# De eleemosyna [Sp.] 11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De eleemosyna [Sp.], Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-eleemosyna-sp-4/11

Ἴδες τοῦ πλουσίου τὸ τέλος; ἴδες τῆς τρυφῆς τὸ πρόσκαιρον; Μὴ ἀναμείνῃς δοῦναι τὰ σὰ τοῖς πένησιν. Μηδέποτε τηρήσῃς εἰς τὴν αὔριον. Οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Τί συντίθεις χρήματα; ἃ μετ' ὀλίγον μὴ θέλων καταλιμπάνεις, καὶ πορεύῃ λυπούμενος, καὶ ἐπιθυμεῖς ἐκεῖ ῥανίδα ὕδατος, καὶ ἄλλοι ἐνταῦθα καταμεριζόμενοί σου τὸν πλοῦτον, οὕτως μνήμην τοῦ ὀνόματός σου ποιοῦνται. Πολλάκις γὰρ καὶ οἱ κληρονόμοι σου ἀνασκάπτουσιν τὰ ὀστᾶ καταρώμενοί σου. Πρόπεμψόν σου τὰ χρήματα εἰς τὸν ἐκεῖ αἰῶνα τὸν ἀτελεύτητον. Δωρεάν σου παρέχων τὴν βασταγὴν ὁ ἐκεῖ πανδοχεύς. Ἐνταῦθα ἐὰν θέλῃς μετενεγκεῖν σου τὸν πλοῦτον ἐκ πόλεως εἰς πόλιν ἑτέραν, μισθοῦ σὰ κτήνη, μισθοφόρους καμήλους, ἡμιόνους, φύλακας ξιφήρεις ἐν τῇ ὁδῷ, μή τινες ἀλιτήριοι ἐπιῤῥίψαντες διαρπάξωνταί σου τὸν πλοῦτον. Εἰς ἐκεῖνον δὲ τὸν κόσμον, ἐὰν θέλῃς μετενεγκεῖν σου τὸν πλοῦτον, οὔτε κόπον ὑπομένεις, οὔτε μισθὸν ἀναλίσκεις, οὔτε ἐπηρίαν τινὰ ὑπομένεις, οὔτ' ἐξέρχῃ ἐκ τῆς οἰκίας, Ἀλλὰ σὺ κάθῃ ἐν τῇ πόλει ἐν πολλῇ ἀναπαύσει, καὶ ἔρχεται ὁ πένης εἰς τὴν θύραν σου, ζητῶν σου τὸν πλοῦτον μετενέγκαι εἰς τὸν ἐκεῖ αἰῶνα τὸν ἀτελεύτητον. Καὶ οὐ παραχωρεῖς αὐτῷ οἰκείᾳ σου προθέσει οὔτε ἕνα ὀβολόν; Ἀνάνευσον, ὦ ἄνθρωπε, εἰ θέλεις ἔχειν πλοῦτον ἀτελεύτητον. Δὸς εἰς τὰς χεῖρας τῶν πενήτων, καὶ εὑρήσεις ἐκεῖ ξενίαν σοι ποιούμενον. Μὴ φοβηθῇς, ὅτι ἄποροί εἰσιν οἱ πένητες· ἐγγυητὴς πλούσιός ἐστι καὶ εὐγνώμων. Ὁ γὰρ ἐλεῶν πτωχῷ δανείζει Θεῷ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De eleemosyna [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg363.local001/.
