Ancient Greek
ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΚΑΙ ΠΡΟΝΟΙΑΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De fato et providentia (orationes 1-6) ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΚΑΙ ΠΡΟΝΟΙΑΣ.1
Not analysed yet
Οἶδα πρῴην περὶ εἱμαρμένης εἰπὼν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἀλλ' οὐδὲν κωλύει καὶ τήμερον περὶ τῆς αὐτῆς ὑποθέσεως γυμνάσαι τὸν λόγον· οὐκ ἐπειδὴ τὸ πάθος ἐστὶν ἰσχυρὸν, ἀλλ' ἐπειδὴ ἡ ῥᾳθυμία ἡμῶν ἐστιν ἄφατος, ἡ καὶ τὰ μικρὰ μεγάλα ποιοῦσα τῶν νοσημάτων. Ἐπεὶ καὶ τυφλῷ δῆλόν ἐστι φύσει, ὅτι τὸν πιστὸν οὐδὲ λόγων οὐδὲ διδασκαλίας δεῖσθαι χρὴ πρὸς τὴν τοῦ κακοῦ τούτου φυγήν. Καθάπερ γὰρ τὸν οἰκοῦντα τὴν καθ' ἡμᾶς οἰκουμένην, καὶ νόμοις πολιτευόμενον τοῖς παρ' ἡμῖν, καὶ βασιλεῦσιν ὑποτεταγμένον τοῖς αὐτοῖς, οὐ δεῖ πείθειν, ὅτι τὴν Περσικὴν πολιτείαν ἐν τῇ ἡμετέρᾳ εἰσάγειν οὐ χρὴ, ἀλλ' ἀπαγορεύειν μόνον· οὕτω δὴ καὶ ἐνταῦθα. Τῶν γὰρ ἁμαρτημάτων τὰ μέν ἐστι λόγου δεόμενα καὶ διδασκαλίας, τὰ δὲ οὕτω φανερὰ καὶ δῆλα, ὡς φόβῳ καὶ τιμωρίᾳ μόνῃ κωλύεσθαι· οἷον τὸ φονεύειν, τὸ μοιχεύειν, τὸ κλέπτειν, οὐ δεῖται λόγων· δι' ὅπερ καὶ ὁ νομοθέτης οὐχὶ διδασκαλίαν ὑπὲρ τούτων συντέθεικε περιηχοῦσαν ἡμᾶς, ὅτι τὸ πρᾶγμα πονηρόν· προκατειλήφει γὰρ ἡμᾶς τῷ λογισμῷ· ἀλλὰ μόνον ἀπηγόρευσεν, οὐ μοιχεύσεις, οὐ φονεύσεις. Ὅταν δὲ περὶ χηρῶν ὑπεροψίας καὶ παρακαταθηκῶν κακουργίας ἡμῖν διαλέγηται, καὶ λογισμοὺς τίθησιν, Ἐλέησον τὴν χήραν, φησὶ, καὶ τὸν προσήλυτον· καὶ γὰρ καὶ σὺ προσήλυτος ἦσθα ἐν γῇ Αἰγύπτῳ. Τὸ σάββατον ἀργίᾳ τίμα, φησίν· εἶτα καὶ λογισμὸν τίθησιν. Τὸ τοίνυν εἱμαρμένης ἀπέχεσθαι, οὐ τούτων ἐστὶ τῶν δεομένων λογισμοῦ, ἀλλ' ἐκείνων τῶν δήλων. Ὥσπερ γὰρ δῆλον ὅτι πονηρὸν τὸ φονεύειν καὶ τὸ μοιχεύειν φαῦλον, οὕτω δῆλον ὅτι τὸ προσέχειν εἱμαρμένῃ πονηρὸν καὶ ἀπηγορευμένον. Μὴ γὰρ ἀπὸ τῶν πειθομένων νομίζετε αὐτὸ εἶναι τῶν μὴ κεκωλυμένων· ἐπεὶ καὶ φόνος τολμᾶται, καὶ κεκώλυται παρὰ τοῖς νόμοις, καὶ αἱ μοιχεῖαι καὶ αἱ ἁρπαγαὶ τῶν ἀπηγορευμένων εἰσὶ, καίτοι δρωμένων παρὰ τῶν πολλῶν. Ἐπεὶ ὅτι γε τῶν κεκωλυμένων ἐστὶν, ὥσπερ ὁ φόνος, παρὰ τοῖς νόμοις αὐτοῖς τοῖς τῶν Ἑλλήνων, τὸ τῇ γενέσει πείθεσθαι, παρελθών τις τῶν μοιχευσάντων τὴν τοῦ δεῖνος γυναῖκα, κατηγορούμενος ἐν δικαστηρίῳ λεγέτω, ὅτι οὐκ ἐγὼ, ἀλλ' ἡ γένεσις· ἐγὼ μὲν γὰρ σωφρονεῖν ἐβουλόμην, ἐκείνη δέ με ὦσε καὶ ἐνέβαλεν· ἆρα οὐ διὰ τοῦτο χαλεπωτέραν δώσει δίκην, ὡς καταγέλαστα ἀπολογούμενος; ἆρα συγγνώμης τεύξεταί τινος; Οὐδαμῶς. Καὶ μὴν ἐχρῆν κατ' ἐκείνους. Εἰ γὰρ γενέσει πάντα καὶ οὐ προαιρέσει γίνεται, ταύτης μείζων οὐκ ἔστιν ἀπολογία. Εἰ μὲν γὰρ κυρία καὶ δυνατωτέρα ἐστὶ τῆς γενέσεως ἡ προαίρεσις, οὐκ ἂν εἴη γένεσις· εἰ κἂν μυρία μηχανήσηταί τις, ἀνάγκη τὰ ἐπιτάγματα τὰ ἐκείνης πληροῦσθαι, μάτην οὗτος κολάζεται, καὶ οὐ τεύξεται συγγνώμης· ἀλλ' οὐδεὶς αὐτοῦ οὔτε ἀπολογουμένου, οὔτε τυχόντος συγγνώμης ἀκούσεται· οὕτω παρὰ πᾶσι τὸ πρᾶγμα διαβέβληται, καὶ μῦθος εἶναι καὶ λῆρος δοκεῖ. Πολλοί τε τῶν ἀρχόντων (καίτοι γε εἰ παρὰ ἀνθρώπου πάθοι βίαν, ἀρκεῖ πρὸς ἀπολογίαν αὐτὸ τοῦτο ἐγκαλουμένῳ, μᾶλλον οὐδὲ ἔγκλημα λοιπὸν εἶναι δοκεῖ), πολλοὶ γοῦν τῶν ἀρχόντων, ἐπὶ φόνοις ἀδίκοις κατηγορηθέντες, δίκην ἔδοσαν, τοὺς δὲ δημίους τοὺς διακονουμένους τῷ φόνῳ, καὶ αὐτόχειρας γεγενημένους τῆς σφαγῆς, οὐδὲ εἰς δικαστήριον ἑλκύσαι τις, ἀλλ' οὐδὲ ζητῆσαι, τὴν ἀρχὴν, τῆς ἀνάγκης ὑπὲρ αὐτῶν ἀπολογουμένης, καὶ τοῦ τῆς ἀρχῆς ἀξιώματος, καὶ τοῦ τῆς ὑποταγῆς φόβου. Εἶτα ἀνθρώπῳ μὲν ἴσασι συγγινώσκειν, ὑπ' ἀνθρώπου τοῦ ὁμοφύλου καὶ ὁμογενοῦς καταναγκαζομένου· τῷ δὲ ὑπὸ εἱμαρμένης οὐχὶ πολλῷ μᾶλλον συγγινώσκειν ἐχρῆν; Καὶ γὰρ διαδρᾶναι ἔδει. Ἐκείνης δὲ, ὥς φασιν, οὕτως ἀμήχανος ἡ ἀρχὴ, ὡς κἂν εἰς ἔρημον, κἂν εἰς θάλασσαν, κἂν ὅπου τις ἀφίκηται, τὰ νοήματα αὐτῆς οὐ διαφεύξεται. Πῶς οὖν οὐκ ἄτοπον τὸν μὲν ὑπὸ βαρβάρων βίας ἀγχόμενον, πλείστης συγγνώμης ἀπολαύειν, ὡς μηδὲ ἐγκαλεῖσθαι τὴν ἀρχὴν, τὸν δὲ ὑπὸ δυνατωτέρας, ὥς φασι, δυνάμεως καταναγκαζόμενον, δίκην διδόναι, καὶ μηδὲ λόγου μεταδιδόναι πρὸς ἀπολογίαν αὐτῷ τοιαύτην; Οὐδεὶς γάρ ποτε προβαλλόμενος εἱμαρμένην ἀπέφυγεν, οὐκ ἐν δικαστηρίοις κακοῦργος, οὐκ ἐν οἰκίᾳ οἰκέτης, οὐκ εἰς διδασκαλεῖον παῖδες, οὐκ ἐν ταῖς τέχναις μαθηταὶ, ἐν οἷς ἂν διαμάρτωσι. Πῶς οὖν τινες εἱμαρμένην πρεσβεύουσιν ἀτιμάζοντες αὐτὴν, καὶ τῇ ὑπ' αὐτῆς ἀνάγκῃ οὐδεμιᾶς μεταδιδόντες συγγνώμης; Οὕτω τῇ μὲν ἀληθείᾳ, καὶ τῷ συνειδότι σφόδρα πεπείκασιν ἑαυτοὺς, ὅτι μῦθος τὸ πρᾶγμά ἐστιν. Ὅταν δὲ εἰς ἁμαρτήματα ἐμπέσωσι χαλεπὰ, ἕτερον αὐτοῖς προστιθέασι πάλιν, ὡς ταύτῃ διαφευξόμενοι τὴν ἀποκειμένην αὐτοῖς δίκην, ἀλλ' οὐ χαλεπώτερον αὐτὴν δώσοντες. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν χαλεπὸν, ὡς τὸ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντεῖν, καὶ τὸν Θεὸν διαβάλλειν ὑπὲρ τῶν οἰκείων κακῶν. Τοῦτο πάσης ἁμαρτίας χεῖρον· ὅπερ οὖν καὶ ὁ διάβολος ἐσπούδασεν, ὡς μὴ μόνον ῥᾳθύμους ἡμᾶς γενέσθαι πρὸς ἀρετὴν καὶ προχείρους εἰς κακίαν, ἁπάντων τὴν αἰτίαν ἀνατιθέναι τῷ Θεῷ, ἀλλὰ καὶ μετὰ τοῦ βλάσφημον ἡμῶν καὶ τὴν ψυχὴν καὶ τὴν γλῶτταν ἐργάσασθαι, ἀπολογίας προσχήματι, σοῦ Θεοῦ κατηγοροῦντας, καὶ τῶν μὲν ἐργαζομένων ἡμῶν αὐτῶν ἀποσκευαζομένους τὴν διαβολὴν, εἰς δὲ τὸν οὐκ ὄντα αἴτιον μετατιθέντας τὴν κατηγορίαν. Καίτοι κἂν ἐπ' ἀνθρώπων τις τοιοῦτόν τι φανῇ τολμήσας, ἀρκεῖ τοῦτο μόνον εἰς κατηγορίαν αὐτοῦ καὶ ἀπώλειαν. Ὅταν γὰρ ἕτερον συκοφαντῇ ὁ μηδὲν ἐργασάμενος δεινὸν, τῶν δεδρακότων τὸ τόλμημα τιμωρίᾳ ἐνέχεται. Ὅρα οὖν πόσα κακὰ συνέστησεν ὁ διάβολος ἀπὸ τῆς εἱμαρμένης· ὑπεροψίαν ἀρετῆς· ἐκλύει γὰρ ψυχὴν κἂν σφόδρα πρόθυμος ᾖ πρὸς τοὺς ὑπὲρ αὐτῆς ἱδρῶτας, ὅταν πείσῃ, ὅτι τῶν γενομένων οὐδέν ἐστιν ἐφ' ἡμῖν εὐέμπτωτον πρὸς πονηρίαν ἔργον. Ὅταν γὰρ μάθῃ τις ὅτι μοιχεύων ἢ φονεύων, καὶ τοίχους διορύττων, οὐκ ἔστιν ἐγκλήματος ἄξιος, οὐ παύσεται, καθάπερ ἐπὶ κατάντους χωρίου, μετὰ προθυμίας φερόμενος τῆς προνοίας ποιεῖν συκοφάντας, καὶ συκοφάντης γενέσθαι κατὰ τοῦ Θεοῦ· οὗ τί γένοιτο ἂν χεῖρον, εἰπέ μοι, κακόν; Φεύγωμεν τοίνυν, ἀγαπητοὶ, τὴν εἰδωλολατρείαν ταύτην· ὄντως θάνατός ἐστιν ἐν τῷ λέβητι, καὶ πάντα τὸν ἀρυσάμενον ἐντεῦθεν κἂν μικρόν τι τῶν διεφθαρμένων δογμάτων ἀνάγκη πάντως ἀποθανεῖν, εἰ μὴ παλινδρομήσειε, καὶ τῆς ὑγιείας ἀπολαύσειε τῆς καθαρᾶς. Ἵν' οὖν μὴ μετὰ ταῦτα ἀνόνητα θρηνῶμεν, ὅταν τῆς μετανοίας ἡμῖν ἡ προθεσμία μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκκοπῇ, ἕως ἐσμὲν κύριοι, ὅσοι μὲν ἑάλωμεν τῷ νοσήματι, μετανοήσωμεν καὶ ἀνακτησώμεθα ἑαυτούς· ὅσοι δὲ ὑγιαίνομεν, τήν τε ὑγίειαν καθαρὰν διατηρῶμεν, καὶ τοῖς προκατειλημμένοις χεῖρα ὀρέγωμεν. Εἰ γὰρ τοῖς τὰ σώματα νοσοῦσι τοσαύτην ἐπιδεικνύμεθα σπουδὴν καὶ κηδεμονίαν, ὅταν ψυχῆς ἀῤῥωστία προκέηται, τί τῶν πάντων οὐ πρακτέον ἡμῖν; τί δὲ οὐχ ὑπομενοῦμεν, ὥστε τὸν ἀδελφὸν, εἰς συνάφειαν μέλους ἡμῖν συντελοῦντα, ἀνακτήσασθαι, τὸν καὶ ἐν τῷ πληρώματι τοῦ σώματος τοῦ ἐκκλησιαστικοῦ τελοῦντα; Πάντα οὖν ὑπὲρ τούτου πραγματευσώμεθα, πάντα ὑπὲρ τούτου πράττωμεν, τοὺς κύνας, τοὺς λύκους ἀπελαύνοντες, μηδὲ ἀρκεῖν ἡγώμεθα ἡμῖν τὴν ἡμετέραν αὐτῶν σωτηρίαν. Ὥσπερ γὰρ εἴρηται ὅτι, Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθης· οὕτω δὴ καὶ ἐνταῦθα ἀκουσόμεθα· ὅταν ἴδωμέν τινα τῶν ἀδελφῶν τῶν ἡμετέρων κλέπτοντα λόγοις καὶ ψιθυρισμοῖς, τὰ αὐτὰ ἀκουσόμεθα. Οἶκός ἐστι δεσποτικὸς ἡ Ἐκκλησία, σκεύη τίμιά εἰσιν οἱ πιστοί. Ὅταν οὖν ἴδῃς τινὰ τῶν ἔξωθεν βουλόμενον ὑφελέσθαι τι τῶν σκευῶν, κἂν αὐτὸς ἀνάλωτος ᾖς, ὡς μέλλων κινδυνεύειν, εἰ παρίδοις, καὶ μὴ προσελθὼν εἴποις τοῖς διορθῶσαι κυρίοις, ἔνοχος γέγονας τῆς ἐκείνου ψυχῆς, ὁ τὸν κλέπτην ὁρῶν διορύττοντα, καὶ μὴ κωλύων ἢ διὰ σαυτοῦ ἢ δι' ἑτέρου. Οὐχ ὥς σοι τὸν κίνδυνον ἁπλῶς ἐπικρέμασθαι ταῦτα λέγω, ἀλλ' ὥστε ἀσφαλίσασθαι, ὥστε ποιῆσαι ἴσως ὑπὲρ τῆς ἑαυτῶν καὶ τῆς τῶν ἄλλων σωτηρίας μεριμνᾷν. Οὕτω γὰρ δυνησόμεθα καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.