεται γὰρ καὶ ἐξ ἀνομοίων, ὥστε τὴν κατάκρισιν γενέσθαι σαφεστέραν. Ἄνδρες Νινευῗται, φησὶν, ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Οὐκέτι ὅμοιοι οἱ κρινόμενοι· οἱ μὲν γὰρ βάρβαροι, οἱ δὲ Ἰουδαῖοι· οἱ μὲν προφητικῆς ἀπήλαυσαν διδασκαλίας, οἱ δὲ οὐδέποτε μετέσχον θείας ἀκροάσεως. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ διάφορον, ἀλλ' ὅτι ἐκεῖ μὲν δοῦλος ἀπῆλθεν, ἐνταῦθα δὲ ὁ Δεσπότης· κἀκεῖνος μὲν καταστροφὴν ἐκήρυττε παραγενόμενος, οὗτος δὲ βασιλείαν οὐρανῶν εὐηγγελίζετο. Τίνας οὖν εἰκὸς ἦν πιστεῦσαι μᾶλλον, τοὺς βαρβάρους καὶ ἀνοήτους καὶ μηδέποτε μετασχόντας θείας διδασκαλίας, ἢ τοὺς ἐκ πρώτης ἡλικίας προφητικαῖς ἐντραφέντας βίβλοις; Παντὶ δῆλον, ὅτι τοὺς Ἰουδαίους μᾶλλον· ἀλλὰ γέγονε τοὐναντίον. Καὶ οὗτοι μὲν ἠπίστησαν τῷ Δεσπότῃ βασιλείαν οὐρανῶν κηρύττοντι, ἐκεῖνοι δὲ ἐπίστευσαν τῷ συνδούλῳ καταστροφὴν ἀπειλοῦντι, ἵνα μειζόνως κἀκείνων ἡ ἐπιείκεια καὶ τούτων ἡ ἀγνωμοσύνη φανήσηται. Μή τί δαίμων; μή τι διάβολος; μή τι τύχη; μή τι εἱμαρμένη; οὐχὶ ἕκαστος ἑαυτῷ αἴτιος καὶ τῆς κακίας καὶ τῆς ἀρετῆς ἐγίνετο; Εἰ γὰρ μὴ αὐτοὶ ἔμελλον ὑπεύθυνοι ἔσεσθαι, οὐκ ἂν εἶπεν, ὅτι Κατακρινοῦσι τὴν γενεὰν ταύτην· οὐκ ἂν καὶ τὴν βασίλισσαν τοῦ νότου κατακρίνειν τοὺς Ἰουδαίους ἔφη. Οὐ γὰρ δὴ δῆμοι δήμους μόνον κατακρινοῦσι τότε, ἀλλὰ καὶ εἷς ἄνθρωπος δῆμον ὁλόκληρον πολλάκις, ὅταν οὓς μὲν ἐνεδέχετο μᾶλλον ἀπατηθῆναι, φαίνονται μείναντες ἀνεξαπάτητοι, οἱ δὲ ἐκ παντὸς τρόπου περιγενέσθαι ὀφείλοντες, ἡττηθέντες τύχωσι. Διὰ τοῦτο καὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἰὼβ ἐμνήσθημεν· ἀνάγκη γὰρ πάλιν ἐπανελθεῖν ἐπὶ τὴν ὑπόθεσιν ἐκείνην, ὥστε τὰ λείψανα ἀποδοῦναι τῷ λόγῳ. Τῷ μὲν οὖν Ἀδὰμ διὰ ῥημάτων προσέβαλε ψιλῶν, τῷ δὲ Ἰὼβ καὶ διὰ πραγμάτων· τὸν μὲν γὰρ τοῦ πλούτου παντὸς ἐγύμνωσε καὶ τῶν παίδων ἀπεστέρησε· τούτου δὲ οὐ μικρὸν, οὐ μέγα τι τῶν ὄντων ἀφείλετο. Μᾶλλον δὲ καὶ αὐτὰ τὰ ῥήματα ἐξετάσωμεν, καὶ τῆς ἐπιβολῆς τὸν τρόπον. Προσῆλθε, φησὶν, ὁ ὄφις, καὶ εἶπε τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; Ἐνταῦθα ὄφις, ἐκεῖ γυνὴ ἐπὶ τοῦ Ἰώβ· τέως πολὺ τῶν συμβούλων τὸ μέσον. Ὁ μὲν γὰρ δοῦλος, ἡ δὲ κοινωνὸς τοῦ βίου· ἡ μὲν βοηθὸς, ὁ δὲ ὑπετέτακτο. Εἶδες τὸ ἀσύγγνωστον ὅσον; τὴν μὲν γὰρ ὁ ὑποτεταγμένος καὶ δουλεύων ἠπάτησεν, ἐκεῖνον δὲ οὐδὲ ἡ κοινωνὸς καὶ βοηθὸς ὑποσκελίσαι ἴσχυσεν. Ἀλλ' ἴδωμεν καὶ τί φησι· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου; Καὶ μὴν οὐκ εἶπεν ὁ Θεὸς τοῦτο, ἀλλὰ τὸ ἐναντίον. Ὅρα οὖν κακουργίαν τοῦ διαβόλου· εἶπε τὸ μὴ εἰρημένον, ἵνα μάθῃ τὸ εἰρημένον. Τί οὖν ἡ γυνή; Δέον ἐπιστομίσαι, δέον μὴ μεταδοῦναι λόγου, ὑπὸ ἀνοίας ἐξελάλησε τὴν γνώμην τὴν Δεσποτικήν· διὰ τοῦτο παρέσχεν αὐτῷ λαβὴν ἰσχυράν.