Ancient Greek
ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΚΑΙ ΠΡΟΝΟΙΑΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De fato et providentia (orationes 1-6) ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΚΑΙ ΠΡΟΝΟΙΑΣ.1-2
Not analysed yet
Οὐδέν ἐστιν ὄντως δόγμα πονηρὸν, ἀγαπητὲ, καὶ σηπεδόνος ἀνιάτου γέμον, ὡς τὸ τῆς εἱμαρμένης καὶ γενέσεως δόγμα. Μετὰ γὰρ τοῦ δόξαν βλάσφημον καὶ ἀσεβῆ καὶ ὀλεθρίαν ἐντιθέναι ταῖς τῶν ἠπατημένων ψυχαῖς, καὶ πείθειν τοιαῦτα λέγειν περὶ Θεοῦ, ἃ μηδὲ περὶ δαιμόνων τις εἴποι, καὶ τὸν βίον συγχεῖ τὸν ἡμέτερον, πάντα θορύβου καὶ πολλῆς ἐμπίπλησι τῆς ταραχῆς· καὶ ὅσα πρὸς διδασκαλίαν καὶ διόρθωσιν παρὰ τοῦ Θεοῦ καὶ τῆς φύσεως, καὶ διὰ προφητῶν εἰσενήνεκται καὶ διὰ ἁγίων ἀνδρῶν, ἀνατρέπει καὶ καταλύει, καὶ δείκνυσι περιττά. Καὶ ποιεῖ ταὐτὸν, οἷον ἂν εἴ τις σῶμα νενοσηκὸς καὶ φαρμάκων δεόμενον, παρόντων ἰατρῶν καὶ τὸ φάρμακον κατασκευαζόντων, πείθοι μηδενὶ τούτων κεχρῆσθαι, μηδὲ ἀπαλλάττεσθαι τοῦ νοσήματος, ἀλλ' ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ ἐνδόντα τὰ καθ' ἑαυτὸν, τὴν ἐλεεινοτάτην ἀναμένειν ἀπώλειαν. Ἢ οὐχὶ ταῦτά φησιν ἡ εἱμαρμένη; Μηδεὶς παραινείτω τι τῶν χρησίμων, μηδεὶς ἀκουέτω παραινοῦντος ἑτέρου· μάτην εἰσὶν οἱ νόμοι καὶ οἱ δικασταὶ, μάτην ἐπιπλήξεις καὶ νουθεσίαι, μάτην τιμωρίας φόβος, μάτην τιμαὶ καὶ γέρα καὶ ἔπαθλα τοῖς κατορθοῦσιν. Οὔτε ἐὰν σπουδάσῃς, ὄφελός τι, οὔτε ἐὰν ἀμελήσῃς, βλάβος τι γενήσεται. Μήτε ἐπὶ διδασκαλεῖον παιδίον ὢν βαδιζέτω, μήτε ἀνὴρ γενόμενος ἀκουέτω νόμων, μὴ προσεχέτω συμβουλαῖς καὶ νουθεσίαις χρησίμοις. Τί δυνήσεται ἐνεγκεῖν ὁ κόπος; Ὥσπερ ἀνερμάτιστον πλοῖον, καὶ ναυτῶν καὶ κυβερνητῶν ἔρημον, τῇ τοῦ χειμῶνος φορᾷ ἐπιδοὺς τὰ πηδάλια τῆς διανοίας, οὕτω φερέσθω. Θέλεις, εἰπέ μοι, πεισθησώμεθα, καὶ οὐδὲν ἐνεργήσομεν τῶν πρὸς σωτηρίαν τῆς ἡμετέρας ζωῆς; Τέως γὰρ ἀφείσθω τὰ τῆς ψυχῆς, ἀλλὰ τὰ περὶ τῆς παρούσης ζωῆς διαλεγώμεθα. Πειθόμεθα τῇ εἱμαρμένῃ ταῦτα λεγούσῃ, καὶ οὔτε οἰκέτας ἁμαρτάνοντας κολάσομεν, οὔτε ἀσελγείαις διεφθαρμένους ἐπιστρέψομεν, οὔτε τοὺς ἀδικοῦντας εἰς δικαστήριον ἄξομεν, οὐκ ἀκουσόμεθα τῶν νόμων; Ἐβουλόμην κἂν πρὸς βραχὺ τοῦτο γενέσθαι, ἐν ἔργῳ τὴν ὀλεθρίαν ταύτην καὶ ἐπιβλαβῆ διδάσκαλον τῶν κακῶν δυνηθῆτε συνιδεῖν. Εἰ γὰρ ἀνάγκη πάντως τὰ εἱμαρμένα γενέσθαι, καὶ σπουδαζόντων καὶ καθευδόντων, μηδεὶς γεωργὸς ζευγνύτω βοῦς, μηδὲ ἄροτρον ἑλκέτω, μήτε αὔλακα τεμνέτω, μηδὲ καταβαλλέτω σπέρματα, μήτε ὥραν ἔτους ἐπιτηρείτω ἐπιτηδείαν, μηδὲ ἀνεχέσθω κρυμοῦ, καὶ διηνεκοῦς ὑετοῦ, καὶ ταλαιπωρίας, καὶ μόχθων πρὸς διαμεμετρημένον τὸ ἔτος, μὴ θηγέτω δρεπάνην, μηδὲ ἀμάτω λήϊον, μὴ τριβέτω ἀστάχυς, μὴ φυτευέτω, μηδὲ θεραπευέτω φυτὰ, πᾶσαν ἁπλῶς τῆς γεωργίας ῥίψας τὴν ἐπιμέλειαν, οἴκοι καθεζέσθω, καὶ πάντα καθευδέτω τὸν χρόνον· πάντως ἂν εἱμαρμένον αὐτῷ καὶ κεκλωσμένον ᾖ, αὐτόματα εἰς τὴν οἰκίαν ἥξει τὰ ἀγαθά· ἐὰν δὲ εἰς τοὐναντίον στρέψῃ τὸν ἄτρακτον ἡ Κλωθὼ, κἂν μυριάκις πονῆται, πέρας οὐδὲν αὐτῷ τῶν πόνων ἔσται καὶ ἱδρώτων. Τίνος οὖν ἕνεκεν οὔτε παραινεῖτε ταῦτα ποιεῖν, εἴ γε ὄντως εἱμαρμένῃ πιστεύετε; τίνος ἕνεκεν οὐ παραινεῖτε, ἵν' ὄντως ἔργῳ μάθητε τὰ τῆς εἱμαρμένης καλά; Βούλει μοι δεῖξαι τί ὄντως εἵμαρται; Κατάλυσον γεωργίαν, ἄνελε ναυτιλίαν, ἔκβαλε πάσας τέχνας βιωτικὰς, καὶ μήτε οἰκοδόμος, μήτε χαλκοτύπος, μήτε ὑφάντης, μήτε ἄλλος τις τῶν εἰς τὴν ἡμετέραν συντελούντων ζωὴν μεταχειριζέτω τὴν αὐτοῦ τέχνην, καὶ τότε ὄψει καλῶς, οἷα τῆς εἱμαρμένης τὰ ἐπίχειρα, τότε αὐτῆς αἰσθήσῃ καλῶς, τότε αὐτῆς τὸ ἀπερίτρεπτον ὄψει. Καὶ τί λέγω τέχνας, αἳ τὴν ζωὴν συνέχουσι τὴν ἡμετέραν; Ἔστωσαν τέχναι, καὶ μηδὲ μίαν καταλύσῃς, ἀλλὰ πάντων μενόντων ἐπὶ τῆς οἰκείας τάξεως, ὁ καθ' ἕκαστον μηδὲν μεριμνάτω τῶν αὐτοῦ, μηδὲ φροντιζέτω τῶν κατὰ τὴν οἰκίαν, ἀλλ' ἐπιτρεψάτω τῇ εἱμαρμένῃ τὰ κατὰ αὐτὸν οἰκονομῆσαι πάντα, καὶ τότε εἴσεται αὐτῆς τὴν ὠφέλειαν, ὅταν στρεβλούμενος καὶ μαστιζόμενος ἀπαιτῆται μὲν τὰς εἰσφορὰς, μὴ ἔχων δὲ καταφεύγει μὲν ἐπὶ τὴν ἐκείνης ἀπολογίαν, προσέχει δὲ αὐτῷ μηδείς. Μέχρι πότε παιδία ἐσμὲν ταῖς φρεσί; μέχρι τίνος οὐ παυσόμεθα ληροῦντες; μέχρι τίνος οὐκ ἐπιγνωσόμεθα τὸν κοινὸν Δεσπότην; Εἰ φαύλους καὶ ἀγαθοὺς εἱμαρμένη ποιεῖ, τίνος ἕνεκεν παραινεῖς τῷ παιδὶ, τίνος ἕνεκεν νουθετεῖς; Πάντα εἰκῇ καὶ μάτην. Εἰ πλουσίους καὶ πένητας ποιεῖ, μὴ πέμψῃς εἰς διδασκαλεῖα, μὴ πορίσῃς χρήματα, μὴ πράξῃς μηδὲ ἓν τῶν δυναμένων αὐτῷ τὴν οὐσίαν αὐξῆσαι, ἀλλ' ἐπίτρεψον τῇ εἱμαρμένῃ τὰ κατ' αὐτόν. Ἀλλ' οὐκ ἀνέχῃ. Ὁρᾷς πῶς ἐν τοῖς ἐλάττοσι διαπιστῶν αὐτῆς τὴν δύναμιν, ἐν τοῖς μείζοσιν αὐτῇ πιστεύεις; Εἰ γὰρ ὄντως εἱμαρμένη ἐστὶν, ἄφες τὸν παῖδα καὶ πονηροῖς ἀνδράσι συγγίνεσθαι, καὶ μετὰ διεφθαρμένων διαφθείρεσθαι· πάντως ἂν εἱμαρμένον αὐτῷ καὶ κεκλωσμένον ᾖ, καὶ σοὶ χρησιμεύει. Καὶ γὰρ ὄντως, φησὶν, ὄντως ἐστί. Τίνος οὖν ἕνεκεν πράγματα καὶ σαυτῷ παρέχεις καὶ ἑτέρῳ; Καὶ τί λέγω παίδων ἕνεκεν, ὅπου γε οὐδὲ ἐπὶ οἰκετῶν ἀνέξῃ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ἀπειλεῖς καὶ φοβεῖς, καὶ πάντα τρόπον κινεῖς, ὅπως γένηταί σοι καλὸς ὁ οἰκέτης, καὶ οὐ θαῤῥεῖς τῇ γενέσει; Τίνος δὲ ἕνεκεν κακὸν γενόμενον κολάζεις; οὐ γὰρ αὐτοῦ τὸ ἁμάρτημα γέγονεν, ἀλλὰ τῆς ὠθούσης γενέσεως. Τίνος δὲ ἕνεκεν καλὸν γενόμενον ἐπαινεῖς; οὐ γὰρ αὐτοῦ τὸ κατόρθωμα, ἀλλὰ τῆς γενέσεως· μᾶλλον δὲ οὔτε καλὸς, οὔτε κακὸς ἔσται τις. Ὁ γὰρ παρ' ἑαυτοῦ μηδέτερον τούτων ποιῶν, ἀλλ' ἑτέρωθεν τὴν ἀνάγκην δεχόμενος, οὔτε τοῦτο ἔσται, οὔτε ἐκεῖνο. Τίνος οὖν ἕνεκεν ἐπαινοῦμεν ἄνδρας; τίνος δὲ ἕνεκεν ψέγομεν; τίνος ἕνεκεν ἐπαρώμεθα, τίνος ἕνεκεν συνευχόμεθα ἑτέροις; Ὁρᾷς εἰς ὅσην ἡμᾶς ἀλογίαν ὁ τῆς εἱμαρμένης ἐξήγαγε λόγος; Οὐδείς ἐστι σώφρων, οὐδείς ἐστιν ἀκόλαστος, οὐδείς ἐστι πλεονέκτης, οὐδείς ἐστι δίκαιος· ἀνῄρηται καὶ ἀρετὴ καὶ κακία, καὶ μάτην εἰς τὸν παρόντα τοῦτον βίον ὑπήχθημεν, μᾶλλον δὲ οὐ μάτην, ἀλλὰ καὶ ἐπὶ κακῷ. Πῶς γὰρ οὐκ ἄτοπον ὠθεῖσθαι μὲν ὑπὸ τῆς ἀνάγκης τῆς γενέσεως εἰς κακίαν, πάλιν δὲ ὑπὸ τῆς βίας αὐτῆς ταύτης δίκην διδόναι τὴν ἐσχάτην, δέον ἐλεεῖσθαι, δέον ταλανίζεσθαι, καὶ μισούμεθα, καὶ κολαζόμεθα, δέον τιμᾶσθαι; Τὸν ἀδικούμενον καὶ βίαν παθόντα, οὐχὶ κολάζεσθαι, ἀλλὰ τιμᾶσθαι χρή· ἡμεῖς δὲ καὶ ἀδικούμεθα, καὶ τιμωρίαν ὑπομένομεν. Τί τούτου γένοιτ' ἂν ἀλογώτερον, ὑπὲρ ὧν κακῶς πάσχοντες ὠθισθέντες πρὸς κακίαν, ὑπὲρ τούτων καὶ τιμωρίαν διδόναι; Ἐποίησεν ἀνδροφόνον ἡ εἱμαρμένη, καὶ τὴν ψυχὴν ἀπαιτεῖ ἀνθ' ὧν ὑπήκουσεν αὐτῇ· τί τούτου βλαβερώτερον δόγμα γένοιτο ἄν; Ὥσπερ ἂν εἴ τις εἰς τὸ βάραθρον ὠθήσας, καὶ καταλαβὼν τὸν κρημνισθέντα, πάλιν τιμωρίαν ἀπαιτοίη τούτων ἕνεκεν· ἢ ὥσπερ ἂν εἴ τις βαρβάρᾳ δεσποίνῃ παραδοὺς αἰκίζεσθαι, καὶ μυρίοις περιβαλεῖν κακοῖς, τὸν παραδεδομένον ὑπὲρ τῆς δουλείας καὶ τῆς αἰχμαλωσίας ἀπαιτοῖ τιμωρίαν. Ἆρά τι γένοιτο ἂν τούτου ἀλογώτερον, εἰπέ μοι, ἢ ἀθλιώτερον τοῦ γένους τούτου; Εἰ ταῦτα τοιαῦτα, καὶ ἐχθροὶ μὲν καὶ πολέμιοι τοῖς αὐτῶν πολεμίοις ἴσασι συγγινώσκειν, ὅταν ἄκοντες καὶ μὴ βουλόμενοι πράττωσί τι τῶν χαλεπωτάτων αὐτοῖς· ἡ δὲ εἱμαρμένη τοῖς ὑπηκόοις, καὶ πάντα πειθομένοις, μᾶλλον δὲ κατηναγκασμένοις, οὐκ εἴσεται συγγνώμην, ἀλλ' ὑπὲρ ὧν αὐτοὺς κατηνάγκασε πρᾶξαι, ὑπὲρ τῶν αὐτῶν αὐτοὺς ἀπαιτεῖ δίκην· ποῖος φορυτὸς, ποῖος λαβύρινθος, ποία ζάλη ταύτην μιμήσεται τὴν σύγχυσιν, εἰπέ μοι; Οὐκ ἤρκεσέ μοι τρόπος εἷς ἀδικίας, ὅτι μηδὲν ἁμαρτὼν εἰς κακίαν ἐμβέβλημαι, καὶ ὅτι ἕτερος μηδὲν κατορθώσας ἀγαθὸς γίνεται, καὶ τιμῆς ἀπολαύει· οὐκ ἀρκεῖ αὕτη μόνη ἡ ἀδικία, ὅτι ἁπλῶς καὶ ἀλόγως καὶ ἐμὲ κακὸν ἐποίησε, καὶ ἐκεῖνον καλὸν, ἀλλὰ καὶ ἑτέραν προστίθησιν, καὶ οὐδὲ τὴν τῶν ἀνθρώπων δικαιοκρισίαν μιμεῖται· ἀλλ' οἱ μὲν ἄνθρωποι, οὕτω φιλάνθρωποι καὶ ἥμεροι, ὡς διαιρεῖν τὰ ἀκούσια τῶν ἑκουσίων· ἡ δὲ τὰ ἀνθρώπινα διοικοῦσα ἐριννύς τις καὶ δαίμων πονηρὸς, οὕτω πάντα συγχεῖ. Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς ὁ ταῦτα ἐφορῶν, ἐλέγχεται μὲν ὁ λόγος ἑτέρωθεν. Οὐ γὰρ δυνατὸν ἐν εὐταξίᾳ τοσαύτῃ πρόνοιαν μὴ εἶναι. Πλὴν εἰ μὲν οὐκ ἔστι Θεὸς, πῶς ὅλως ταῦτα συνέστηκεν; εἰ δέ ἐστι, πῶς ταῦτα περιορᾷ; Εἰ μὲν γὰρ αὐτὸς ἐποίησεν, ὅρα τὴν ἀσέβειαν, καὶ τῆς βλασφημίας τὴν ὑπερβολήν· εἰ δὲ οὐκ ἐποίησε. γενόμενα δὲ περιορᾷ, πάλιν οὐκ ἔλαττον τοῦ προτέρου τὸ ἔγκλημα. Ὁρᾷς πῶς πανταχόθεν στενοχωρεῖται ὁ διάβολος, συνελαύνων τοὺς ἀνθρώπους εἰς τὴν κατὰ τοῦ Δεσπότου μανίαν; Βούλει με πεῖσαι, ὅτι εἱμαρμένῃ πείθῃ, καὶ νομίζεις εἶναί τι δόγμα; Μὴ ἐγκάλει μοιχευομένῃ γυναικὶ, μηδὲ πλησθῇς θυμοῦ, μηδὲ εἰς κριτήριον δικαστοῦ ἀγάγῃς τὸν μοιχόν. Ἂν ἴδῃς τοῖχον διορυττόμενον, μὴ ἐπιλάβῃ τοῦ διορύττοντος, μηδὲ ἀπαιτήσῃς δίκην· οὐ γὰρ ἑκὼν τοῦτο ἐποίησε, καθὼς σὺ φῄς. Ἀμέλησον τῶν σαυτοῦ πάντων· πάντως γὰρ ἥξει σοι τὰ τῆς εἱμαρμένης· ῥῖψον ὅσον ἔχεις χρυσίον· ἀμέλησον οἰκιῶν, ἀγορῶν, ἀνδραπόδων· οὐδὲν ἀπὸ τῆς ῥᾳθυμίας τῆς σῆς ἡ τῆς εἱμαρμένης ῥᾳθυμία παραβλαβήσεται. Ἀλλ' οὐκ ἀνέξῃ τούτων οὐδὲν, ὡς ἔργῳ πεισθεὶς, ὅτι κατέγνωκας τῶν δογμάτων τῆς εἱμαρμένης. Τίνος οὖν ἕνεκεν ἐν ταῖς ἁμαρτίαις αὐτὴν προβάλλῃ, πανταχοῦ κατεγνωκώς; Ὁρᾷς ὅτι οὐδαμόθεν τὸ δόγμα τοῦτο εἰσενήνεκται, ἀλλ' ἀπὸ τῆς ῥᾳθυμίας, καὶ ὀλιγωρίας, καὶ τοῦ πρὸς αὐτοὺς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλελύσθαι πόνους. Εἰ γένεσίς ἐστι, κρίσις οὐκ ἔστιν· εἰ γένεσίς ἐστι, πίστις οὐκ ἔστιν· εἰ γένεσίς ἐστι, Θεὸς οὐκ ἔστιν· εἰ γένεσίς ἐστιν, οὐκ ἔστιν ἀρετὴ, οὐκ ἔστι κακία· εἰ γένεσίς ἐστι, πάντα μάτην, πάντα εἰκῇ καὶ ποιοῦμεν, καὶ πάσχομεν· οὐκ ἔστιν ἔπαινος, οὐκ ἔστι ψόγος, οὐκ ἔστιν αἰδὼς, οὐκ ἔστιν αἰσχύνη, οὐκ εἰσὶ νόμοι, οὐκ εἰσὶ δικαστήρια. Πόθεν οὖν ὁ δεῖνα πλουτεῖ, φησὶ, πόθεν ἕτερος πένεται; Μάλιστα μὲν εἰ καὶ τοὺς λόγους ἀγνοοῦμεν, ἔδει μένειν ἐπὶ τῆς ἀγνοίας, ἀλλὰ μὴ ἕτερον δόγμα πονηρὸν ἀναλαμβάνειν. Βέλτιον γὰρ ἀγνοεῖν καλῶς, ἢ εἰδέναι κακῶς· τὸ μὲν γὰρ οὐκ ἔχει κατηγορίαν, τὸ δὲ ἀπεστέρηται συγγνώμης. Πλὴν ἀλλὰ καὶ νῦν δῆλον ἡμῖν γέγονε διὰ τὴν τοῦ Θεοῦ χάριν, πόθεν ὁ μὲν πλουτεῖ, ὁ δὲ πένεται; ἢ γὰρ πατρῷον παραλαβὼν κλῆρον, ἢ ἐμπορίᾳ καὶ καπηλείᾳ χρησάμενος, ἢ τὰ ἑτέρων ἁρπάσας καὶ βιασάμενος, ἢ γάμῳ χρησάμενος εὐπόρῳ, ἢ γεωργίᾳ, ἢ τέχνῃ, ἢ ἑτέρῳ τινὶ τοιούτῳ. Καὶ πολλοὶ τοῦ πλουτεῖν τρόποι, οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι. Οὕτω δὴ καὶ τοῦ πένεσθαι· ἢ γὰρ ἐπηρεασθεὶς, ἢ συκοφαντηθεὶς, ἢ πλεονεκτηθεὶς, ἢ καταφαγὼν, ἢ ἀργίᾳ συζῶν, ἢ ἀνοίᾳ, ἢ ἑτέρῳ τινὶ τρόπῳ· πολλοὶ γὰρ τοῦ γενέσθαι πένητα τρόποι. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ δεῖνα πόρνας τρέφων καὶ παρασίτους καὶ κόλακας, καὶ τοῖς ἀλλοτρίοις ἐπηρεάζων πράγμασι, καὶ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον βίον ζῶν, καθάπερ ἐκ πηγῶν ἐπιῤῥέοντα ἔχει τὰ χρήματα· Ἕτερος ἐπιεικείᾳ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις συζῶν ἀρεταῖς, οὐδὲ τῆς ἀναγκαίας εὐπορεῖ τροφῆς; ὅτι ὁ μέν ἐστι καλὸς καὶ τὸν ἐπίπονον τῆς ἀρετῆς αἱρεῖται βίον, ὁ δὲ κακὸς καὶ τὴν διαῤῥέουσαν καὶ διαλελυμένην ἀνεδέξατο τῆς κακίας ὁδόν; Τίνος οὖν ἕνεκεν ὁ μὲν κακὸς πλουτεῖ, πένεται δὲ ὁ ἀγαθός; Ἵνα καὶ οὗτος μείζονα λάβῃ τὸν στέφανον, ἂν ὑπομείνῃ, καὶ τὴν καρτερίαν ἐνέγκῃ, κἀκεῖνος μείζω τὴν κόλασιν καὶ τὴν τιμωρίαν, ἂν μὴ μεταβάληται, καὶ γένηται βελτίων, καὶ τὸν Δεσπότην ἐπιγνῷ τὸν ἑαυτοῦ. Αἱ γὰρ ἀνέσεις αἱ παρὰ τοῦ Θεοῦ διδόμεναι, μένοντας κακοὺς μᾶλλον βαροῦσι· καὶ ἡ ἀφθονία ἡ παρ' αὐτοῦ τοῖς μὴ χρωμένοις εἰς δέον αὐτῇ, προσθήκη γίνεται κατηγορίας. Οὕτως οὖν αἱ θλίψεις καὶ αἱ στενοχωρίαι ἀγαθῶν, προσθήκη στεφάνων, κἂν παραπέσωσι. Ἔστι μετρία γοῦν τις συγγνώμη· οὐ γὰρ ἁπλῶς τὰ ἁμαρτήματα κρίνεται, ἀλλ' ἑτέρως ὁ πλούσιος, ἑτέρως ὁ πένης· ὁ μὲν μετὰ συγγνώμης, ὁ δὲ χωρὶς συγγνώμης. Οἷον, ἔστω κλέπτης καὶ φιλότιμος, πλούσιος καὶ πένης, ὁ μὲν εἰ καὶ ψυχρὰν, ἀλλ' ὅμως ἔχει τινὰ καταφυγὴν, τὴν ἀπὸ τῆς πενίας ἀνάγκην, ὁ δὲ οὐδὲ μίαν εὐπρόσωπον ἢ εὔλογον ἔχει καταφυγήν· ὥστε ὅσον ἐλαττοῦται ὁ πένης κατὰ τὸν παρόντα βίον, τοσοῦτον πλεονεκτεῖ κατὰ τὸν μέλλοντα ἐν κατορθώμασι, καὶ ὁ πλούσιος ἐν ἁμαρτήμασι. Μὴ τοίνυν νομίσῃς ἀδικεῖσθαι τὸν πένητα, μηδὲ πλέον ἔχειν τὸν πλούσιον. Καθάπερ καὶ ἐπὶ τῶν κακῶν, ὅσοιπερ ἂν ἐνταῦθα δῶσι δίκην, ἢ τὸ πᾶν ἀπενίψαντο, ἢ ἐλάττονα διδόασιν ἐκεῖ τιμωρίαν, ὡς ἐνταῦθα μεγάλων κακοπαθειῶν δίκην ὑποστάντες· οὕτω καὶ ἐπὶ τῶν ἀγαθῶν, οἱ μὲν ἐνταῦθα ἀπολαύοντες τιμῆς, καὶ μένοντες πονηροὶ, ἐφόδιον κολάσεως ἔχουσι τὴν τιμήν. Ὅρα γ' οὖν ὁ Θεὸς πῶς πανταχοῦ τοῖς κακοῖς τὰς ἐνταῦθα ὀνειδίζει τιμάς· Ἔδωκά σοι πάντα τὰ τοῦ Κυρίου σου· καὶ πάλιν τοῖς ἱερεῦσιν ἐπὶ τοῦ Ἠλὶ τὴν τιμήν· καὶ ἀλλαχοῦ, Ἔδωκα ὑμῖν ἐκ τῶν νεανίσκων ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν υἱῶν ὑμῶν εἰς ἁγιασμόν· καὶ τὰ ἐπὶ τῆς ἐρήμου πανταχοῦ προστίθησιν. Ὥστε ὅταν ἴδῃς τὸν πλουτοῦντα ἀδικοῦντα, πλεονεκτοῦντα, ἁρπάζοντα, διὰ τοῦτο μάλιστα αὐτὸν στέναξον, ἐπειδὴ πλούσιος ὢν ταῦτα ποιεῖ· μείζονα γὰρ δίδωσι τιμωρίαν. Ὅταν ἴδῃς πένητα πολλὴν τοῦ δικαίου ποιούμενον πρόνοιαν, διὰ τοῦτο μάλιστα αὐτὸν θαύμασον, ὅτι μετὰ πενίας τοιοῦτός ἐστιν. Ἂν ταῦτα ᾖ παρὰ σοὶ διηκριβωμένα, οὐδέποτε ἐπὶ τοῖς γενομένοις ταραχθήσῃ πράγμασιν, ἂν πρὸς τὰ μέλλοντα βλέπῃς, ἂν μηδὲν εἶναι νομίσῃς τὰ παρόντα, ἂν ἐκεῖνα ἐλπίσῃς ἀεὶ, ἂν τούτων σαυτὸν ἀποστήσῃς. Γένοιτο δὲ πάντων ἡμᾶς τῶν ἀγαθῶν ἐπιτυχεῖν, χάριτι Χριστοῦ. Ἀμήν.